ἀρρενικῶν δὲ καὶ θηλυκῶν καὶ οὐδετέρων ἀντιμετατάξεις ἐκβεβηκυῖαι τῶν συνήθων σχημάτων αἱ τοιαίδε εἰσίν, ὅταν τὴν μὲν ταραχὴν τάραχον καλῇ τὸ θηλυκὸν ἐκφέρων ἀρρενικῶς καὶ τὴν ὄχλησιν ὄχλον, τὴν δὲ βούλησιν καὶ τὴν δύναμιν τὸ βουλόμενον λέγῃ καὶ τὸ δυνάμενον· ὡς ἐπὶ τῶν Ἀθηναίων τέθηκεν, ὅτε τὴν εἰς Σικελίαν ἀπέστελλον στρατιάν· οἱ δὲ Ἀθηναῖοι τὸ μὲν βουλόμενον οὐκ ἀφῃρέθησαν ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς, καὶ ἐν οἷς περὶ τῶν Θεσσαλῶν εἴρηκεν· ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῷ ἐπιχωρίῳ οἱ Θεσσαλοί · καὶ γὰρ ἐνταῦθα οὐδέτερον πεποίηκεν τὸ θηλυκόν· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιόνδε· ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῇ ἐπιχωρίῳ οἱ Θεσσαλοί. ἐν οἷς δὲ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τῶν προσηγοριῶν καὶ τῶν μετοχῶν καὶ τῶν συναπτομένων τούτοις ἄρθρων ἐξαλλάττει τοῦ συνήθους, οὕτως σχηματίζει τῇ φράσει · σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες. οἱ μὲν γὰρ ἀκολούθως τῇ κοινῇ συνηθείᾳ σχηματίζοντες τὴν φράσιν τῷ τε θηλυκῷ γένει τῆς προσηγορίας τὸ θηλυκὸν ἂν ἔζευξαν μόριον, καὶ τὴν πτῶσιν τῆς μετοχῆς τὴν αἰτιατικὴν ἂν ἀντὶ τῆς γενικῆς ἔταξαν τὸν τρόπον τόνδε· σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τὴν ἀπὸ τῶν Ἀθηναίων ὕπουλον εὐνομίαν οὐ προτιμήσασαι. οἱ δὲ τὰ ἀρρενικὰ τοῖς θηλυκοῖς συντάττοντες, ὥσπερ οὗτος πεποίηκεν, καὶ τὰς γενικὰς ἀντὶ τῶν αἰτιατικῶν πτώσεων παραλαμβάνοντες σολοικίζειν ἂν ὑφʼ ἡμῶν λέγοιντο. καὶ ἔτι τὰ τοιαῦτα· καὶ μὴ τῷ πλῆθει αὐτῶν καταπλαγέντες · οὐ γὰρ ἐπὶ τῆς δοτικῆς πτώσεως ἐσχηματίσθαι τὴν λέξιν ἥρμοττεν, ἀλλʼ ἐπὶ τῆς αἰτιατικῆς· καὶ μὴ τὸ πλῆθος τῶν πολεμίων καταπλαγέντες. οὐδὲ γὰρ τῇ παρὰ τῶν θεῶν ὀργῇ φοβεῖσθαι λέγοιτʼ ἄν τις, ἀλλὰ τὴν τῶν θεῶν ὀργήν.