ἐν οἷς δὲ σκολιὰ καὶ πολύπλοκος καὶ δυσεξέλικτος ἡ τῶν ἐνθυμημάτων κατασκευὴ γίνεται, τοῦτον τὸν τρόπον ἔχει παρʼ αὐτῷ· κεῖται δὲ ἐν τῷ ἐπιταφίῳ ἡ λέξις· τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν τοὺς μὲν τιμωρεῖσθαι τῶν δʼ ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι· ἐν τῷ ἀμύνεσθαι παθεῖν μᾶλλον ἡγησάμενοι ἢ ἐνδόντες σῴζεσθαι τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δʼ ἔργον τῷ σώματι ὑπέμειναν καὶ διʼ ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦ δέους ἀπηλλάγησαν. τοιαῦτά ἐστι καὶ τὰ περὶ Θεμιστοκλέους εἰρημένα ὑπὸ τοῦ συγγραφέως ἐν τῇ πρώτῃ βύβλῳ· ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι. οἰκείᾳ γὰρ ξυνέσει, καὶ οὔτε προμαθὼν εἰς αὐτὴν οὐθὲν οὔτʼ ἐπιμαθὼν τῶν τε παραχρῆμα διʼ ἐλαχίστης βουλῆς κράτιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής· καὶ ἃ μὲν μετὰ χεῖρας ἔχοι, καὶ ἐξηγήσασθαι οἷός τε· ὧν δὲ ἄπειρος εἴη, κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο· τό τε ἄμεινον ἢ χεῖρον ἐν τῷ ἀφανεῖ ἔτι προεώρα. καὶ τὸ ξύμπαν εἰπεῖν, φύσεως μὲν δυνάμει, μελέτης δὲ βραχύτητι κράτιστος δὴ οὗτος αὐτοσχεδιάζειν τὰ δέοντα ἐγένετο. οἱ δὲ μειρακιώδεις σχηματισμοὶ τῶν ἀντιθέτων τε καὶ παρομοιώσεων καὶ παρισώσεων, ἐν οἷς οἱ περὶ τὸν Γοργίαν μάλιστα ἐπλεόνασαν, ἥκιστα τῷ χαρακτῆρι τούτῳ προσήκοντες, αὐστηρὰν ἔχοντι τὴν ἀγωγὴν καὶ τοῦ κομψοῦ πλεῖστον ἀφεστηκότι, τοιοῦτοί τινές εἰσι παρὰ τῷ συγγραφεῖ· φαίνεται γὰρ ἡ νῦν καλουμένη Ἑλλὰς οὐ πάλαι βεβαίως οἰκουμένη. καὶ ἔτι δέ· οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταί καὶ παρὰ γνώμην κινδυνευταί· τὸ δʼ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν δὲ δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι · καὶ ἐν οἷς τὰς καταλαβούσας τὴν Ἑλλάδα συμφορὰς διὰ τὰς στάσεις ἐπεξέρχεται τοιάδε γράφων· τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη· μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον πρόσχημα τοῦ ἀνάνδρου, καὶ τὸ εἰς ἅπαν ξυνετὸν ἐπὶ πᾶν ἀργόν. πολλὰ τοιαῦτά τις ἂν εὕροι διʼ ὅλης αὐτοῦ τῆς ἱστορίας λεγόμενα, ἱκανὰ δὲ καὶ ταῦτα δείγματος ἕνεκα εἰρῆσθαι. Ἔχεις, ὦ φίλε Ἀμμαῖε, τὰ παρατηρήματα καθʼ ἕκαστον αὐτῶν ἐκ τῆς κοινῆς ἐξητασμένα πραγματείας, ὡς ἐπεζήτεις.