Δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε Ῥοῦφε Μελίτιε, τοῦτο δίδωμι, καθάπερ ἡ παρ’ Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον, ἀφ’ οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν. πέμπω δὲ κτῆμα τὸ αὐτὸ καὶ χρῆμα πρὸς πάσας τὰς ἐν τῷ βίῳ χρείας, ὁπόσαι γίνονται διὰ λόγων ὠφελίμων. Διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τὴν λέξιν, ὧν ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δό- ξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα ἡμᾶς ἐπιστήμη βραδεῖα ἐστὶ καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλικίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεως ἐστὶν ἡ τούτων κατάληψις πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ ἀλλοτρίων συναυξομένη. τὸ δὲ περὶ τὰς λέξεις φιλόκαλον καὶ ταῖς νεαραῖς συνανθεῖν εἴωθεν οὐχ ἧττον ἡλικίαις· ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους τινὰς καὶ ὥσπερ ἐνθουσιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεως τε καὶ ἀγωγῆς, εἰ μέλλουσι μὴ πᾶν, ὅ τι κεν ἐπ’ ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθοι, λέγειν μηδ’ εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλ’ ἐκλογῇ κεχρῆσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων, καὶ συνθέσει ταῦτα κοσμήσειν 15 μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ. Ἡ δὲ σύνθεσις ἔστι μὲν ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παράλληλος τῶν τοῦ λόγου μορίων· ἃ δὴ καὶ στοιχεῖα τινὲς τῆς λέξεως καλοῦσιν. ἡ δὲ τῶν τοιούτων μερῶν πλοκὴ καὶ παράθεσις τὰ 20 λεγόμενα ποιεῖ κῶλα· ἔπειθ’ ἡ τούτων ἁρμονία τὰς καλουμένας συμπληροῖ περιόδους· αὗται δὲ τὸν σύμπαντα τελειοῦσι λόγον. Ἔστι δὴ τῆς συνθέσεως ἔργα τά τε ὀνόματα οἰκείως θεῖναι παρ’ ἄλληλα καὶ τοῖς κώλοις ἀποδοῦναι τὴν 25 προσήκουσαν ἁρμονίαν καὶ ταῖς περιόδοις διαλαβεῖν εὖ τὸν λόγον. δευτέρα δ’ οὖσα μοῖρα τῶν περὶ τὸν λεκτικὸν τόπον θεωρημάτων κατανοοῦντι τὴν τάξιν (ἡγεῖται γὰρ ἡ τῶν ὀνομάτων ἐκλογὴ καὶ προὑφίσταται ταύτης κατὰ φύσιν) ἡδονὴν καὶ πειθὼ καὶ κράτος ἐν τοῖς λόγοις οὐκ ὀλίγῳ κρεῖττον ἐκείνης ἔχει. καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ὅσαι διαφόρους ὕλας λαμβάνουσαι συμφορητὸν ἐκ τούτων ποιοῦσι τὸ τέλος, ὡς οἰκοδομικὴ καὶ τεκτονικὴ καὶ πολιτική, τὸ αὐτὸ συμβαίνει· αἱ γὰρ συνθετικαὶ δυνάμεις τῇ μὲν τάξει δεύτεραι τῶν λεκτικῶν εἰσι, τῇ δὲ δυνάμει πρότεραι. Ἔστι τοίνυν πᾶσα λέξις, ἡ σημαίνομεν τὰς νοήσεις, μὲν ἄμετρος, ἣ δ’ ἔμμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τε ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον· ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχε ῥιπτομένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς, φιλόσοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον, οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου· ἕτεροι δ’ εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δ’ αὐτὰ ἰδίως καὶ περιττῶς, πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ ὀνόματα πρὸς τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελός ἐστι διανοίας χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω καὶ ἐνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περιθήσει. Ὅτι δὲ κρεῖττον ἄσκημα καὶ τελειότερον τῆς ἐκλογῆς ἡ σύνθεσις, Ὅμηρος καὶ Ἡρόδοτος μαρτυρήσει· Ὅμηρος μὲν ἐν οἷς φησί· Τὼ δ’ αὖτ’ ἐν κλισίῃσ’ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ κηαμένω πῦρ, ἐκπέμψαντε νομῆας ἅμ’ ἀγρομένοισι σύεσσι. Τηλέμαχον δὲ περίσαινον κύνες ὑλακόμωροι· οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας· ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν· αἶψα δ’ ἄρ’ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα· Εὔμαι', ἡ μάλα τίς σοι ἐλεύσεται ἐνθάδ’ ἑταῖρος, ἢ καὶ γνώριμος ἄλλος· ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισαίνουσι· ποδῶν δ’ ὑπὸ δοῦπον ἀκούω. Οὔπω πᾶν εἴρητο ἔπος, ὅτέ οἱ φίλος υἱὸς ἔστη ἐπὶ προθύροισι. ταφὼν δ’ ἀνόρουσε συβώτης· ἐκ δ’ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον. ὃ δ’ ἀντίος ἔδραμ’ ἄνακτος· κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τ’ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ. ταῦτα γὰρ οὐ διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων τὴν τῆς ἑρμηνείας ἀρετὴν ἔχει· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων πέπλεκται, καὶ οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς ἐξ ἑτοίμου ἐχρήσατο. ὅθεν καὶ λυθέντος τοῦ μέτρου φαῦλα φανήσεται καὶ ἄζηλα. οὔτε γὰρ μεταφοραί τινές εἰσιν εὐγενεῖς ἐν αὐτοῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτέ τινα τοιαῦτα. ὁ δὲ Ἡρόδοτος, ἔνθα τὰ περὶ τοῦ Κανδαύλου καὶ τῆς αὐτοῦ γυναικὸς διέξεισι· πρᾶγμα οὐχ ὅτι σεμνὸν ἢ καλλιλογεῖσθαι δυνάμενον, ἀλλὰ καὶ ταπεινὸν καὶ ἐπικίνδυ- νον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρω· ἀλλ’ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. καλὴν δὲ κἀνταῦθα πεποίηκε τὴν φράσιν ἡ συνθήκη, ἀλλ' οὐχ ἡ σεμνότης τῶν ὀνομάτων· ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθεικε σύμβολα τοῖς πράγμασι. τὸ δὲ αὐτὸ δύναται καὶ ἡ πεζὴ λέξις παθεῖν τῇ ἐμμέτρῳ· μενόντων γὰρ τῶν αὐτῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, καταφανὲς τὸ ἐν αὐτῇ ἄμουσόν τε καὶ ἀκαλλώπιστον· οἷον Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ · εἰ γὰρ ὑπαλλάξεις, ἔφθαρται ἡ σύνθεσις· οἷον Κροῖσος ἦν Ἀλυάττου μὲν παῖς, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἄλυος ποταμοῦ ἐθνῶν". ὅτι τοίνυν μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις, φανερόν. καί μοι οὐ δοκεῖ τις ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον ἐποίει φαίνεσθαι· τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι, καδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. αὐτή τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δ’ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτ’ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα. καὶ δὴ καὶ τοῖς ἀρχαίοις πολλὴ πρόνοια τῆς ἰδέας ἦν ταύτης· καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλήλαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν· τέχνη δέ τις ἦν παρ’ αὐτοῖς καὶ θεωρήματα, οἷς χρώμενοι συνετίθεσαν εὖ.