δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι , καθάπερ ἡ παρʼ Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον, ἀφʼ οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν, ἡδίστην καὶ τιμιωτάτην ἑορτῶν ἐμοί· πλὴν οὔτε χειρῶν δημιούργημα πέμπω σοι τῶν ἐμῶν, ὡς ἐκείνη φησὶ διδοῦσα τῷ μειρακίῳ τὸν πέπλον, οὔτʼ ἐς γάμου μόνον ὥραν, καὶ γαμετῇ χάριν εὔθετον, ἀλλὰ ποίημα μὲν καὶ γέννημα παιδείας καὶ ψυχῆς τῆς ἐμῆς, κτῆμα δὲ σοὶ τὸ αὐτὸ καὶ χρῆμα πρὸς ἁπάσας τὰς ἐν τῷ βίῳ χρείας ὁπόσαι γίνονται διὰ λόγων ὠφέλιμον, ἀναγκαιότατον ἁπάντων χρημάτων, εἴ τι κἀγὼ τυγχάνω τῶν δεόντων φρονῶν, ἅπασι μὲν ὁμοίως τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους, ἐν ᾗ ποτʼ ἂν ἡλικίᾳ τε καὶ ἕξει τυγχάνωσιν ὄντες· μάλιστα δὲ τοῖς μειρακίοις τε καὶ νεωστὶ τοῦ μαθήματος ἁπτομένοις ὑμῖν, ὦ Ῥοῦφε Μετίλιε πατρὸς ἀγαθοῦ κἀμοὶ τιμιωτάτου φίλων. διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τῆς περὶ τὰ ὀνόματα, ὧν ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δόξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα ἡμᾶς ἐπιστήμη βραδεῖά ἐστι καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλικίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεώς ἐστι καὶ πολιαῖς κατηρτυμένης ἡλικίας ἡ τούτων κατάληψις οἰκειοτέρα, πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ ἀλλοτρίων συναυξομένη· τὸ δὲ περὶ τὰς λέξεις φιλόκαλον καὶ ταῖς νεαραῖς πέφυκε συνανθεῖν ἡλικίαις. ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους τινὰς καὶ ὥσπερ ἐνθουσιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς, εἰ μέλλουσι μὴ πᾶν ὅ τι κεν ἐπʼ ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθῃ λέγειν μηδʼ εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλʼ ἐκλογῇ τε χρήσεσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων καὶ συνθέσει ταῦτα κοσμήσειν μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ. εἰς δὴ τοῦτο τὸ μέρος, ὃ δεῖ πρῶτον νέοις ἀσκεῖσθαι, συμβάλλομαί σοι μέλος εἰς ἔρωτα τὴν περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πραγματείαν ὀλίγοις μὲν ἐπὶ νοῦν ἐλθοῦσαν, ὅσοι τῶν ἀρχαίων ῥητορικὰς ἢ διαλεκτικὰς συνέγραψαν τέχνας, οὐδενὶ δʼ ἀκριβῶς οὐδʼ ἀποχρώντως μέχρι τοῦ παρόντος ἐξειργασμένην, ὡς ἐγὼ πείθομαι. ἐὰν δʼ ἐγγένηταί μοι σχολή, καὶ περὶ τῆς ἐκλογῆς τῶν ὀνομάτων ἑτέραν ἐξοίσω σοι γραφήν, ἵνα τὸν λεκτικὸν τόπον τελείως ἐξειργασμένον ἔχῃς. ἐκείνην μὲν οὖν τὴν πραγματείαν εἰς νέωτα πάλιν ὥραις ταῖς αὐταῖς προσδέχου θεῶν ἡμᾶς φυλαττόντων ἀσινεῖς τε καὶ ἀνόσους, εἰ δή ποτε ἡμῖν ἄρα τούτου πέπρωται βεβαίως τυχεῖν· νυνὶ δὲ ἣν τὸ δαιμόνιον ἐπὶ νοῦν ἤγαγέ μοι πραγματείαν δέχου. κεφάλαια δʼ αὐτῆς ἐστιν ἃ πρόκειταί μοι δεῖξαι ταῦτα, τίς τε ἐστὶν ἡ τῆς συνθέσεως φύσις καὶ τίνα ἰσχὺν ἔχει, καὶ τίνων στοχάζεται καὶ πῶς αὐτῶν τυγχάνει, καὶ τίνες αἱ γενικώταται αὐτῆς εἰσι διαφοραὶ καὶ τίς ἑκάστης χαρακτὴρ καὶ ποίαν