<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="10"><p rend="align(indent)">ἀρρενικῶν δὲ καὶ θηλυκῶν καὶ οὐδετέρων ἀντιμετατάξεις ἐκβεβηκυῖαι τῶν συνήθων σχημάτων αἱ τοιαίδε εἰσίν, ὅταν τὴν μὲν ταραχὴν τάραχον καλῇ τὸ θηλυκὸν ἐκφέρων ἀρρενικῶς καὶ τὴν ὄχλησιν ὄχλον, <pb n="p.430"/> τὴν δὲ βούλησιν καὶ τὴν δύναμιν τὸ βουλόμενον λέγῃ καὶ τὸ δυνάμενον· ὡς ἐπὶ τῶν Ἀθηναίων τέθηκεν, ὅτε τὴν εἰς Σικελίαν ἀπέστελλον στρατιάν· <q rend="single">οἱ δὲ Ἀθηναῖοι τὸ μὲν βουλόμενον οὐκ ἀφῃρέθησαν ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς,</q> καὶ ἐν οἷς περὶ τῶν Θεσσαλῶν εἴρηκεν· <q rend="single">ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῷ ἐπιχωρίῳ οἱ Θεσσαλοί</q>· καὶ γὰρ ἐνταῦθα οὐδέτερον πεποίηκεν τὸ θηλυκόν· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιόνδε· <q rend="single">ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῇ ἐπιχωρίῳ οἱ Θεσσαλοί.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg011.perseus-grc2" n="11"><p rend="align(indent)">ἐν οἷς δὲ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τῶν προσηγοριῶν καὶ τῶν μετοχῶν καὶ <add>τῶν</add> συναπτομένων <milestone unit="reiskpage" n="800"/> τούτοις ἄρθρων ἐξαλλάττει τοῦ συνήθους, οὕτως σχηματίζει <del>τῇ φράσει</del>· <q rend="single">σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες.</q> οἱ μὲν γὰρ ἀκολούθως τῇ κοινῇ συνηθείᾳ σχηματίζοντες τὴν φράσιν τῷ τε θηλυκῷ γένει τῆς προσηγορίας τὸ <pb n="p.431"/> θηλυκὸν ἂν ἔζευξαν μόριον, καὶ τὴν πτῶσιν <del>τῆς μετοχῆς</del> τὴν αἰτιατικὴν <add>ἂν</add> ἀντὶ τῆς γενικῆς ἔταξαν τὸν τρόπον τόνδε· <q rend="single">σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τὴν ἀπὸ τῶν Ἀθηναίων ὕπουλον εὐνομίαν οὐ προτιμήσασαι.</q> οἱ δὲ τὰ ἀρρενικὰ τοῖς θηλυκοῖς συντάττοντες, ὥσπερ οὗτος πεποίηκεν, <add>καὶ</add> τὰς γενικὰς ἀντὶ τῶν αἰτιατικῶν πτώσεων παραλαμβάνοντες σολοικίζειν ἂν ὑφʼ ἡμῶν λέγοιντο. καὶ ἔτι <milestone unit="reiskpage" n="801"/>τὰ τοιαῦτα· <q rend="single">καὶ μὴ τῷ πλῆθει αὐτῶν καταπλαγέντες</q>· οὐ γὰρ ἐπὶ τῆς δοτικῆς πτώσεως ἐσχηματίσθαι τὴν λέξιν ἥρμοττεν, ἀλλʼ ἐπὶ τῆς αἰτιατικῆς· <q rend="single">καὶ μὴ τὸ πλῆθος τῶν πολεμίων καταπλαγέντες.</q> οὐδὲ γὰρ <q rend="single">τῇ παρὰ τῶν θεῶν ὀργῇ φοβεῖσθαι</q> λέγοιτʼ ἄν τις, ἀλλὰ <q rend="single">τὴν τῶν θεῶν ὀργήν.</q> </p></div></div></body></text></TEI>