ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων δυεῖν ἁρμονιῶν, ἣν εὔκρατον καλῶ σπάνει κυρίου τε καὶ κρείττονος ὀνόματος, σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τίς ἐστι ʽμεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων καὶ τεχνῶν , ὡς Ἀριστοτέλει τε δοκεῖ καὶ τοῖς ἄλλοις ὅσοι κατʼ ἐκείνην τὴν αἵρεσιν φιλοσοφοῦσιν̓, ὁρᾶται δʼ, ὥσπερ ἔφην καὶ πρότερον, οὐ κατὰ ἀπαρτισμὸν ἀλλʼ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδʼ ὁμοίως ἐπετήδευσαν, ἀλλʼ οἳ μὲν ταῦτα μᾶλλον, οἳ δʼ ἐκεῖνα, ἐπέτεινάν τε καὶ ἀνῆκαν ἄλλως ἄλλοι τὰ αὐτά, καὶ πάντες ἐγένοντο λόγου ἄξιοι κατὰ πάσας τὰς ἰδέας τῶν λόγων. κορυφὴ μὲν οὖν ἁπάντων καὶ σκοπός, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι, δικαίως ἂν Ὅμηρος λέγοιτο. πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψηται, ταῖς τε αὐστηραῖς καὶ ταῖς γλαφυραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δʼ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μὲν Ὁμήρου μακρῷ παρʼ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντʼ ἄν, καθʼ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι, μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατʼ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης· τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους. καὶ περὶ μὲν τῶν χαρακτήρων ταῦθʼ ἱκανά. παραδείγματα γὰρ τούτων οὐκ οἴομαι δεῖν φέρειν, φανερῶν πάνυ ὄντων καὶ οὐδὲν δεομένων λόγου. εἰ δέ τινι δοκεῖ καὶ πόνου πολλοῦ ταῦτα καὶ πραγματείας μεγάλης ἄξια εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένην· ἀλλʼ ἐὰν λογίσηται τοὺς ἐξακολουθοῦντας αὐτοῖς κατορθουμένοις ἐπαίνους καὶ τὸν καρπὸν τὸν ἀπʼ αὐτῶν ὡς γλυκύς, εὐπαθείας ἡγήσεται τοὺς πόνους. Ἐπικουρείων δὲ χορόν, οἷς οὐδὲν μέλει τούτων, παραιτοῦμαι· τὸ γὰρ οὐκ ἐπιπόνου τοῦ γράφειν ὄντος , ὡς αὐτὸς Ἐπίκουρος λέγει, τοῖς μὴ στοχοζομένοις τοῦ πυκνὰ μεταπίπτοντος κριτηρίου πολλῆς ἀργίας ἦν καὶ σκαιότητος ἀλεξιφάρμακον.