ὅταν μὲν οὖν μίαν λέξιν εἴτε ὀνοματικὴν εἴτε ῥηματικὴν ἐν πλείοσιν ὀνόμασιν ἢ ῥήμασιν ἐκφέρῃ περιφράζων τὴν αὐτὴν νόησιν, τοιαύτην ποιεῖ τὴν λέξιν· ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι. καὶ μὴν ἐν τῷ ἐπιταφίῳ γέγραφεν· οὐδʼ αὖ κατὰ πενίαν, ἔχων δέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται · καὶ γὰρ ἐν τούτοις τὸ σύντομον ποιεῖ τὸν λόγον τοιοῦτον, ὡς ἐπὶ τοῦ Λακεδαιμονίου Βρασίδα τέθηκεν, ὅτε μαχόμενος περὶ Πύλον ἀπὸ τῆς νεὼς τραυματίας γενόμενος ἐξέπεσεν· πεσόντος δὲ αὐτοῦ φησίν εἰς τὴν παρεξειρεσίαν ἡ ἀσπὶς περιερρύη. βούλεται γὰρ δηλοῦν· πεσόντος δὲ αὐτοῦ ἔξω τῆς νεὼς ἐπὶ τὰ προέχοντα μέρη τῆς εἰρεσίας εἰς θάλατταν . ἐν οἷς δὲ τὰ ῥηματικὰ μόρια τῆς λέξεως ὀνοματικῶς σχηματίζει, τοιαύτην ποιεῖ τὴν φράσιν· ἔστιν δὲ αὐτῷ πρὸς Ἀθηναίους ὁ Κορίνθιος ἐν τῇ πρώτῃ βύβλῳ τάδε λέγων· δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν, παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε. τὸ γὰρ παραινεῖν καὶ ἀξιοῦν ῥήματα ὄντα ὀνοματικὰ γέγονεν παραίνεσις καὶ ἀξίωσις. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε οὐκ ἀποτείχισις τοῦ Πλημμυρίου ἡ ἐν τῇ ἑβδόμῃ βύβλῳ καὶ ἡ ὀλόφυρσις ἣν ἐν τῇ πρώτῃ βύβλῳ τέθηκεν ἐν δημηγορίᾳ. τὸ γὰρ ἀποτειχίσαι καὶ τὸ ὀλοφύρασθαι ῥηματικὰ ὄντα ὀνοματικῶς ἐσχημάτικεν ἀποτείχισιν καὶ ὀλόφυρσιν.