καὶ οἱ μὲν Πλάτωνα μιμεῖσθαι λέγοντες καὶ τὸ μὲν ἀρχαῖον καὶ ὑψηλὸν καὶ εὔχαρι καὶ καλὸν οὐ δυνάμενοι λαβεῖν, διθυραμβώδη δὲ ὀνόματα καὶ φορτικὰ εἰσφέροντες κατὰ τοῦτʼ ἐλέγχονται ῥᾳδίως. οἱ δὲ Θουκυδίδην ζηλοῦν λέγοντες καὶ τὸ μὲν εὔτονον καὶ στερεὸν καὶ δεινὸν καὶ τὰ τούτοις ὅμοια χαλεπῶς ἐκλαμβάνοντες, τοὺς δὲ σολοικοφανεῖς σχηματισμοὺς καὶ τὸ ἀσαφὲς προχειριζόμενοι, πάνυ εὐχερῶς ἂν ἁλίσκοιντο ἐκ τούτου τοῦ παραγγέλματος. ὥς πέρ γε καὶ ἐπὶ τῶν ῥητόρων οἱ μὲν Ὑπερείδην μιμούμενοι, διαμαρτόντες τῆς χάριτος ἐκείνης καὶ τῆς ἄλλης δυνάμεως, αὐχμηροί τινες ἐγένοντο, οἷοι γεγόνασι Ῥοδιακοὶ ῥήτορες οἱ περὶ Ἀρταμένην καὶ Ἀριστοκλέα καὶ Φιλάγριον καὶ Μόλωνα· οἱ δʼ Ἰσοκράτην καὶ τὰ Ἰσοκράτους ἀποτυπώσασθαι θελήσαντες ὕπτιοι καὶ ψυχροὶ καὶ ἀσύστροφοι καὶ ἀναληθεῖς· οὗτοι δʼ εἰσὶν οἱ περὶ Τίμαιον καὶ Ψάωνα καὶ Σωσιγένην. οἱ δὲ Δημοσθένην προχειρισάμενοι καὶ τὰς ἀρετὰς τὰς ἐκείνου διώκοντες τῆς μὲν προαιρέσεως ἕνεκα ἐπῃνέθησαν, οὐ μὴν ἴσχυσαν τὰ κράτιστα τῶν ἐκείνου τοῦ ῥήτορος ἔργων λαβεῖν. τούτων ἄριστον ἄν τις θείη τὸν Δείναρχον γενέσθαι. λείπεται δὲ Δημοσθένους κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων τῇ δεινότητι, κατὰ δὲ τὴν σύνθεσιν τῇ ποικιλίᾳ τῶν σχημάτων καὶ τῇ ἐξαλλαγῇ, κατὰ δὲ τὴν εὕρεσιν τῶν ἐπιχειρημάτων τῷ μὴ καινὰ καὶ παράδοξα λαμβάνειν ἀλλὰ φανερὰ καὶ ἐν τῷ μέσῳ κείμενα, κατὰ δὲ τὴν οἰκονομίαν τῇ τάξει καὶ ταῖς ἐξεργασίαις τῶν ἐπιχειρημάτων καὶ ταῖς προκατασκευαῖς καὶ ταῖς ἐφόδοις καὶ τοῖς ἄλλοις τεχνικοῖς παραγγέλμασιν, ἃ περὶ ταύτην ἐστὶ τὴν ἰδέαν, μάλιστα δʼ αὐτοῦ λείπεται τῇ συμμετρίᾳ καὶ τῷ καιρῷ καὶ τῷ πρέποντι. λέγω δὲ ταῦτα οὐκ ἐν τῷ καθόλου τρόπῳ, ὡς μηδὲν τούτων κατορθοῦντος, ἀλλʼ ἐν τῷ κοινοτέρῳ καὶ ὡς ἐπὶ τὸ πολύ. διʼ αὐτὸ γὰρ τοῦτο καὶ ἄγροικόν τινες Δημοσθένην ἔφασαν αὐτὸν εἶναι, κατὰ τὸ ἐλλιπὲς τῆς οἰκονομίας ταύτην περὶ αὐτοῦ τὴν δόξαν λαβόντες· τὸ γὰρ ἄγροικον τοῦ πολιτικοῦ σώματος οὐ μορφῇ, κατασκευῇ δὲ καὶ διαθέσει τινὶ τῆς μορφῆς διήνεγκεν. ἃ μὲν οὖν ἐνεδέχετο περὶ τοῦ χαρακτῆρος τοῦ ἀνδρὸς εὑρεῖν τε καὶ γράψαι, ταῦτʼ ἐστίν, ἐπὶ δὲ τὴν τῶν λόγων διάγνωσιν τρέψομαι. τοῖς μὲν οὖν γνησίοις αὐτὸ τὸ τῆς ἀναγραφῆς προσέσται μόνον, τοῖς δὲ ψευδέσι τὰ τοῦ τʼ ἐλέγχου καὶ τῆς αἰτίας διηκριβωμένα, δι’ ἣν ἕκαστον ἀθετοῦμεν αὐτῶν. ἐπεὶ δʼ ἀναγκαία πρὸς ταῦτα ἡ τῶν χρόνων διάγνωσις, τοὺς Ἀθήνησιν ἄρξαντας, ἀφʼ οὗ Δείναρχον ὑπεθέμεθα γεγονέναι χρόνου, μέχρι τῆς δοθείσης αὐτῷ μετὰ τὴν φυγὴν καθόδου, γενομένους ἑβδομήκοντα, προθήσομεν. εἰσὶ δὲ οἵδε· Νικόφημος, Καλλιμήδης, Εὐχάριστος, Κηφισόδοτος, Ἀγαθοκλῆς, Ἐλπίνης, Καλλίστρατος, Διότιμος, Θούδημος, Ἀριστόδημος, Θέελλος, Ἀπολλόδωρος, Καλλίμαχος, Θεόφιλος, Θεμιστοκλῆς, Ἀρχίας, Εὔβουλος, Λυκίσκος, Πυθόδοτος, Σωσιγένης, Νικόμαχος, Θεόφραστος, Λυσιμαχίδης, Χαιρωνίδας, Φρύνιχος, Πυθόδημος· ἐπὶ τούτου πρῶτον αὐτὸν εἰς δικαστήριον λόγους συγγράφειν ὑπεθέμεθα. μετὰ δὲ τοῦτον Εὐαίνετος, Κτησικλῆς, Νικοκράτης, Νικήτης, Ἀριστοφάνης, Ἀριστοφῶν, Κηφισοφῶν, Εὐθύκριτος, Ηγήμων, Χρέμης, Ἀντικλῆς, Ἡγησίας , Κηφισόδωρος, Φιλοκλῆς· ἐπὶ τούτου τὴν φρουρὰν ἐδέξαντο Ἀθηναῖοι, καὶ ὁ δῆμος κατελύθη. Ἄρχιππος, Νέαιχμος, Ἀπολλόδωρος, Ἄρχιππος, Δημογένης, Δημοκλείδης, Πραξίβουλος, Νικόδωρος, Θεόφραστος, Πολέμων, Σιμωνίδης, Ἱερομνήμων, Δημήτριος, Καίριμος, Ἀναξικράτης· ἐπὶ τούτου ἡ κατασταθεῖσα ὑπὸ Κασσάνδρου ὀλιγαρχία κατελύθη, καὶ οἱ εἰσαγγελθέντες ἔφυγον, ἐν οἷς καὶ Δείναρχος ἦν. Κόροιβος, Εὐξένιππος, Φερεκλῆς, Λεώστρατος, Νικοκλῆς, Κλέαρχος, Ἡγέμαχος, Εὐκτήμων, Μνησίδημος, Ἀντιφάτης, Νικίας, Νικόστρατος, Ὀλυμπιόδωρος, Φίλιππος ἐπὶ τούτου κάθοδος ἐδόθη τοῖς τε ἄλλοις φυγάσι καὶ Δεινάρχῳ ὑπὸ βασιλέως Δημητρίου. Δημόσιοι