ὅταν δὲ ἀντιστρέψας ἑκατέρου τούτων τὴν φύσιν τὰ ὀνόματα ποιῇ ῥήματα, τοῦτον τὸν τρόπον ἐκφέρει τὴν λέξιν, ὡς ἐν τῇ πρώτῃ βύβλῳ περὶ τῆς αἰτίας τοῦ πολέμου γράφει· τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν, λόγῳ δὲ ἀφανεστάτην, τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν. βούλεται γὰρ δηλοῦν, ὅτι μεγάλοι γιγνόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου· πεποίηκεν δὲ ἀντὶ τῆς ἀνάγκης καὶ τοῦ πολέμου ὀνοματικῶν ὄντων ῥηματικὰ τό τε ἀναγκάσαι καὶ τὸ πολεμεῖν. ὅταν δὲ τῶν ῥημάτων ἀλλάττῃ τὰ εἴδη τῶν παθητικῶν καὶ ποιητικῶν, οὕτω σχηματίζει τὸν λόγον· ʽοὔτε γὰρ ἐκεῖνο κωλύει ταῖς σπονδαῖς οὔτε τόδἐ· τὸ γὰρ κωλύει ῥῆμα ἐνεργητικὸν ὑπάρχον ἀντὶ τοῦ κωλύεται παθητικοῦ ὄντος παρείληπται· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιοῦτο· οὔτε γὰρ ἐκεῖνο κωλύεται ταῖς σπονδαῖς οὔτε τόδε. καὶ ἔτι τὰ ἐν τᾷ προοιμίῳ λεγόμενα· (τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις)· καὶ γὰρ ἐν τούτοις τὸ ἐπιμιγνύντες ἐνεργητικὸν ὑπάρχον ῥῆμα τοῦ ἐπιμιγνύμενοι παθητικοῦ ὄντος χώραν ἐπέχει.