κρατίστην αὐτῶν εἶναι πείθομαι, καὶ ἔτι πρὸς τούτοις, τί ποτʼ ἐστὶ τὸ ποιητικὸν ἐκεῖνο καὶ εὔγλωσσον καὶ μελιχρὸν ἐν ταῖς ἀκοαῖς, ὃ πέφυκε τῇ συνθέσει τῆς πεζῆς λέξεως παρακολουθεῖν, ποιητικῆς τε κατασκευῆς τὸν ἀποίητον ἐκμιμουμένης λόγον καὶ σφόδρα ἐν τῇ μιμήσει κατορθούσης εὖ τί τὸ κράτος καὶ διὰ ποίας ἂν ἐπιτηδεύσεως ἐγγένοιτο ἑκάτερον αὐτῶν. τοιαυτὶ μὲν δή τινά ἐστιν ὡς τύπῳ περιλαβεῖν ὑπὲρ ὧν μέλλω λέγειν. ἄρχεται δὲ ἐνθένδʼ ἡ πραγματεία. ἡ σύνθεσις ἔστι μέν, ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παρʼ ἄλληλα τῶν τοῦ λόγου μορίων, ἃ δὴ καὶ στοιχεῖά τινες τῆς λέξεως καλοῦσιν. ταῦτα δὲ Θεοδέκτης μὲν καὶ Ἀριστοτέλης καὶ οἱ κατʼ ἐκείνους φιλοσοφήσαντες τοὺς χρόνους ἄχρι τριῶν προήγαγον, ὀνόματα καὶ ῥήματα καὶ συνδέσμους πρῶτα μέρη τῆς λέξεως ποιοῦντες. οἱ δὲ μετὰ τούτους γενόμενοι, καὶ μάλιστα οἱ τῆς Στωικῆς αἱρέσεως ἡγεμόνες, ἕως τεττάρων προὐβίβασαν, χωρίσαντες ἀπὸ τῶν συνδέσμων τὰ ἄρθρα. εἶθʼ οἱ μεταγενέστεροι τὰ προσηγορικὰ διελόντες ἀπὸ τῶν ὀνοματικῶν πέντε ἀπεφήναντο τὰ πρῶτα μέρη. ἕτεροι δὲ καὶ τὰς ἀντονομασίας ἀποζεύξαντες ἀπὸ τῶν ὀνομάτων ἕκτον στοιχεῖον τοῦτʼ ἐποίησαν. οἳ δὲ καὶ τὰ ἐπιρρήματα διελόντες ἀπὸ τῶν ῥημάτων καὶ τὰς προθέσεις ἀπὸ τῶν συνδέσμων καὶ τὰς μετοχὰς ἀπὸ τῶν προσηγορικῶν, οἳ δὲ καὶ ἄλλας τινὰς προσαγαγόντες τομὰς πολλὰ τὰ πρῶτα μόρια τῆς λέξεως ἐποίησαν· ὑπὲρ ὧν οὐ μικρὸς ἂν εἴη λόγος. πλὴν ἥ γε τῶν πρώτων εἴτε τριῶν ἢ τεττάρων εἴθʼ ὅσων δή ποτε ὄντων μερῶν πλοκὴ καὶ παράθεσις τὰ λεγόμενα ποιεῖ κῶλα, ἔπειθʼ ἡ τούτων ἁρμονία τὰς καλουμένας συμπληροῖ περιόδους, αὗται δὲ τὸν σύμπαντα τελειοῦσι λόγον. ἔστι δὴ τῆς συνθέσεως ἔργα τά τε ὀνόματα οἰκείως θεῖναι παρʼ ἄλληλα καὶ τοῖς κώλοις ἀποδοῦναι τὴν προσήκουσαν ἁρμονίαν καὶ ταῖς περιόδοις διαλαβεῖν εὖ τὸν λόγον. δευτέρα δʼ οὖσα μοῖρα τῶν περὶ τὸν λεκτικὸν τόπον θεωρημάτων κατὰ γοῦν τὴν τάξιν ʽἡγεῖται γὰρ ἡ τῶν ὀνομάτων ἐκλογὴ καὶ προὑφίσταται ταύτης κατὰ φύσιν’ ἡδονὴν καὶ πειθὼ καὶ κράτος ἐν τοῖς λόγοις οὐκ ὀλίγῳ κρείττονʼ ἐκείνης ἔχει. καὶ μηδεὶς ἡγήσηται παράδοξον, εἰ πολλῶν καὶ μεγάλων ὄντων θεωρημάτων περὶ τὴν ἐκλογήν, ὑπὲρ ὧν πολὺς ἐγένετο φιλοσόφοις τε καὶ πολιτικοῖς ἀνδράσι λόγος, ἡ σύνθεσις δευτέραν ἔχουσα χώραν τῇ τάξει καὶ λόγων οὐδὲ πολλοῦ δεῖ τῶν ἴσων ἐκείνῃ τυχοῦσα τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν ὥστε περιεῖναι πάντων τῶν ἐκείνης ἔργων καὶ κρατεῖν, ἐνθυμούμενος ὅτι καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ὅσαι διαφόρους ὕλας λαμβάνουσαι συμφορητὸν ἐκ τούτων ποιοῦσι τὸ τέλος, ὡς οἰκοδομική τε καὶ τεκτονικὴ καὶ ποικιλτικὴ καὶ ὅσαι ταύταις εἰσὶν ὁμοιογενεῖς, αἱ συνθετικαὶ δυνάμεις τῇ μὲν τάξει δεύτεραι τῶν ἐκλεκτικῶν εἰσι, τῇ δὲ δυνάμει πρότεραι· ὥστʼ εἰ καὶ τῷ λόγῳ τὸ αὐτὸ συμβέβηκεν, οὐκ ἄτοπον ἡγητέον. οὐδὲν δὲ κωλύει καὶ πίστεις παρασχεῖν τοῦ προκειμένου, μή τι δόξωμεν ἐξ ἑτοίμου λαμβάνειν τῶν ἀμφισβήτησιν ἐχόντων λόγων. ἔστι