λόγοι γνήσιοι. κατὰ Πολυεύκτου βασιλεύειν λαχόντος δοκιμασία· πολλὰ καὶ ἀγαθὰ γένοιτο. κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ὑπὸ τῆς βουλῆς ἔνδειξις· πάλαι θαυμάζω ὑμῶν. κατὰ Πολυεύκτου περὶ τοῦ γεωφανίου· περὶ μὲν αὐτῆς τῆς μηνύσεως. περὶ τοῦ γεωφανίου ἐπίλογος· βραχύν, ὦ ἄνδρες. κατὰ Πυθέου ξενίας· ἱκανὴ μὲν ἦν πρόφασις. κατὰ Πυθέου περὶ τῶν κατὰ τὸ ἐμπόριον· ἐπειδὴ τοῖς μὲν λέγειν τῶν ῥητόρων. κατὰ Τιμοκράτους· ὥσπερ δίκαιόν ἐστι. κατὰ Λυκούργου εὔθυναι· οἶδα, ὅτι, κἂν μηδὲν ὑμῖν. Συνηγορία Αἰσχίνῃ κατὰ Δεινίου· βουλοίμην ἄν, ὦ ἄνδρες. κατὰ Φορμισίου ἀσεβείας· ἆρά γʼ εἴ τινες. κατὰ Καλλαίσχρου περὶ τῶν τιμῶν· πολλάκις, ὦ Ἀθηναῖοι. Τυρρηνικός· ἅπαντα συμβήσεσθαι ἔτι. κατὰ Διονυσίου τοῦ ἐπὶ τῆς διοικήσεως· ἴσως μέν, ὦ Ἀθηναῖοι. καθʼ Ἱμεραίου εἰσαγγελτικός· οὐδένα νομίζω, ὦ Ἀθηναῖοι. εἰσαγγελία κατὰ Πιστίου· ὥσπερ καὶ ὑμῶν ἕκαστος. κατʼ Ἀγασικλέους εἰσαγγελία ξενίας· οὐδένα πώποτε οἶμαι. κατὰ Θεοκρίνου ἔνδειξις· τοῦ πατρός, ὦ ἄνδρες. τοῦτον Καλλίμαχος ἐν τοῖς Δημοσθένους φέρει. κατὰ Στεφάνου παρανόμων· ὑπάρχει τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες. κατὰ Καλλισθένους εἰσαγγελία· οὐκ ἀγνοῶ, ὦ ἄνδρες. διαδικασία Φαληρέων πρὸς Φοίνικας ὑπὲρ τῆς ἱερωσύνης τοῦ Ποσειδῶνος· εὔχομαι, νὴ τὴν Ἀθηνᾶν, πρέπειν δή. πρὸς τὴν Κηφισοφῶντος ἀπογραφήν· πρῶτον μέν, ὦ ἄνδρες, δέομαι. ο ὕστερος· τὰ μὲν περὶ τὴν ὠνήν. ἀπολογία διαμαρτυρίας πρὸς τὴν Χάρητος εἰσαγγελία κατὰ Φειδιάδου γραμματέως· οὔτʼ ἔχθρας οὐδεμιᾶς ἕνεκα. κατὰ Φιλοκλέους ὑπὲρ τῶν Ἁρπαλείων· τί χρὴ λέγειν τὸ πρὸς τῶν. κατὰ Γνωδίου περὶ τῶν Ἁρπαλείων· οὐκ ἄδηλον. κατʼ Ἀριστονίκου περὶ τῶν Ἁρπαλείων· εὐτύχημα μὲν ἦν, ὦ ἄνδρες. κατὰ Δημοσθένους περὶ τῶν Ἁρπαλείων· ὁ μὲν δημαγωγὸς ὑμῖν. κατὰ Ἀριστογείτονος περὶ τῶν Ἁρπαλείων· πάνθ, ὡς ἔοικεν, ὦ ἄνδρες.