ἡ σύνθεσις ἔστι μέν, ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παρʼ ἄλληλα τῶν τοῦ λόγου μορίων, ἃ δὴ καὶ στοιχεῖά τινες τῆς λέξεως καλοῦσιν. ταῦτα δὲ Θεοδέκτης μὲν καὶ Ἀριστοτέλης καὶ οἱ κατʼ ἐκείνους φιλοσοφήσαντες τοὺς χρόνους ἄχρι τριῶν προήγαγον, ὀνόματα καὶ ῥήματα καὶ συνδέσμους πρῶτα μέρη τῆς λέξεως ποιοῦντες. οἱ δὲ μετὰ τούτους γενόμενοι, καὶ μάλιστα οἱ τῆς Στωικῆς αἱρέσεως ἡγεμόνες, ἕως τεττάρων προὐβίβασαν, χωρίσαντες ἀπὸ τῶν συνδέσμων τὰ ἄρθρα. εἶθʼ οἱ μεταγενέστεροι τὰ προσηγορικὰ διελόντες ἀπὸ τῶν ὀνοματικῶν πέντε ἀπεφήναντο τὰ πρῶτα μέρη. ἕτεροι δὲ καὶ τὰς ἀντονομασίας ἀποζεύξαντες ἀπὸ τῶν ὀνομάτων ἕκτον στοιχεῖον τοῦτʼ ἐποίησαν. οἳ δὲ καὶ τὰ ἐπιρρήματα διελόντες ἀπὸ τῶν ῥημάτων καὶ τὰς προθέσεις ἀπὸ τῶν συνδέσμων καὶ τὰς μετοχὰς ἀπὸ τῶν προσηγορικῶν, οἳ δὲ καὶ ἄλλας τινὰς προσαγαγόντες τομὰς πολλὰ τὰ πρῶτα μόρια τῆς λέξεως ἐποίησαν· ὑπὲρ ὧν οὐ μικρὸς ἂν εἴη λόγος. πλὴν ἥ γε τῶν πρώτων εἴτε τριῶν ἢ τεττάρων εἴθʼ ὅσων δή ποτε ὄντων μερῶν πλοκὴ καὶ παράθεσις τὰ λεγόμενα ποιεῖ κῶλα, ἔπειθʼ ἡ τούτων ἁρμονία τὰς καλουμένας συμπληροῖ περιόδους, αὗται δὲ τὸν σύμπαντα τελειοῦσι λόγον. ἔστι δὴ τῆς συνθέσεως ἔργα τά τε ὀνόματα οἰκείως θεῖναι παρʼ ἄλληλα καὶ τοῖς κώλοις ἀποδοῦναι τὴν προσήκουσαν ἁρμονίαν καὶ ταῖς περιόδοις διαλαβεῖν εὖ τὸν λόγον. δευτέρα δʼ οὖσα μοῖρα τῶν περὶ τὸν λεκτικὸν τόπον θεωρημάτων κατὰ γοῦν τὴν τάξιν ʽἡγεῖται γὰρ ἡ τῶν ὀνομάτων ἐκλογὴ καὶ προὑφίσταται ταύτης κατὰ φύσιν’ ἡδονὴν καὶ πειθὼ καὶ κράτος ἐν τοῖς λόγοις οὐκ ὀλίγῳ κρείττονʼ ἐκείνης ἔχει. καὶ μηδεὶς ἡγήσηται παράδοξον, εἰ πολλῶν καὶ μεγάλων ὄντων θεωρημάτων περὶ τὴν ἐκλογήν, ὑπὲρ ὧν πολὺς ἐγένετο φιλοσόφοις τε καὶ πολιτικοῖς ἀνδράσι λόγος, ἡ σύνθεσις δευτέραν ἔχουσα χώραν τῇ τάξει καὶ λόγων οὐδὲ πολλοῦ δεῖ τῶν ἴσων ἐκείνῃ τυχοῦσα τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν ὥστε περιεῖναι πάντων τῶν ἐκείνης ἔργων καὶ κρατεῖν, ἐνθυμούμενος ὅτι καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ὅσαι διαφόρους ὕλας λαμβάνουσαι συμφορητὸν ἐκ τούτων ποιοῦσι τὸ τέλος, ὡς οἰκοδομική τε καὶ τεκτονικὴ καὶ ποικιλτικὴ καὶ ὅσαι ταύταις εἰσὶν ὁμοιογενεῖς, αἱ συνθετικαὶ δυνάμεις τῇ μὲν τάξει δεύτεραι τῶν ἐκλεκτικῶν εἰσι, τῇ δὲ δυνάμει πρότεραι· ὥστʼ εἰ καὶ τῷ λόγῳ τὸ αὐτὸ συμβέβηκεν, οὐκ ἄτοπον ἡγητέον. οὐδὲν δὲ κωλύει καὶ πίστεις παρασχεῖν τοῦ προκειμένου, μή τι δόξωμεν ἐξ ἑτοίμου λαμβάνειν τῶν ἀμφισβήτησιν ἐχόντων λόγων.