τοίνυν πᾶσα λέξις ᾗ σημαίνομεν τὰς νοήσεις ἣ μὲν ἔμμετρος, ἣ δὲ ἄμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τʼ ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον, ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχεν ῥιπτουμένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς φιλόσοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου. ἕτεροι δʼ εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δʼ αὐτὰ ἡδέως καὶ περιττῶς πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ ὀνόματα πρὸς τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελος διανοίας ἐστὶ χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω κἀνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περιθήσει. ἵνα δὲ μὴ δόξω φάσιν ἀναπόδεικτον λέγειν, ἐξ ὧν ἐπείσθην κρεῖττον εἶναι καὶ τελειότερον ἄσκημα τῆς ἐκλογῆς τὴν σύνθεσιν, ἔργῳ πειράσομαι δεικνύναι, ἐμμέτρων τε καὶ πεζῶν λόγων ἀπαρχὰς ὀλίγας προχειρισάμενος. λαμβανέσθω δὲ ποιητῶν μὲν Ὅμηρος, συγγραφέων δὲ Ἡρόδοτος· ἀπόχρη γὰρ ἐκ τούτων καὶ περὶ τῶν ἄλλων εἰκάσαι. ἔστι δὴ παρʼ Ὁμήρῳ μὲν ὁ παρὰ τῷ συβώτῃ καταγόμενος Ὀδυσσεὺς περὶ τὴν ἑωθινὴν ὥραν ἀκρατίζεσθαι μέλλων, ὡς τοῖς παλαιοῖς ἔθος ἦν· ἔπειτα ὁ Τηλέμαχος αὐτοῖς ἐπιφαινόμενος ἐκ τῆς εἰς Πελοπόννησον ἀποδημίας· πραγμάτιʼ ἄττα βιωτικὰ ἡρμηνευμένα ὑπέρευ. ποῦ δʼ ἐστὶν ἡ τῆς ἑρμηνείας ἀρετή, τὰ ποιήματα δηλώσει παρατεθέντα αὐτά· τὼ δʼ αὖτʼ ἐν κλισίῃς Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντʼ ἄριστον ἅμʼ ἠοῖ κειαμένω πῦρ ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι. Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας, ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν· αἶψα δʼ ἂρ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα· Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω. οὔπω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης· ἐκ δʼ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον. ὃ δʼ ἀντίος ἔδραμʼ ἄνακτος· κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ. ταῦθʼ ὅτι μὲν ἐπάγεται καὶ κηλεῖ τὰς ἀκοὰς ποιημάτων τε τῶν πάνυ ἡδίστων οὐδενὸς ἥττω μοῖραν ἔχει, πάντες ἂν εὖ οἶδʼ ὅτι μαρτυρήσειαν. ποῦ δὲ αὐτῶν ἐστιν ἡ πειθὼ καὶ διὰ τί τοιαῦτά ἐστι, πότερον διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἢ διὰ τὴν σύνθεσιν; οὐδεὶς ἂν εἴποι διὰ τὴν ἐκλογήν, ὡς ἐγὼ πείθομαι· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων ὀνομάτων πέπλεκται πᾶσα ἡ λέξις, οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς καὶ χειροτέχνης καὶ πᾶς ὁ μηδεμίαν ὤραν τοῦ λέγειν εὖ ποιούμενος ἐξ ἑτοίμου λαβὼν ἐχρήσατο. λυθέντος γοῦν τοῦ μέτρου φαῦλα φανήσεται τὰ αὐτὰ ταῦτα καὶ ἄζηλα· οὔτε γὰρ μεταφοραί τινες ἔνεισιν εὐγενεῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτʼ ἄλλη τροπικὴ διάλεκτος οὐδεμία, οὐδὲ δὴ γλῶτται παλαιαί τινες οὐδὲ ξένα ἢ πεποιημένα ὀνόματα. τί οὖν λείπεται μὴ οὐχὶ τὴν σύνθεσιν