Γλωσσηματικὰ μὲν οὖν καὶ ἀπηρχαιωμένα καὶ δυσείκαστα τοῖς πολλοῖς ἐστι τό τε ἀκραιφνές καὶ ὁ ἐπιλογισμός καὶ ἡ περιωπή καὶ ἡ ἀνακωχή καὶ τὰ ὅμοια τούτοις. ποιητικὰ δὲ ἥ τε κωλύμη καὶ ἡ πρέσβευσις καὶ ἡ καταβοή καὶ ἡ ἀχθηδών καὶ ἡ δικαίωσις καὶ τὰ παραπλήσια. ἡ δʼ ἐν τοῖς σχηματισμοῖς καινότης τε καὶ πολυτροπία καὶ ἡ ἐξαλλαγὴ τῆς συνήθους χρήσεως, ἐν ᾗ μάλιστα διαφέρειν αὐτὸν ἡγούμεθα τῶν ἄλλων, ἐπὶ τούτων γίγνεται τῶν ἔργων φανερά·