δοκεῖ μοι τῆς συνθετικῆς ἐπιστήμης τρία ἔργα εἶναι· ἓν μὲν ἰδεῖν, τί μετὰ τίνος ἁρμοζόμενον πέφυκε καλὴν καὶ ἡδεῖαν λήψεσθαι συζυγίαν· ἕτερον δὲ γνῶναι τῶν ἁρμόττεσθαι μελλόντων πρὸς ἄλληλα πῶς ἂν ἕκαστον σχηματισθὲν κρείττονα ποιήσειε φαίνεσθαι τὴν ἁρμονίαν· τρίτον δʼ εἴ τι δεῖται μετασκευῆς τῶν λαμβανομένων, ἀφαιρέσεως λέγω καὶ προσθήκης καὶ ἀλλοιώσεως, γνῶναί τε καὶ πρὸς τὴν μέλλουσαν χρείαν οἰκείως ἐξεργάσασθαι. ὅ τι δὲ τούτων ἕκαστον δύναται, σαφέστερον ἐρῶ χρησάμενος εἰκόσι τῶν δημιουργικῶν τεχνῶν τισιν ἃς ἅπαντες ἴσασιν, οἰκοδομικῇ λέγω καὶ ναυπηγικῇ καὶ ταῖς παραπλησίαις· ὅ τε γὰρ οἰκοδόμος ὅταν πορίσηται τὴν ὕλην ἐξ ἧς μέλλει κατασκευάζειν τὴν οἰκίαν, λίθους καὶ ξύλα καὶ κέραμον καὶ τἆλλα πάντα, συντίθησιν ἐκ τούτων ἤδη τὸ ἔργον τρία ταῦτα πραγματευόμενος, ποίῳ δεῖ λίθῳ τε καὶ ξύλῳ καὶ πλίνθῳ ποῖον ἁρμόσαι λίθον ἢ ξύλον ἢ πλίνθον, ἔπειτα πῶς τῶν ἁρμοζομένων ἕκαστον καὶ ἐπὶ ποίας πλευρᾶς ἑδράσαι, καὶ τρίτον, εἴ τι δύσεδρόν ἐστιν, ἀποκροῦσαι καὶ περικόψαι καὶ αὐτὸ τοῦτο εὔεδρον ποιῆσαι· ὅ τε ναυπηγὸς τὰ αὐτὰ ταῦτα πραγματεύεται. τὰ δὴ παραπλήσιά φημι δεῖν καὶ τοὺς μέλλοντας εὖ συνθήσειν τὰ τοῦ λόγου μόρια, πρῶτον μὲν σκοπεῖν, ποῖον ὄνομα ἢ ῥῆμα ἢ τῶν ἄλλων τι μορίων ποίῳ συνταχθὲν ἐπιτηδείως ἔσται κείμενον καὶ πῶς εὖ ἢ ἄμεινον (οὐ γὰρ δὴ πάντα γε μετὰ πάντων τιθέμενα πέφυκεν ὁμοίως διατιθέναι τὰς ἀκοάς)· ἔπειτα διακρίνειν, πῶς σχηματισθὲν τοὔνομα ἢ τὸ ῥῆμα ἢ τῶν ἄλλων ὅ τι δή ποτε χαριέστερον ἱδρυθήσεται καὶ πρὸς τὰ ὑποκείμενα πρεπωδέστερον· λέγω δὲ ἐπὶ μὲν τῶν ὀνομάτων, πότερον ἑνικῶς ἢ πληθυντικῶς λαμβανόμενα κρείττω λήψεται συζυγίαν, καὶ πότερον κατὰ τὴν ὀρθὴν ἐκφερόμενα πτῶσιν ἢ κατὰ τῶν πλαγίων τινά, καὶ εἴ τινα πέφυκεν ἐξ ἀρρενικῶν γίνεσθαι θηλυκὰ ἢ ἐκ θηλυκῶν ἀρρενικὰ ἢ οὐδέτερα ἐκ τούτων, πῶς ἂν ἄμεινον σχηματισθείη, καὶ πάντα τὰ τοιαῦτα· ἐπὶ δὲ τῶν ῥημάτων, πότερα κρείττω λαμβανόμενα ἔσται, τὰ ὀρθὰ ἢ τὰ ὕπτια, καὶ κατὰ ποίας ἐγκλίσεις ἐκφερόμενα, ἃς δή τινες πτώσεις ῥηματικὰς καλοῦσι, κρατίστην ἕδραν λήψεται, καὶ ποίας παρεμφαίνοντα διαφορὰς χρόνων καὶ εἴ τινα τοῖς ῥήμασιν ἄλλα παρακολουθεῖν πέφυκε ʽτὰ δʼ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἄλλων τοῦ λόγου μερῶν φυλακτέον, ἵνα μὴ καθʼ ἓν ἕκαστον λέγὠ· ἐπὶ δὲ τούτοις τὰ ληφθέντα διακρίνειν, εἴ τι δεῖται μετασκευῆς ὄνομα ἢ ῥῆμα, πῶς ἂν ἐναρμονιώτερόν τε καὶ εὐεδρότερον γένοιτο· τοῦτο τὸ στοιχεῖον ἐν μὲν ποιητικῇ δαψιλέστερόν ἐστιν, ἐν δὲ λόγοις πεζοῖς σπανιώτερον· πλὴν γίνεταί γε καὶ ἐν τούτοις ἐφʼ ὅσον ἂν ἐγχωρῇ· ὅ τε γὰρ λέγων εἰς τουτονὶ τὸν ἀγῶνα προστέθηκέ τι τῇ ἀντωνυμίᾳ γράμμα τῆς συνθέσεως στοχαζόμενος· ἄρτιον γὰρ ἦν εἰς τοῦτον τὸν ἀγῶνα εἰπεῖν· καὶ πάλιν ὁ λέγων κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτήν τῇ προθέσει παρηύξηκεν τοὔνομα, τὸ γὰρ ἰδὼν ἀπέχρη· καὶ ὁ γράφων μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχʼ ἥκειν ταῖς συναλοιφαῖς ἠλάττωκε τὰ μόρια τοῦ λόγου κἀποκέκρουκέ τινα τῶν γραμμάτων· καὶ ὁ ἀντὶ τοῦ ἐποίησεν ἐποίησε λέγων χωρὶς τοῦ ν καὶ ἔγραψε ἀντὶ τοῦ ἔγραψεν λέγων καὶ ἀφαιρήσομαι ἀντὶ τοῦ ἀφαιρεθήσομαι καὶ πάντα τὰ τοιαῦτα, ὅ τʼ ἐχωροφίλησε λέγων τὸ ἐφιλοχώρησε καὶ λελύσεται τὸ λυθήσεται καὶ τὰ τοιουτότροπα μετασκευάζει τὰς λέξεις, ἵνʼ αὐτῷ γένοιντο ἁρμοσθῆναι καλλίους καὶ ἐπιτηδειότεραι. μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης ἡ περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ στοιχεῖα τῆς λέξεως ἥδε· ἑτέρα δέ, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, ἡ περὶ τὰ καλούμενα κῶλα, ποικιλωτέρας τε δεομένη πραγματείας καὶ μείζονος, ὑπὲρ ἧς αὐτίκα δὴ πειράσομαι λέγειν ὡς ἔχω γνώμης. καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς ἄλληλα δεῖ ὥστʼ οἰκεῖα φαίνεσθαι καὶ φίλα καὶ σχηματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα προκατασκευάσαι τε, εἴ πού τι δέοι, μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τινʼ ἄλλην μετασκευὴν δέχεται τὰ κῶλα· τούτων δʼ ἕκαστον ἡ πεῖρα αὐτὴ διδάσκει· πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν προτεθὲν ἢ ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον. ὃ δὲ λέγω, σαφέστερον ἔσται, εἴ τις αὐτὸ ἐπὶ παραδείγματος ἴδοι. ἔστι δή τις παρὰ τῷ Θουκυδίδῃ λέξις ἐν τῇ Πλαταιέων δημηγορίᾳ πάνυ χαριέντως συγκειμένη καὶ μεστὴ πάθους ἥδε· ὑμεῖς τε ὦ Λακεδαιμόνιοι ἡ μόνη ἐλπίς, δέδιμεν, μὴ οὐ βέβαιοι ἦτε. φέρε δή τις λύσας τὴν συζυγίαν ταύτην μεθαρμοσάτω τὰ κῶλα οὕτως· ὑμεῖς τε, ὦ Λακεδαιμόνιοι, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε, ἡ μόνη ἐλπίς. ἆρʼ ἔτι μένει τοῦτον τὸν τρόπον ἡρμοσμένων τῶν κώλων ἡ αὐτὴ χάρις ἢ τὸ αὐτὸ πάθος; οὐδεὶς ἂν εἴποι. τί δʼ εἰ τὴν Δημοσθένους λέξιν ταύτην τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφει; λύσας τις καὶ μεταθεὶς τὰ κῶλα τουτονὶ τὸν τρόπον ἐξενέγκαι· ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι , ἆρʼ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη; ἐγὼ μὲν οὐκ οἴομαι. ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη, ἡ δὲ περὶ τὸν σχηματισμὸν ποδαπή; οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δʼ ὡς πυνθανόμενοι, τὰ δʼ ὡς εὐχόμενοι, τὰ δʼ ὡς ἐπιτάττοντες, τὰ δʼ ὡς διαποροῦντες, τὰ δʼ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες, οἷς ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχηματισμοὶ καὶ τῆς λέξεώς εἰσιν ὥσπερ καὶ τῆς διανοίας, οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν, ἴσως δὲ καὶ ἄπειροι· περὶ ὧν καὶ πολὺς ὁ λόγος καὶ βαθεῖα ἡ θεωρία. οὐ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος· εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον ὁ Δημοσθένης τὴν λέξιν ταύτην ταῦτʼ εἴπας ἔγραψα, γράψας δʼ ἐπρέσβευσα, πρεσβεύσας δʼ ἔπεισα Θηβαίουσ , ἆρʼ οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται; οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίουσ . πολὺς δʼ ἂν εἴη μοι λόγος, εἰ περὶ πάντων βουλοίμην λέγειν τῶν σχηματισμῶν ὅσους τὰ κῶλα ἐπιδέχεται. ἀπόχρη δὲ εἰσαγωγῆς ἕνεκα τοσαῦτα εἰρῆσθαι. ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν, ἃς οὐκ ἄλλου τινὸς ἕνεκα ποιοῦσι ποιηταί τε καὶ συγγραφεῖς ἢ τῆς ἁρμονίας, ἵνʼ ἡδεῖα καὶ καλὴ γένηται, πάνυ ὀλίγου δεῖν οἴομαι λόγου. τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τήνδε μὲν τὴν λέξιν ἣν ὁ Δημοσθένης εἴρηκε προσθήκῃ πλεονάζειν οὐκ ἀναγκαίᾳ τῆς ἁρμονίας ἕνεκα; ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. ἐνταῦθα γὰρ οὐχὶ τοῦ ἀναγκαίου χάριν πρόσκειται τὸ τοξεύειν, ἀλλʼ ἵνα τὸ τελευταῖον κῶλον τὸ κἂν μήπω βάλλῃ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον. καὶ ἔτι τὴν Πλατωνικὴν ἐκείνην περίοδον, ἣν ἐν τῷ ἐπιταφίῳ ὁ ἀνὴρ γράφει, τίς οὐκ ἂν φαίη παραπληρώματι λέξεως οὐκ ἀναγκαίῳ προσηρανίσθαι; ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων. ἐνταυθοῖ γὰρ τὸ παρὰ τῶν ἀκουσάντων πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλʼ ἵνα τὸ τελευταῖον κῶλον τὸ τοῖς πράξασι πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. τί δὲ δὴ τὸ παρʼ Αἰσχίνῃ λεγόμενον τουτί ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖσ , τρίκωλον ἐν τοῖς πάνυ ἐπαινούμενον, οὐχὶ τῆς αὐτῆς ἰδέας ἔχεται; ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπον ἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖσ , τοῦτο εἰς τρία διῄρηται, τῆς αὐτῆς λέξεως οὐ τοῦ ἀναγκαίου ἕνεκα, τοῦ δὲ ἡδίω ποιῆσαι τὴν ἁρμονίαν πολλάκις τεθείσης καὶ προσέτι πάθος τῷ λόγῳ . τῆς μὲν δὴ προσθέσεως ἣ γίνεται τοῖς κώλοις οὗτος ὁ τρόπος· τῆς ἀφαιρέσεως δὲ τίς; ὅταν τῶν ἀναγκαίων τι λέγεσθαι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν δὲ χαριεστέραν ποιῇ τὴν ἁρμονίαν· οἷά ἐστιν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί· μύω τε καὶ δέδορκα κἀξανίσταμαι πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι· ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἂν ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφʼ ἑτέρων , τὸ δὲ μέτρον ἠδίκητο καὶ οὐκ ἂν ἔσχεν ἣν νῦν ἔχει χάριν. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω. μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δʼ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα ὡς οὐκ ἐπιτηδείων ἔχειν τὴν ἀτέλειαν πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω. ἀλλʼ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας. τὰ δʼ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ τάς τε προηγουμένας καὶ τὰς ἑπομένας οἰκείως συναρμόττειν, ὅταν ἐν περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν· οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον. καὶ αὐτὸ δὲ τοῦτο τὸ θεώρημα τῆς συνθετικῆς ἐπιστήμης ἴδιον, πότε δεῖ χρῆσθαι περιόδοις καὶ μέχρι πόσου καὶ πότε μή. διωρισμένων δή μοι τούτων ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ καὶ διὰ τίνων θεωρημάτων τυγχάνοι τις ἂν ὧν βούλεται. δοκεῖ δέ μοι δύο ταῦτʼ εἶναι τὰ γενικώτατα, ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς καὶ ὅσα δημιουργήματα χειρῶν ἐστιν ἀνθρωπίνων ὁρῶσα ὅταν εὑρίσκῃ τό τε ἡδὺ ἐνὸν ἐν αὐτοῖς καὶ τὸ καλόν, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ μὴ παράδοξον ἡγήσηταί τις, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, μηδʼ ἄτοπον εἶναι νομίσῃ, εἴ τινα ἡγοῦμαι λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως· φέρει γὰρ ἡ ἀλήθεια τὸ τοιοῦτον καὶ οὐδὲν ἀξιῶ καινόν· ἥ γέ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία, εἴ πέρ τινες καὶ ἄλλαι, καὶ οὐκ ἄν τις αὐτὰς ἔχοι μέμψασθαι κατὰ τοῦτο, οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου συγγραφέως Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μὲν ὡς ἔνι μάλιστα, οὐ μὴν καλῶς γʼ ἐφʼ ὅσον ἔδει· λέγω δὲ κοινότερον, ἀλλʼ οὐχὶ καθάπαξ, ἐπεὶ καὶ παρʼ ἐκείνοις ἥρμοσταί τινα ἡδέως καὶ παρὰ τούτοις καλῶς. ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει, καὶ γὰρ ἡδεῖά ἐστι καὶ καλή.