<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="6"><p rend="align(indent)">ὅταν δὲ ἀντιστρέψας ἑκατέρου τούτων τὴν φύσιν τὰ ὀνόματα ποιῇ ῥήματα, τοῦτον τὸν τρόπον ἐκφέρει τὴν λέξιν, ὡς ἐν τῇ πρώτῃ βύβλῳ περὶ τῆς αἰτίας τοῦ πολέμου γράφει· <q rend="single">τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν, λόγῳ δὲ ἀφανεστάτην, τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν.</q> βούλεται γὰρ δηλοῦν, ὅτι μεγάλοι γιγνόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου· πεποίηκεν δὲ ἀντὶ τῆς ἀνάγκης καὶ τοῦ πολέμου ὀνοματικῶν ὄντων ῥηματικὰ τό τε ἀναγκάσαι καὶ τὸ πολεμεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="7"><p rend="align(indent)">ὅταν δὲ τῶν ῥημάτων ἀλλάττῃ τὰ εἴδη τῶν παθητικῶν καὶ ποιητικῶν, οὕτω σχηματίζει <milestone unit="reiskpage" n="797"/> τὸν λόγον· <pb n="p.428"/> ʽοὔτε γὰρ ἐκεῖνο κωλύει ταῖς σπονδαῖς οὔτε τόδἐ· τὸ γὰρ κωλύει ῥῆμα ἐνεργητικὸν ὑπάρχον ἀντὶ τοῦ κωλύεται παθητικοῦ ὄντος παρείληπται· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιοῦτο· <q rend="single">οὔτε γὰρ ἐκεῖνο κωλύεται ταῖς σπονδαῖς οὔτε τόδε.</q> καὶ ἔτι τὰ ἐν τᾷ προοιμίῳ λεγόμενα· (τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις)· καὶ γὰρ <add>ἐν</add> τούτοις τὸ ἐπιμιγνύντες ἐνεργητικὸν ὑπάρχον ῥῆμα τοῦ ἐπιμιγνύμενοι παθητικοῦ ὄντος χώραν ἐπέχει. </p></div></div></body></text></TEI>