τοῦ κάλλους τῆς ἑρμηνείας αἰτιᾶσθαι; τοιαῦτα δʼ ἐστὶ παρὰ τῷ ποιητῇ μυρία, ὡς εὖ οἶδʼ ὅτι πάντες ἴσασιν· ἐμοὶ δʼ ὑπομνήσεως ἕνεκα λέγοντι ἀρκεῖ ταῦτα μόνα εἰρῆσθαι. φέρε δὴ μεταβῶμεν ἤδη καὶ ἐπὶ τὴν πεζὴν διάλεκτον καὶ σκοπῶμεν, εἰ κἀκείνῃ τοῦτο συμβέβηκε τὸ πάθος, ὥστε παρὰ μικρὰ καὶ φαῦλα πράγματά τε καὶ ὀνόματα συνταχθέντα καλῶς μεγάλας ἡδονὰς γίνεσθαι καὶ χάριτας. ἔστι δὴ παρὰ τῷ Ἡροδότῳ βασιλεύς τις Λυδῶν, ὃν ἐκεῖνος Κανδαύλην καλεῖ, Μυρσίλον δὲ καλεῖσθαί φησιν ὑφʼ Ἑλλήνων, τῆς ἑαυτοῦ γυναικὸς ἐρῶν, ἔπειτα ἀξιῶν τινα τῶν ἑταίρων αὐτοῦ γυμνὴν τὴν ἄνθρωπον ἰδεῖν, ὃ δὲ ἀπομαχόμενος μὴ ἀναγκασθῆναι, ὡς δὲ οὐκ ἔπειθεν, ὑπομένων τε καὶ θεώμενος αὐτήν—πρᾶγμα οὐχ ὅτι σεμνὸν ἢ καλλιλογεῖσθαι ἐπιτήδειον, ἀλλὰ καὶ παιδικὸν καὶ ἐπικίνδυνον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρῳ· ἀλλʼ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. ἵνα δὲ μή τις ὑπολάβῃ τὴν διάλεκτον εἶναι τῆς ἡδονῆς αἰτίαν τῇ λέξει, μεταθεὶς αὐτῆς τὸν χαρακτῆρα εἰς τὴν Ἀτθίδα γλῶτταν καὶ οὐδὲν ἄλλο περιεργασάμενος οὕτως ἐξοίσω τὸν διάλογον. Γύγη, οὐ γάρ σε δοκῶ πείθεσθαί μοι λέγοντι περὶ τοῦ εἴδους τῆς γυναικός· ὦτα γὰρ τυγχάνει ἀνθρώποις ὄντα ἀπιστότερα ὀφθαλμῶν· ποίει ὅπως ἐκείνην θεάσῃ γυμνήν. ὃ δʼ ἀναβοήσας εἶπε· δέσποτα, τίνα λόγον λέγεις οὐχ ὑγιᾶ, κελεύων με δέσποιναν τὴν ἐμὴν θεάσασθαι γυμνήν; ἅμα δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. πάλαι δὲ τὰ καλὰ ἀνθρώποις ἐξεύρηται, ἐξ ὧν μανθάνειν δεῖ· ἐν οἷς ἓν τόδʼ ἐστίν, ὁρᾶν τινα τὰ ἑαυτοῦ. ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασῶν γυναικῶν καλλίστην, καὶ σοῦ δέομαι μὴ δεῖσθαι ἀνόμων. ὃ μὲν δὴ λέγων ταῦτα ἀπεμάχετο ..., ὃ δʼ ἠμείβετο τοῖσδε· θάρσει Γύγη, καὶ μὴ φοβοῦ μήτʼ ἐμέ, ὡς πειρώμενόν σου λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν ἐμήν, μή τί σοι ἐξ αὐτῆς γένηται βλάβος. ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτως, ὥστε μηδὲ μαθεῖν αὐτὴν ὀφθεῖσαν ὑπὸ σοῦ. ἀγαγὼν γάρ σε εἰς τὸ οἴκημα, ἐν ᾧ κοιμώμεθα, ὄπισθε τῆς ἀνοιγομένης θύρας στήσω· μετὰ δὲ ἐμὲ εἰσελθόντα παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ εἰς κοίτην. κεῖται δʼ ἐγγὺς τῆς εἰσόδου θρόνος· ἐπὶ τοῦτον τῶν ἱματίων καθʼ ἓν ἕκαστον ἐκδῦσα θήσει, καὶ καθʼ ἡσυχίαν πολλὴν παρέσται σοι θεάσασθαι. ὅταν δʼ ἀπὸ τοῦ θρόνου πορεύηται ἐπὶ τὴν εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐντεῦθεν, ὅπως μή σε ὄψεται ἀπιόντα διὰ θυρῶν. ὃ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἕτοιμος ἦν ποιεῖν ταῦτα . οὐκ ἂν ἔχοι τις οὐδὲ ἐνταῦθα εἰπεῖν, ὅτι τὸ ἀξίωμα καὶ ἡ σεμνότης τῶν ὀνομάτων εὔμορφον πεποίηκε τὴν φράσιν· ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθηκεν σύμβολα τοῖς πράγμασιν· οὐδὲ γὰρ ἥρμοττεν ἴσως κρείττοσι χρήσασθαι ἑτέροις. ἀνάγκη δὲ δή που, ὅταν τοῖς κυριωτάτοις τε καὶ προσεχεστάτοις ὀνόμασιν ἐκφέρηται, τὰ νοήματα μηδὲν σεμνότερʼ εἶναι, ἢ οἷά ἐστιν ἐκεῖνα . ὅτι δὲ οὐδὲν ἐν αὐτοῖς ἐστι σεμνὸν οὐδὲ περιττόν, ὁ βουλόμενος εἴσεται μεταθεὶς οὐδὲν ὅ τι μὴ τὴν ἁρμονίαν. πολλὰ δὲ καὶ παρὰ τούτῳ τῷ ἀνδρὶ τοιαῦτά ἐστιν, ἐξ ὧν ἄν τις τεκμήραιτο, ὅτι οὐκ ἐν τῷ κάλλει τῶν ὀνομάτων ἡ πειθὼ τῆς ἑρμηνείας ἦν, ἀλλʼ ἐν τῇ συζυγίᾳ. καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα. ἵνα δὲ πολὺ μᾶλλον αἴσθηταί τις, ὅσην ἔχει ῥώμην ἡ συνθετικὴ δύναμις ἔν τε ποιήμασι καὶ λόγοις, λήψομαί τινας εὖ ἔχειν δοκούσας λέξεις, ὧν τὰς ἁρμονίας μεταθεὶς ἀλλοῖα φαίνεσθαι ποιήσω καὶ τὰ μέτρα καὶ τοὺς λόγους. λαμβανέσθω δὲ πρῶτον μὲν ἐκ τῶν Ὁμηρικῶν ταῦτα· ἀλλʼ ἔχεν ὥστε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο. τοῦτο τὸ μέτρον ἡρῷόν ἐστιν ἑξάπουν τέλειον, κατὰ δάκτυλον πόδα βαινόμενον. ἐγὼ δὴ τῶν ὀνομάτων τούτων μετακινήσας τὴν σύνθεσιν τοὺς αὐτοὺς στίχους ἀντὶ μὲν ἑξαμέτρων ποιήσω τετραμέτρους, ἀντὶ δὲ ἡρωϊκῶν προσοδιακοὺς τὸν τρόπον τοῦτον· ἀλλʼ ἔχεν ὥστε γυνὴ χερνῆτις τάλαντʼ ἀληθής, ἥ τις εἴριον ἀμφὶ καὶ σταθμὸν ἔχουσʼ ἀνέλκει ἰσάζουσʼ, ἵνʼ ἀεικέα παισὶν ἄροιτο μισθόν. τοιαῦτά ἐστι τὰ πριάπεια , ὑπό τινων δʼ ἰθυφάλλια λεγόμενα ταυτί· οὐ βέβηλος, ὦ τελέται τοῦ νέου Διονύσου ... κἀγὼ δʼ ἐξ εὐεργεσίης ὠργιασμένος ἥκω. ἄλλους πάλιν λαβὼν στίχους Ὁμηρικούς, οὔτε προσθεὶς αὐτοῖς οὐδὲν οὔτε ἀφελών, τὴν δὲ σύνθεσιν ἀλλάξας μόνον ἕτερον ἀποδώσω γένος τὸ τετράμετρον καλούμενον Ἰωνικόν· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς. τοιαῦτʼ ἐστὶ τὰ Σωτάδεια ταυτί· ἔνθʼ οἳ μὲν ἐπʼ ἄκραισι πυραῖς νέκυες ἔκειντο γῆς ἐπὶ ξένης, ὀρφανὰ τείχεα προλιπόντες Ἑλλάδος ἱερῆς καὶ μυχὸν ἑστίης πατρῴης, ἥβην τʼ ἐρατὴν καὶ καλὸν ἡλίου πρόσωπον. ἐδυνάμην δʼ ἂν ἔτι πολλὰς ἰδέας μέτρων καὶ διαφόρους εἰς τὸν ἡρωϊκὸν ἐμπιπτούσας στίχον ἐπιδεικνύναι, τὸ δʼ αὐτὸ καὶ τοῖς ἄλλοις ὀλίγου δεῖν πᾶσι συμβεβηκὸς μέτροις τε καὶ ῥυθμοῖς ἀποφαίνειν, ὥστε τῆς μὲν ἐκλογῆς τῶν ὀνομάτων τῆς αὐτῆς μενούσης, τῆς δὲ συνθέσεως μόνης μεταπεσούσης τά τε μέτρα μεταρρυθμίζεσθαι καὶ συμμεταπίπτειν αὐτοῖς τὰ σχήματα, τὰ χρώματα, τὰ ἤθη, τὰ πάθη, τὴν ὅλην τῶν ποιημάτων ἀξίωσιν· ἀλλʼ ἀναγκασθήσομαι πλειόνων ἅψασθαι θεωρημάτων, ὧν ἔνια ὀλίγοις πάνυ ἐστὶ γνώριμα. ἐπὶ πολλῶν δʼ ἴσως καὶ οὐχ ἥκιστα ἐπὶ τῶν τοιούτων καλῶς ἂν ἔχοι τὰ Εὐριπίδεια ταῦτα ἐπενεγκεῖν· μή μοι λεπτῶν θίγγανε μύθων, ψυχή· τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις σεμνύνεσθαι παρʼ ὁμοίοις. ταῦτα μὲν οὖν ἐάσειν μοι δοκῶ κατὰ τὸ παρόν. ὅτι δὲ καὶ ἡ πεζὴ λέξις τὸ αὐτὸ δύναται παθεῖν τῇ ἐμμέτρῳ μενόντων μὲν τῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, πάρεστι τῷ βουλομένῳ σκοπεῖν. λήψομαι δʼ ἐκ τῆς Ἡροδότου λέξεως τὴν ἀρχὴν τῆς ἱστορίας, ἐπειδὴ καὶ γνώριμός ἐστι τοῖς πολλοῖς, μεταθεὶς τὸν χαρακτῆρα τῆς διαλέκτου μόνον. Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δʼ Ἀλυάττου, τύραννος δʼ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ· ὃς ῥέων ἀπὸ μεσημβρίας μεταξὺ Σύρων τε καὶ Παφλαγόνων ἐξίησι πρὸς βορέαν ἄνεμον εἰς τὸν Εὔξεινον καλούμενον πόντον . μετατίθημι τῆς λέξεως ταύτης τὴν ἁρμονίαν, καὶ γενήσεταί μοι οὐκέτι ὑπαγωγικὸν τὸ πλάσμα οὐδʼ ἱστορικόν, ἀλλʼ ὀρθὸν μᾶλλον καὶ ἐναγώνιον· Κροῖσος ἦν υἱὸς μὲν Ἀλυάττου, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἅλυος ποταμοῦ ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων μεταξὺ Σύρων καὶ Παφλαγόνων εἰς τὸν Εὔξεινον καλούμενον πόντον ἐκδίδωσι πρὸς βορέαν ἄνεμον. οὗτος ὁ χαρακτὴρ οὐ πολὺ ἀπέχειν ἂν δόξειεν τῶν Θουκυδίδου τούτων· Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον κόλπον· προσοικοῦσι δʼ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος. πάλιν δὲ ἀλλάξας τὴν αὐτὴν λέξιν ἑτέραν αὐτῇ μορφὴν ἀποδώσω τὸν τρόπον τοῦτον· Ἀλυάττου μὲν υἱὸς ἦν Κροῖσος, γένος δὲ Λυδός, τῶν δʼ ἐντὸς Ἅλυος ποταμοῦ τύραννος ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων Σύρων τε καὶ Παφλαγόνων μεταξὺ πρὸς βορέαν ἐξίησιν ἄνεμον ἐς τὸν καλούμενον πόντον Εὔξεινον . Ἡγησιακὸν τὸ σχῆμα τοῦτο τῆς συνθέσεως, μικρόκομψον, ἀγεννές, μαλθακόν· τούτων γὰρ τῶν λήρων ἱερεὺς ἐκεῖνος ἁνὴρ τοιαῦτα γράφων· ἐξ ἀγαθῆς ἑορτῆς ἀγαθὴν ἄγομεν ἄλλην. ἀπὸ Μαγνησίας εἰμὶ τῆς μεγάλης Σιπυλεύς. οὐ γὰρ μικρὰν εἰς Θηβαίων ὕδωρ ἔπτυσεν ὁ Διόνυσος· ἡδὺ μὲν γάρ ἐστι, ποιεῖ δὲ μαίνεσθαι. ἅλις ἔστω παραδειγμάτων. ἱκανῶς γὰρ οἴομαι πεποιηκέναι φανερὸν ὃ προὔκειτό μοι, ὅτι μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον ἐποίει φαίνεσθαι, τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι, κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας ὑακινθίνῳ ἄνθει ὁμοίας. αὕτη τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δʼ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτʼ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα. τοῖς μὲν οὖν ἀρχαίοις ὀλίγου δεῖν πᾶσι πολλὴ ἐπιτήδευσις ἦν αὐτοῦ, παρʼ ὃ καὶ καλά ἐστιν αὐτῶν τά τε μέτρα καὶ τὰ μέλη καὶ οἱ λόγοι· τοῖς δὲ μεταγενεστέροις οὐκέτι πλὴν ὀλίγων· χρόνῳ δʼ ὕστερον παντάπασιν ἠμελήθη καὶ οὐδεὶς ᾤετο δεῖν ἀναγκαῖον αὐτὸ εἶναι οὐδὲ συμβάλλεσθαί τι τῷ κάλλει τῶν λόγων· τοιγάρτοι τοιαύτας συντάξεις κατέλιπον οἵας οὐδεὶς ὑπομένει μέχρι κορωνίδος διελθεῖν, Φύλαρχον λέγω καὶ Δοῦριν καὶ Πολύβιον καὶ Ψάωνα καὶ τὸν Καλλατιανὸν Δημήτριον Ἱερώνυμόν τε καὶ Ἀντίγονον καὶ Ἡρακλείδην καὶ Ἡγησιάνακτα καὶ ἄλλους μυρίους· ὧν ἁπάντων εἰ τὰ ὀνόματα βουλοίμην λέγειν, ἐπιλείψει με ὁ τῆς ἡμέρας χρόνος. καὶ τί δεῖ τούτους θαυμάζειν, ὅπου γε καὶ οἱ φιλοσοφίαν ἐπαγγελλόμενοι καὶ τὰς διαλεκτικὰς ἐκφέροντες τέχνας οὕτως εἰσὶν ἄθλιοι περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων ὥστε αἰδεῖσθαι καὶ λέγειν; ἀπόχρη δὲ τεκμηρίῳ χρήσασθαι τοῦ λόγου Χρυσίππῳ τῷ Στωϊκῷ ʽπεραιτέρῳ γὰρ οὐκ ἂν προβαῖεν̓· τούτου γὰρ οὔτʼ ἄμεινον οὐδεὶς τὰς διαλεκτικὰς τέχνας ἠκρίβωσεν οὔτε ἁρμονίᾳ χείρονι συνταχθέντας ἐξήνεγκε λόγους τῶν γοῦν ὀνόματος καὶ δόξης ἀξιωθέντων. καίτοι