<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0081.tlg009.perseus-grc2" n="12"><head rend="align(center)">ἰδιωτικοὶ γνήσιοι</head><p rend="align(indent)">κατὰ Προξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· <q rend="single">εἴ τίς μοι θεῶν, ὦ ἄνδρες.</q> κατὰ Κηφισοκλέους καὶ τῶν οἰκείων βλάβης· <q rend="single">ἃ μὲν ἐγκαλῶν, ὦ <milestone unit="reiskpage" n="662"/> ἄνδρες.</q> πρὸς Φανοκλέα βλάβης ἀπολογία· <q rend="single">ᾤμην μὲν ἐγώ, ὦ ἄνδρες.</q> πρὸς Λυσικράτην ὑπὲρ Νικομάχου βλάβης· <q rend="single">ἄνδρες δικασταί, ὅτι μὲν ἰδιώτης.</q> Συνηγορία Παρμένοντι ὑπὲρ ἀνδραπόδου βλάβης· <q rend="single">καὶ παραγεγενημένος ὕστερον, ἄνδρες δικασταί, ἔγωγε ἔγνων, ὅτι Παρμένων ἀδικεῖται.</q> κατὰ Ποσειδίππου κλοπῆς· <q rend="single">ἀδικηθείς, ὦ ἄνδρες.</q> κατὰ Ἡδύλης ἀποστασίου· <q rend="single">καταλιπόντος † ἐνοτίου πατρός.</q> ἀποστασίου πρὸς Αρχέστρατον· <q rend="single">πολλὰ καὶ ἀγαθὰ γένοιτο.</q> Συνηγορία Ἡγελόχῳ ὑπὲρ ἐπικλήρου· <q rend="single">ὥσπερ καὶ ἡμῶν ἕκαστος.</q> Ἐπικληρικὸς ὑπὲρ τῆς Ἰοφῶντος θυγατρός· <q rend="single">ἄνδρες <pb n="p.318"/> δικασταί, οὐ πένης ὤν.</q> <add>Ὁ</add> ὕστερος· <q rend="single">ἄμαχον γὰρ ἦν, ὦ ἄνδρες.</q> Διαμαρτυρία, ὡς οὐδὲ εἰσὶν ἐπίδικοι <add>αἱ</add> Ἀριστοφῶντος θυγατέρες· <q rend="single">τοῦ νόμου δεδωκότος, <milestone unit="reiskpage" n="663"/> ὦ ἄνδρες.</q> κατὰ Πεδιέως κακώσεως παιδὸς ὀρφανοῦ· <q rend="single">μηδεὶς ὑμῶν, ὦ ἄνδρες, θαυμάσῃ.</q> Διαμαρτυρία περὶ τοῦ Εὐίππου κλήρου πρὸς Χάρητα· <q rend="single">πολλάκις ἤδη ἤκουσα.</q> ὑπὲρ τοῦ Μνησικλέους κλήρου· <q rend="single">δικαίαν, ὦ <add>ἄνδρες</add>, δέησιν.</q> κατὰ Προξένου ὕβρεως· <q rend="single">ὑβριστής ἐστιν, ὦ ἄνδρες.</q> <add>Ἀπολογία</add> πληγῶν, ἔδει δʼ ἐπιγεγράφθαι γεγράφθαι <q rend="single">ἀπολογία ὕβρεως Ἐπιχάρει πρὸς Φιλωτάδην</q>· <q rend="single">τὸν θαυμαστόν, ὦ ἄνδρες.</q> κατὰ Κλεομέδοντος αἰκίας· <q rend="single">ὅτι μέν, ὦ ἄνδρες, καὶ ὁ πατὴρ Θεόδωρος δή.</q> πρὸς Διοσκουρίδην περὶ νεώς· <q rend="single">δικαίως ἂν οἶμαι, ὦ ἄνδρες.</q> Ἐρανικὸς πρὸς τοὺς Πατροκλέους παῖδας· <q rend="single">ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες.</q> πρὸς Ἀμεινοκράτην διαδικασία περὶ καρπῶν χωρίου· <q rend="single">ἐπὶ τούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστί.</q> <milestone unit="reiskpage" n="664"/> περὶ τοῦ ἵππου· <q rend="single">τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες.</q> ὁ ὕστερος· <q rend="single">ἐβουλόμην ἄν, ὦ ἄνδρες.</q> Λυσικλείδῃ κατὰ Δάου ὑπὲρ ἀνδραπόδων· <q rend="single">ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες.</q> Παραγραφὴ πρὸς Βιώτην· <q rend="single">ὅτι μέν, ὦ ἄνδρες, καὶ αὐτὸς ἀπείρως.</q> κατὰ Θεοδώρου ψευδομαρτυριῶν· <q rend="single">νομίζομεν, ὦ ἄνδρες.</q> Ἀγάθωνι συνηγορία· <q rend="single">ὥσπερ καὶ αὐτὸς εἴρηκεν Ἀγάθων.</q> ἀποστασίου <pb n="p.319"/> ἀπολογία Αἰσχύλῳ πρὸς Ξενοφῶντα· <q rend="single">χρήσασθαι μέν, ὦ ἄνδρες.</q> κατὰ Καλλίππου μεταλλικός· <q rend="single">ὅτι μέν, ὦ ἄνδρες, Κάλλιππος.</q> ὑπὲρ υἱοποιήτου, ἔδει δʼ ἐπιγεγράφθαι <q rend="single">ὑπὲρ Θεοδώρου, ὃν ἐποιήσατο υἱὸν Ἀρχεφῶν</q>· <q rend="single">βουλοίμην ἄν, ὦ ἄνδρες, ὥσπερ καλὸν καὶ δίκαιον.</q> περὶ τοῦ Ἀρχεφῶντος κλήρου· <q rend="single">καὶ δίκαιον εἶναι νομίζων.</q> </p></div></div></body></text></TEI>