ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη, ἡ δὲ περὶ τὸν σχηματισμὸν ποδαπή; οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δʼ ὡς πυνθανόμενοι, τὰ δʼ ὡς εὐχόμενοι, τὰ δʼ ὡς ἐπιτάττοντες, τὰ δʼ ὡς διαποροῦντες, τὰ δʼ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες, οἷς ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχηματισμοὶ καὶ τῆς λέξεώς εἰσιν ὥσπερ καὶ τῆς διανοίας, οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν, ἴσως δὲ καὶ ἄπειροι· περὶ ὧν καὶ πολὺς ὁ λόγος καὶ βαθεῖα ἡ θεωρία. οὐ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος· εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον ὁ Δημοσθένης τὴν λέξιν ταύτην ταῦτʼ εἴπας ἔγραψα, γράψας δʼ ἐπρέσβευσα, πρεσβεύσας δʼ ἔπεισα Θηβαίους , ἆρʼ οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται; οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους . πολὺς δʼ ἂν εἴη μοι λόγος, εἰ περὶ πάντων βουλοίμην λέγειν τῶν σχηματισμῶν ὅσους τὰ κῶλα ἐπιδέχεται. ἀπόχρη δὲ εἰσαγωγῆς ἕνεκα τοσαῦτα εἰρῆσθαι.