<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="8"><p rend="align(indent)">ὅταν δὲ ἀντὶ τοῦ ποιητικοῦ τὸ παθητικὸν παραλαμβάνῃ, τοῦτον σχηματίζει τὸν τρόπον· <q rend="single">ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν</q>· βούλεται μὲν γὰρ δηλοῦν· <q rend="single">ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις συνήλλαξαν</q>, παρείληφεν δὲ τὸ ἐνηλλάγησαν παθητικὸν ὑπάρχον ἀντὶ ποιητικοῦ τοῦ συνήλλαξαν. καὶ τὸ ἐπιφερόμενον τούτῳ· <q rend="single">τοὺς δʼ ἐν τῇ μεσογείᾳ μᾶλλον κατῳκημένους</q>· ἀντὶ γὰρ τοῦ ποιητικοῦ ῥήματος τοῦ κατῳκηκότας τὸ παθητικὸν παρείληφεν τὸ κατῳκημένους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="9"><p rend="align(indent)">παρὰ δὲ τὰς τῶν ἑνικῶν τε καὶ πληθυντικῶν διαφοράς, <milestone unit="reiskpage" n="798"/> ὅταν ἐναλλάττῃ τὴν ἑκατέρου τούτων τάξιν, ἑνικὰ μὲν ἀντὶ πληθυντικῶν οὕτως ἐκφέρει· <q rend="single">καὶ εἴ <pb n="p.429"/> τῳ ἄρα παρέστηκεν τὸν μὲν Συρακόσιον, αὑτὸν δὲ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ·</q> βούλεται μὲν γὰρ τοὺς Συρακοσίους λέγειν καὶ τοὺς Ἀθηναίους, πεποίηκεν δὲ τῶν ὀνομάτων ἑκάτερον ἑνικόν. καὶ ἐν οἷς φησιν· <q rend="single">καὶ τὸν πολέμιον δεινότερον ἕξομεν, μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως</q>· τοὺς γὰρ πολεμίους ἐσχημάτικεν ἑνικῶς, οὐχὶ πληθυντικῶς. ἀντὶ δὲ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν παραλαμβάνει τοῦτον τὸν τρόπον ἐξαλλάττων τὴν συνήθη φράσιν· κεῖται δὲ ἡ λέξις <add>ἐν</add> τῷ προοιμίῳ τοῦ ἐπιταφίου· <q rend="single">μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσιν περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν</q>· τὸ γὰρ ἕκαστος καὶ τὸ ἤκουσεν ἑνικά, τὰ δʼ ἐπιφερόμενα τούτοις πληθυντικῶς ἐξενήνεκται· <q rend="single">τῷ δὲ ὑπερβάλλοντι αὐτὸν <milestone unit="reiskpage" n="799"/> φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν</q> οὐ καθʼ ἑνὸς λέγεσθαι πεφύκασιν, ἀλλὰ κατὰ πολλῶν. </p></div></div></body></text></TEI>