<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="6"><p rend="align(indent)">ὅταν δὲ ἀντιστρέψας ἑκατέρου τούτων τὴν φύσιν τὰ ὀνόματα ποιῇ ῥήματα, τοῦτον τὸν τρόπον ἐκφέρει τὴν λέξιν, ὡς ἐν τῇ πρώτῃ βύβλῳ περὶ τῆς αἰτίας τοῦ πολέμου γράφει· <q rend="single">τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν, λόγῳ δὲ ἀφανεστάτην, τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν.</q> βούλεται γὰρ δηλοῦν, ὅτι μεγάλοι γιγνόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου· πεποίηκεν δὲ ἀντὶ τῆς ἀνάγκης καὶ τοῦ πολέμου ὀνοματικῶν ὄντων ῥηματικὰ τό τε ἀναγκάσαι καὶ τὸ πολεμεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="7"><p rend="align(indent)">ὅταν δὲ τῶν ῥημάτων ἀλλάττῃ τὰ εἴδη τῶν παθητικῶν καὶ ποιητικῶν, οὕτω σχηματίζει <milestone unit="reiskpage" n="797"/> τὸν λόγον· <pb n="p.428"/> ʽοὔτε γὰρ ἐκεῖνο κωλύει ταῖς σπονδαῖς οὔτε τόδἐ· τὸ γὰρ κωλύει ῥῆμα ἐνεργητικὸν ὑπάρχον ἀντὶ τοῦ κωλύεται παθητικοῦ ὄντος παρείληπται· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιοῦτο· <q rend="single">οὔτε γὰρ ἐκεῖνο κωλύεται ταῖς σπονδαῖς οὔτε τόδε.</q> καὶ ἔτι τὰ ἐν τᾷ προοιμίῳ λεγόμενα· (τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις)· καὶ γὰρ <add>ἐν</add> τούτοις τὸ ἐπιμιγνύντες ἐνεργητικὸν ὑπάρχον ῥῆμα τοῦ ἐπιμιγνύμενοι παθητικοῦ ὄντος χώραν ἐπέχει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="8"><p rend="align(indent)">ὅταν δὲ ἀντὶ τοῦ ποιητικοῦ τὸ παθητικὸν παραλαμβάνῃ, τοῦτον σχηματίζει τὸν τρόπον· <q rend="single">ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν</q>· βούλεται μὲν γὰρ δηλοῦν· <q rend="single">ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις συνήλλαξαν</q>, παρείληφεν δὲ τὸ ἐνηλλάγησαν παθητικὸν ὑπάρχον ἀντὶ ποιητικοῦ τοῦ συνήλλαξαν. καὶ τὸ ἐπιφερόμενον τούτῳ· <q rend="single">τοὺς δʼ ἐν τῇ μεσογείᾳ μᾶλλον κατῳκημένους</q>· ἀντὶ γὰρ τοῦ ποιητικοῦ ῥήματος τοῦ κατῳκηκότας τὸ παθητικὸν παρείληφεν τὸ κατῳκημένους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="9"><p rend="align(indent)">παρὰ δὲ τὰς τῶν ἑνικῶν τε καὶ πληθυντικῶν διαφοράς, <milestone unit="reiskpage" n="798"/> ὅταν ἐναλλάττῃ τὴν ἑκατέρου τούτων τάξιν, ἑνικὰ μὲν ἀντὶ πληθυντικῶν οὕτως ἐκφέρει· <q rend="single">καὶ εἴ <pb n="p.429"/> τῳ ἄρα παρέστηκεν τὸν μὲν Συρακόσιον, αὑτὸν δὲ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ·</q> βούλεται μὲν γὰρ τοὺς Συρακοσίους λέγειν καὶ τοὺς Ἀθηναίους, πεποίηκεν δὲ τῶν ὀνομάτων ἑκάτερον ἑνικόν. καὶ ἐν οἷς φησιν· <q rend="single">καὶ τὸν πολέμιον δεινότερον ἕξομεν, μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως</q>· τοὺς γὰρ πολεμίους ἐσχημάτικεν ἑνικῶς, οὐχὶ πληθυντικῶς. ἀντὶ δὲ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν παραλαμβάνει τοῦτον τὸν τρόπον ἐξαλλάττων τὴν συνήθη φράσιν· κεῖται δὲ ἡ λέξις <add>ἐν</add> τῷ προοιμίῳ τοῦ ἐπιταφίου· <q rend="single">μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσιν περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν</q>· τὸ γὰρ ἕκαστος καὶ τὸ ἤκουσεν ἑνικά, τὰ δʼ ἐπιφερόμενα τούτοις πληθυντικῶς ἐξενήνεκται· <q rend="single">τῷ δὲ ὑπερβάλλοντι αὐτὸν <milestone unit="reiskpage" n="799"/> φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν</q> οὐ καθʼ ἑνὸς λέγεσθαι πεφύκασιν, ἀλλὰ κατὰ πολλῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="10"><p rend="align(indent)">ἀρρενικῶν δὲ καὶ θηλυκῶν καὶ οὐδετέρων ἀντιμετατάξεις ἐκβεβηκυῖαι τῶν συνήθων σχημάτων αἱ τοιαίδε εἰσίν, ὅταν τὴν μὲν ταραχὴν τάραχον καλῇ τὸ θηλυκὸν ἐκφέρων ἀρρενικῶς καὶ τὴν ὄχλησιν ὄχλον, <pb n="p.430"/> τὴν δὲ βούλησιν καὶ τὴν δύναμιν τὸ βουλόμενον λέγῃ καὶ τὸ δυνάμενον· ὡς ἐπὶ τῶν Ἀθηναίων τέθηκεν, ὅτε τὴν εἰς Σικελίαν ἀπέστελλον στρατιάν· <q rend="single">οἱ δὲ Ἀθηναῖοι τὸ μὲν βουλόμενον οὐκ ἀφῃρέθησαν ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς,</q> καὶ ἐν οἷς περὶ τῶν Θεσσαλῶν εἴρηκεν· <q rend="single">ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῷ ἐπιχωρίῳ οἱ Θεσσαλοί</q>· καὶ γὰρ ἐνταῦθα οὐδέτερον πεποίηκεν τὸ θηλυκόν· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιόνδε· <q rend="single">ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῇ ἐπιχωρίῳ οἱ Θεσσαλοί.</q> </p></div></div></body></text></TEI>