κοινὸν οὔτʼ ἴδιον ἔσχεν οὔτʼ ἐν τοῖς ἰδίοις οὔτʼ ἐν τοῖς δημοσίοις ἀγῶσιν, ἀλλὰ καὶ τοῖς Λυσίου παραπλήσιος ἔστιν ὅπου γίνεται καὶ τοῖς Ὑπερείδου καὶ τοῖς Δημοσθένους λόγοις. καὶ τούτων πολλὰ ἄν τις ἔχοι παραδείγματα ἐκθέσθαι. τοῦ μὲν Λυσιακοῦ χαρακτῆρος ἔν τε τῷ περὶ Μνησικλέους λόγῳ καὶ ἐν τῷ κατὰ Λυσικράτους ὑπὲρ Νικομάχου καὶ ἐν ἄλλοις πολλοῖς. τοῦ δʼ Ὑπερειδείου ταῖς τε οἰκονομίαις ἀκριβεστέρου καὶ ταῖς κατασκευαῖς γενναιοτέρου πως ὄντος τῶν Λυσιακῶν ἐν πλείοσι μὲν ἢ τριάκοντα Δεινάρχου λόγοις παραδείγματα εὑρεῖν ἔστιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ περὶ τῆς Ἀγάθωνος διαμαρτυρίας. οὐ μὴν ἀλλὰ καὶ τοῦ Δημοσθενικοῦ χαρακτῆρος, ὃν μάλιστα ἐμιμήσατο, πολὺ πλείω δύναιτʼ ἄν τις εἰπεῖν, ἄλλως τε καὶ ἐν τῷ κατὰ Πολυεύκτου. προοιμιάζεται γὰρ ὁμοίως ἐκείνῳ, καὶ διʼ ὅλου τοῦ λόγου παραπλήσιος μεμένηκε. πῶς οὖν ἄν τις δυνηθείη τοὺς γνησίους αὑτῷ γνωρίζειν λόγους; πρῶτον μὲν εἰ ἐπίσταιτο τοὺς τῶν ἄλλων χαρακτῆρας, ἔπειτα τοὺς μὲν Λυσίου παραπλησίους λόγους τούτῳ προσφέροι, τοὺς δʼ Ὑπερείδου δόξαντας εἶναί τισι Δεινάρχου λέγοι μακρὰ ταῖς ἐπιγραφαῖς τῶν βυβλίων χαίρειν εἰπών, τοὺς δὲ τῷ Δημοσθενικῷ χαρακτῆρι προσεληλυθότας ὡς οἷόν τε τούτου τοῦ ἀνδρὸς διαβεβαιοῖτο εἶναι. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ῥητόρων, οὕς μεμίμηται, μεγίστη γνῶσις ἡ ὁμοείδεια τῶν λόγων. αὐτίκα ὁ μὲν Λυσίας ἔν τε τοῖς ἰδίοις καὶ τοῖς δημοσίοις ἀγῶσιν αὐτὸς αὑτῷ ὁμολογούμενός ἐστιν εἰς δὲ τὸν λεκτικὸν τόπον κατὰ τὴν τῶν ὀνομάτων σαφήνειαν καὶ σύνθεσιν αὐτοφυῆ μὲν καὶ λείαν εἶναι δοκοῦσαν, παντὸς δὲ λόγου κατὰ τὴν ἡδονὴν διαφέρουσαν. ὁ δʼ Ὑπερείδης κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων ἡττᾶται Λυσίου, κατὰ δὲ τὸν πραγματικὸν τόπον διαφέρει. διηγεῖται δὲ πολλαχῶς, ποτὲ μὲν κατὰ φύσιν ποτὲ δὲ ἀπὸ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν πορευόμενος. πιστοῦταί τε οὐ κατʼ ἐνθύμημα μόνον, ἀλλὰ καὶ κατʼ ἐπιχείρημα πλατύνων. ὁ δὲ τούτους τε καὶ τοὺς ἄλλους πάντας ὑπερβαλλόμενος Δημοσθένης, ἅπαντα μιμησάμενος καὶ πάντων τὰ κάλλιστα ἐκλεξάμενος, δῆλος μὲν καὶ τῇ φωνῇ μόνον, δῆλος δὲ καὶ τῷ καθʼ ἕνα ἕκαστον λόγον πρέποντι, οὐ μὴν ἀλλὰ καὶ τῇ συνθέσει καὶ τῷ τῶν σχηματισμῶν ἀγκύλῳ καὶ τῇ οἰκονομίᾳ καὶ τῷ πάθει καὶ τὸ μέγιστον τῇ δεινότητι. ὁ δὲ Δείναρχος οὔτε ὅμοιος ἐν ἅπασίν ἐστιν οὔτʼ ἰδίου τινὸς εὑρετής, διʼ οὗ γνώσεταί τις αὐτὸν ἀκριβῶς, ἢ τοῦτον τὸν τρόπον· πολὺ γὰρ ἐμφαίνει μιμήσεις τε καὶ αὐτῶν ὡς πρὸς τῶν λόγων τἀρχέτυπον διαφοράν, ὡς καὶ ἐπὶ τῶν Ἰσοκράτους μαθητῶν καὶ αὐτοῦ τοῦ Ἰσοκράτους. ἔστωσαν δή τινες ἐπιγραφόμενοι λόγοι ὡς ὄντες Δεινάρχου, πολλὴν ἔχοντες πρὸς τὰ Λυσιακὰ ὁμοιότητα. τούτων ὁ βουλόμενος ποιεῖσθαι τὴν διάγνωσιν πρῶτον μὲν τὴν ἰδιότητα τοῦ ἀνδρὸς ἐκείνου θεωρείτω, ἔπειτʼ ἐὰν μὲν ἀρετήν τε καὶ χάριν τοῖς λόγοις ἐπανθοῦσαν ἴδῃ καὶ τὴν τῶν ὀνομάτων ἐκλογὴν ἐνοῦσαν καὶ τὸ μηδὲν ἄψυχον εἶναι τῶν λεγομένων, θαρρῶν λεγέτω τούτους Λυσίου. ἐὰν δὲ μήτε τὸ χάριεν ὅμοιον εὑρίσκῃ μήτε τὸ πιθανὸν καὶ τὸ τῶν ὀνομάτων ἀκριβὲς μήτε τὸ τῆς ἀληθείας ἁπτόμενον, ἐν τοῖς Δεινάρχου λόγοις αὐτοὺς ἐάτω. ὁμοίως καὶ ἐπὶ τῶν Ὑπερείδου· ἐὰν τῆς μὲν λέξεως τὸ ἰσχυρόν, τῆς δὲ συνθέσεως τὸ ἁπλοῦν, τῶν δὲ πραγμάτων τὸ εὔκαιρον, τῆς δὲ κατασκευῆς τὸ μὴ τραγικὸν μηδὲ ὀγκῶδες ἔχῃ (ταῦτα γὰρ μέγιστα ἐκείνου τοῦ ἀνδρὸς ἴδιά ἐστιν), Ὑπερείδου λεγέτω. ἐὰν δὲ ἐνδεεστέρως ἐν αὐτοῖς τούτοις ἔχῃ, κἂν τὰ ἄλλα πάντα μὴ φαύλως ᾖ γεγραμμένα, ἐν τοῖς Δεινάρχου πάλιν ἀναγραφέτω. τὸ δʼ αὐτὸ καὶ περὶ Δημοσθένους ὑπολαμβάνομεν. ἐὰν μὲν καὶ ἡ τῆς λέξεως μεγαλοπρέπεια καὶ ἡ τῆς συνθέσεως ἐξαλλαγὴ καὶ τὸ τῶν παθῶν ἔμψυχον καὶ τὸ διὰ πάσης κεραίας διῆκον πικρὸν καὶ νοερὸν τό τε πνεῦμα καὶ ἡ δεινότης πᾶσι παρέπηται, μηθὲν ἔτι τὸ κωλῦον ἔστω ἐν τοῖς Δημοσθένους αὐτοὺς ἀναγράφειν. ἐὰν δʼ ἐλλείπῃ τὸ ἐν ἑκάστῳ τούτων ἄκρον ἢ τὸ διὰ πάσης ἰδέας ὅμοιον, μενέτωσαν ἐν τοῖς Δειναρχείοις. ὡς δὲ καθόλου εἰπεῖν, δύο τρόπους τῆς διαφορᾶς ὡς πρὸς τὰ ἀρχαῖα μιμήσεως εὕροι τις ἄν· ὧν ὃ μὲν φυσικός τέ ἐστι καὶ ἐκ πολλῆς κατηχήσεως καὶ συντροφίας λαμβανόμενος, ὃ δὲ τούτῳ προσεχὴς ἐκ τῶν τῆς τέχνης παραγγελμάτων. περὶ μὲν οὖν τοῦ προτέρου τί ἄν τις καὶ λέγοι; περὶ δὲ τοῦ δευτέρου τί ἂν ἔχοι τις εἰπεῖν ἢ ὅτι πᾶσι μὲν τοῖς ἀρχετύποις αὐτοφυής τις ἐπιπρέπει χάρις καὶ ὥρα, τοῖς δʼ ἀπὸ τούτων κατεσκευασμένοις, κἂν ἐπʼ ἄκρον μιμήσεως ἔλθωσι, πρόσεστίν τι ὅμως τὸ ἐπιτετηδευμένον καὶ οὐκ ἐκ φύσεως ὑπάρχον. καὶ τούτῳ τῷ παραγγέλματι οὐ ῥήτορες μόνον ῥήτορας διακρίνουσιν ἀλλὰ καὶ ζωγράφοι τὰ Ἀπελλοῦ καὶ τῶν ἐκεῖνον μιμησαμένων καὶ πλάσται τὰ Πολυκλείτου καὶ γλυφεῖς τὰ Φειδίου.