δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι , καθάπερ ἡ παρʼ Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον, ἀφʼ οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν, ἡδίστην καὶ τιμιωτάτην ἑορτῶν ἐμοί· πλὴν οὔτε χειρῶν δημιούργημα πέμπω σοι τῶν ἐμῶν, ὡς ἐκείνη φησὶ διδοῦσα τῷ μειρακίῳ τὸν πέπλον, οὔτʼ ἐς γάμου μόνον ὥραν, καὶ γαμετῇ χάριν εὔθετον, ἀλλὰ ποίημα μὲν καὶ γέννημα παιδείας καὶ ψυχῆς τῆς ἐμῆς, κτῆμα δὲ σοὶ τὸ αὐτὸ καὶ χρῆμα πρὸς ἁπάσας τὰς ἐν τῷ βίῳ χρείας ὁπόσαι γίνονται διὰ λόγων ὠφέλιμον, ἀναγκαιότατον ἁπάντων χρημάτων, εἴ τι κἀγὼ τυγχάνω τῶν δεόντων φρονῶν, ἅπασι μὲν ὁμοίως τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους, ἐν ᾗ ποτʼ ἂν ἡλικίᾳ τε καὶ ἕξει τυγχάνωσιν ὄντες· μάλιστα δὲ τοῖς μειρακίοις τε καὶ νεωστὶ τοῦ μαθήματος ἁπτομένοις ὑμῖν, ὦ Ῥοῦφε Μετίλιε πατρὸς ἀγαθοῦ κἀμοὶ τιμιωτάτου φίλων. διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τῆς περὶ τὰ ὀνόματα, ὧν ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δόξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα ἡμᾶς ἐπιστήμη βραδεῖά ἐστι καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλικίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεώς ἐστι καὶ πολιαῖς κατηρτυμένης ἡλικίας ἡ τούτων κατάληψις οἰκειοτέρα, πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ ἀλλοτρίων συναυξομένη· τὸ δὲ περὶ τὰς λέξεις φιλόκαλον καὶ ταῖς νεαραῖς πέφυκε συνανθεῖν ἡλικίαις. ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους τινὰς καὶ ὥσπερ ἐνθουσιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς, εἰ μέλλουσι μὴ πᾶν ὅ τι κεν ἐπʼ ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθῃ λέγειν μηδʼ εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλʼ ἐκλογῇ τε χρήσεσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων καὶ συνθέσει ταῦτα κοσμήσειν μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ. εἰς δὴ τοῦτο τὸ μέρος, ὃ δεῖ πρῶτον νέοις ἀσκεῖσθαι, συμβάλλομαί σοι μέλος εἰς ἔρωτα τὴν περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πραγματείαν ὀλίγοις μὲν ἐπὶ νοῦν ἐλθοῦσαν, ὅσοι τῶν ἀρχαίων ῥητορικὰς ἢ διαλεκτικὰς συνέγραψαν τέχνας, οὐδενὶ δʼ ἀκριβῶς οὐδʼ ἀποχρώντως μέχρι τοῦ παρόντος ἐξειργασμένην, ὡς ἐγὼ πείθομαι. ἐὰν δʼ ἐγγένηταί μοι σχολή, καὶ περὶ τῆς ἐκλογῆς τῶν ὀνομάτων ἑτέραν ἐξοίσω σοι γραφήν, ἵνα τὸν λεκτικὸν τόπον τελείως ἐξειργασμένον ἔχῃς. ἐκείνην μὲν οὖν τὴν πραγματείαν εἰς νέωτα πάλιν ὥραις ταῖς αὐταῖς προσδέχου θεῶν ἡμᾶς φυλαττόντων ἀσινεῖς τε καὶ ἀνόσους, εἰ δή ποτε ἡμῖν ἄρα τούτου πέπρωται βεβαίως τυχεῖν· νυνὶ δὲ ἣν τὸ δαιμόνιον ἐπὶ νοῦν ἤγαγέ μοι πραγματείαν δέχου. κεφάλαια δʼ αὐτῆς ἐστιν ἃ πρόκειταί μοι δεῖξαι ταῦτα, τίς τε ἐστὶν ἡ τῆς συνθέσεως φύσις καὶ τίνα ἰσχὺν ἔχει, καὶ τίνων στοχάζεται καὶ πῶς αὐτῶν τυγχάνει, καὶ τίνες αἱ γενικώταται αὐτῆς εἰσι διαφοραὶ καὶ τίς ἑκάστης χαρακτὴρ καὶ ποίαν κρατίστην αὐτῶν εἶναι πείθομαι, καὶ ἔτι πρὸς τούτοις, τί ποτʼ ἐστὶ τὸ ποιητικὸν ἐκεῖνο καὶ εὔγλωσσον καὶ μελιχρὸν ἐν ταῖς ἀκοαῖς, ὃ πέφυκε τῇ συνθέσει τῆς πεζῆς λέξεως παρακολουθεῖν, ποιητικῆς τε κατασκευῆς τὸν ἀποίητον ἐκμιμουμένης λόγον καὶ σφόδρα ἐν τῇ μιμήσει κατορθούσης εὖ τί τὸ κράτος καὶ διὰ ποίας ἂν ἐπιτηδεύσεως ἐγγένοιτο ἑκάτερον αὐτῶν. τοιαυτὶ μὲν δή τινά ἐστιν ὡς τύπῳ περιλαβεῖν ὑπὲρ ὧν μέλλω λέγειν. ἄρχεται δὲ ἐνθένδʼ ἡ πραγματεία.