σπουδάζεσθαί γέ τινες προσεποιήθησαν αὐτῶν καὶ περὶ τοῦτο τὸ μέρος ὡς ἀναγκαῖον ὂν τῷ λόγῳ καὶ τέχνας γέ τινας ἔγραψαν ὑπὲρ τῆς συντάξεως τῶν τοῦ λόγου μορίων· ἀλλὰ πολύ τι πάντες ἀπὸ τῆς ἀληθείας ἀπεπλάγχθησαν καὶ οὐδʼ ὄναρ εἶδον, τί ποτʼ ἐστὶ τὸ ποιοῦν ἡδεῖαν καὶ καλὴν τὴν σύνθεσιν. ἐγώ γʼ οὖν ὅτʼ ἔγνων συντάττεσθαι ταύτην τὴν ὑπόθεσιν, ἐζήτουν εἴ τι τοῖς πρότερον εἴρηται περὶ αὐτῆς καὶ μάλιστα τοῖς ἀπὸ τῆς Στοᾶς φιλοσόφοις, εἰδὼς τοὺς ἄνδρας οὐ μικρὰν φροντίδα τοῦ λεκτικοῦ τόπου ποιουμένους· δεῖ γὰρ αὐτοῖς τἀληθῆ μαρτυρεῖν. οὐδαμῇ δʼ οὐδὲν εἰρημένον ὑπʼ οὐδενὸς ὁρῶν τῶν γοῦν ὀνόματος ἠξιωμένων οὔτε μεῖζον οὔτʼ ἔλαττον εἰς ἣν ἐγὼ προῄρημαι πραγματείαν, ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις διττὰς ἐπιγραφὴν ἐχούσας περὶ τῆς συντάξεως τῶν τοῦ λόγου μερῶν οὐ ῥητορικὴν θεωρίαν ἐχούσας ἀλλὰ διαλεκτικήν, ὡς ἴσασιν οἱ τὰς βύβλους ἀνεγνωκότες, ὑπὲρ ἀξιωμάτων συντάξεως ἀληθῶν τε καὶ ψευδῶν καὶ δυνατῶν καὶ ἀδυνάτων ἐνδεχομένων τε καὶ μεταπιπτόντων καὶ ἀμφιβόλων καὶ ἄλλων τινῶν τοιουτοτρόπων, οὐδεμίαν οὔτʼ ὠφέλειαν οὔτε χρείαν τοῖς πολιτικοῖς λόγοις συμβαλλομένας εἰς γοῦν ἡδονὴν καὶ κάλλος ἑρμηνείας, ὧν δεῖ στοχάζεσθαι τὴν σύνθεσιν· ταύτης μὲν τῆς πραγματείας ἀπέστην, ἐσκόπουν δʼ αὐτὸς ἐπʼ ἐμαυτοῦ γενόμενος, εἴ τινα δυναίμην εὑρεῖν φυσικὴν ἀφορμήν, ἐπειδὴ παντὸς πράγματος καὶ πάσης ζητήσεως αὕτη δοκεῖ κρατίστη εἶναι ἀρχή. ἁψάμενος δέ τινων θεωρημάτων καὶ δόξας ὁδῷ μοι τὸ πρᾶγμα χωρεῖν ὡς ἔμαθον ἑτέρωσέ ποι ταύτην ἄγουσαν ἐμὲ τὴν ὁδόν, οὐχ ὅποι ἐπορευόμην καὶ ἀναγκαῖον ἦν ἐλθεῖν, ἀπέστην. κωλύσει δʼ οὐδὲν ἴσως κἀκείνης ἅψασθαι τῆς θεωρίας καὶ τὰς αἰτίας εἰπεῖν διʼ ἃς ἐξέλιπον αὐτήν, ἵνα μή με δόξῃ τις ἀγνοίᾳ παρελθεῖν αὐτὴν ἀλλὰ προαιρέσει. ἐδόκει δή μοι τῇ φύσει μάλιστα ἡμᾶς ἑπομένους οὕτω δεῖν ἁρμόττειν τὰ μόρια τοῦ λόγου, ὡς ἐκείνη βούλεται. αὐτίκα τὰ ὀνόματα πρότερα ἠξίουν τάττειν τῶν ῥημάτων ʽτὰ μὲν γὰρ τὴν οὐσίαν δηλοῦν, τὰ δὲ τὸ συμβεβηκός, πρότερον δʼ εἶναι τῇ φύσει τὴν οὐσίαν τῶν συμβεβηκότων̓, ὡς τὰ Ὁμηρικὰ ἔχει ταυτί· ἄνδρά μοι ἔννεπε Μοῦσα πολύτροπον καὶ μῆνιν ἄειδε, θεά καὶ ἠέλιος δʼ ἀνόρουσε λιπών καὶ τὰ παραπλήσια τούτοις· ἡγεῖται μὲν γὰρ ἐν τούτοις τὰ ὀνόματα, ἕπεται δὲ τὰ ῥήματα. πιθανὸς ὁ λόγος, ἀλλʼ οὐκ ἀληθὴς ἔδοξεν εἶναί μοι. ἕτερα γοῦν παράσχοι τις ἂν παραδείγματα παρὰ τῷ αὐτῷ ποιητῇ κείμενα ἐναντίως συντεταγμένα ἢ ταῦτα συντέτακται, καλὰ δὲ οὐχ ἧττον καὶ πιθανά. οἷά τινά ἐστι ταῦτα· κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη καὶ ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ... μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ. ἐν γὰρ τούτοις ἡγεῖται μὲν τὰ ῥήματα, ὑποτέτακται δὲ τὰ ὀνόματα· καὶ οὐδεὶς ἂν αἰτιάσαιτο τὴν σύνταξιν ταύτην ὡς ἀηδῆ. ἔτι πρὸς τούτοις ἄμεινον ἐδόκουν εἶναι τὰ ῥήματα προτάττειν τῶν ἐπιρρημάτων, ἐπειδὴ πρότερόν ἐστι τῇ φύσει τὸ ποιοῦν ἢ πάσχον τῶν συνεδρευόντων αὐτοῖς, τρόπου λέγω καὶ τόπου καὶ χρόνου καὶ τῶν παραπλησίων, ἃ δὴ καλοῦμεν ἐπιρρήματα, παραδείγμασι χρώμενος τούτοις· τύπτε δʼ ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικής ... ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν ... ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρός. ἐν ἅπασι γὰρ δὴ τούτοις ὕστερα τέτακται ἅμα τῶν ῥημάτων τὰ ἐπιρρήματα. καὶ τοῦτο πιθανὸν μὲν ὡς τὸ πρῶτον, οὐκ ἀληθὲς δὲ ὡς οὐδʼ ἐκεῖνο. τάδε γὰρ δὴ παρὰ τῷ αὐτῷ ποιητῇ ἐναντίως εἴρηται· βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσι ... σήμερον ἄνδρα φάοσδε μογοστόκος Εἰλείθυια ἐκφανεῖ. ἆρʼ οὖν τι χείρω γέγονε τὰ ποιήματα ὑποταχθέντων τοῖς ἐπιρρήμασι τῶν ῥημάτων; οὐδεὶς ἂν εἴποι. ἔτι καὶ τόδε ᾤμην δεῖν μὴ παρέργως φυλάττειν, ὅπως τὰ πρότερα τοῖς χρόνοις καὶ τῇ τάξει πρότερα λαμβάνηται· οἷά ἐστι ταῦτα· αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν καὶ λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀιστός καὶ σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια· ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ. νὴ Δία, φαίη τις ἄν, εἴ γε μὴ καὶ ἄλλα ἦν πολλὰ οὐχ οὕτω συντεταγμένα ποιήματα οὐδὲν ἧττον ἢ ταῦτα καλά· πλῆξε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων, πρότερον γὰρ δή που τὸ ἐπανατείνασθαί ἐστι τοῦ πλῆξαι. καὶ ἔτι ἤλασεν ἄγχι στάς, πέλεκυς δʼ ἀπέκοψε τένοντας αὐχενίους, πρῶτον γὰρ δή που προσῆκεν τῷ μέλλοντι τὸν πέλεκυν ἐμβάλλειν εἰς τοὺς τένοντας τοῦ ταύρου τὸ στῆναι αὐτοῦ πλησίον. ἔτι πρὸς τούτοις ἠξίουν τὰ μὲν ὀνοματικὰ προτάττειν τῶν ἐπιθέτων, τὰ δὲ προσηγορικὰ τῶν ὀνοματικῶν, τὰς δʼ ἀντονομασίας τῶν προσηγορικῶν, ἔν τε τοῖς ῥήμασι φυλάττειν, ἵνα τὰ ὀρθὰ τῶν ἐγκλινομένων ἡγῆται καὶ τὰ παρεμφατικὰ τῶν ἀπαρεμφάτων, καὶ ἄλλα τοιαῦτα πολλά. πάντα δὲ ταῦτα διεσάλευεν ἡ πεῖρα καὶ τοῦ μηδενὸς ἄξια ἀπέφαινε. τοτὲ μὲν γὰρ ἐκ τούτων ἐγίνετο καὶ τῶν ὁμοίων αὐτοῖς ἡδεῖα ἡ σύνθεσις καὶ καλή, τοτὲ δʼ ἐκ τῶν μὴ τοιούτων ἀλλʼ ἐναντίων. διὰ ταύτας μὲν δὴ τὰς αἰτίας τῆς τοιαύτης θεωρίας ἀπέστην. ἐμνήσθην δʼ αὐτῶν καὶ νῦν οὐχ ὡς σπουδῆς ἀξίων, καὶ τὰς διαλεκτικὰς παρεθέμην τέχνας οὐχ ὡς ἀναγκαίας, ἀλλʼ ἵνα μηδεὶς δοκῶν ἔχειν τι αὐτὰς χρήσιμον εἰς τὴν παροῦσαν θεωρίαν περὶ πολλοῦ ποιῆται εἰδέναι, θηρευθεὶς ταῖς ἐπιγραφαῖς τῶν πραγματειῶν ὁμοιότητά τινα ἐχούσαις καὶ τῇ δόξῃ τῶν συνταξαμένων αὐτάς. ἐπάνειμι δὴ ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀφʼ ἧς εἰς ταῦτʼ ἐξέβην, ὅτι πολλὴ πρόνοια τοῖς ἀρχαίοις ἦν καὶ ποιηταῖς καὶ συγγραφεῦσι φιλοσόφοις τε καὶ ῥήτορσι τῆς ἰδέας ταύτης, καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλήλαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν, τέχνη δέ τις ἦν παρʼ αὐτοῖς καὶ θεωρήματα οἷς χρώμενοι συνετίθεσαν εὖ. τίνα δʼ ἦν τὰ θεωρήματα ταῦτα, ἐγὼ πειράσομαι διδάσκειν, ὡς ἂν οἷός τε ὦ, ὅσα μοι δύναμις ἐγένετο συνεξευρεῖν, οὐχ ἅπαντα λέγων ἀλλʼ αὐτὰ τὰ ἀναγκαιότατα.