ψευδεπίγραφοι δημόσιοι. κατὰ Θεοδώρου εὐθυντικός· ἥκιστα μέν, ὦ ἄνδρες. πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἡλικίας. εἴρηται γὰρ ἐπὶ Θεοφίλου ἢ Θεμιστοκλέους ἄρχοντος μετὰ Θέελλον ἄρχοντα ἐνιαυτῷ τρίτῳ ἢ τετάρτῳ , ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται φανερόν, οὔπω πέμπτον καὶ δέκατον , ὡς ἐδείξαμεν, ἔτος ἔχοντος αὐτοῦ. κατὰ Κηρύκων· εἰ μὲν ὁ πατήρ, ὦ ἄνδρες. οὗτος ὁ ἀγὼν εἴρηται ἐπʼ ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετʼ Εὔβουλον, οὔπω εἰκοστ ὸν ἔτος ἔχ οντος αὐτοῦ ὁ μὲν γὰρ λόγος περί τινος ἀποψηφισθέντος γέγονεν ἐπʼ Ἀρχίου τοῦ μετὰ Θεμιστοκλέα. δῆλον δʼ ἕκαστον τῶν εἰρημένων ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται. κατὰ Μοσχίωνος, ἀπογραψαμένου αὐτὸν Νικοδίκου· τῶν ἀποψηφισαμένων, ὦ ἄνδρες, τουτουὶ Μοσχίωνος συμβαλών. καὶ οὗτος ὁ λόγος κατὰ τοὺς αὐτοὺς χρόνους τῷ προτέρῳ εἴρηται. δηλοῦται δʼ ἔκ τε αὐτῆς τῆς ἀρχῆς τοῦ λόγου καὶ τὰ τῶν ἑξῆς. κατὰ Μενεκλέους ἀπαγωγῆς· ὦ ἄνδρες δικασταί, καὶ τῶν νόμων καθʼ οὕς. καὶ οὗτος εἴρηται παιδὸς ὄντος ἔτι Δεινάρχου. ὁ μὲν γὰρ κρινόμενός ἐστι Μενεκλῆς ὁ τὴν ἱέρειαν Νῖνον ἑλών, ὁ δὲ κατηγορῶν υἱὸς τῆς Νίνου. ἔστι δὲ ταῦτα πρεσβύτερα τῆς Δεινάρχου ἀκμῆς. ὁ μὲν γὰρ Δημοσθένους περὶ τοῦ ὀνόματος δεδηλώκαμεν λόγος, ἐν ᾧ τούτων μέμνηται, κατὰ Θέελλον ἢ Ἀπολλόδωρον ἄρχοντα τετέλεσται, ὡς ἐν τοῖς περὶ Δημοσθένους δεδηλώκαμεν. εἰ δʼ ὡς τεθνηκότος ἤδη τοῦ Μενεκλέους ὁ Δημοσθένης ἐκεῖ μέμνηται λέγων· ἑωρᾶτε γὰρ πάντες αὐτὸν χρώμενον, ἕως ἔζη, Μενεκλεῖ, παλαιὸς λόγος τίς ἐστιν. ὅτι δὲ οὗτος ὁ Μενεκλῆς, ἐν αὐτῷ λόγῳ δεδήλωκεν ὁ κατηγορῶν. διαδικασία Ἀθμονεῦσι περὶ τῆς μυρρίνης καὶ τῆς μίλακος· εὔχομαι δὴ τῇ Δήμητρι καὶ τῇ Κόρῃ. πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἀκμῆς. εἴρηται γὰρ ἐπὶ Νικομάχου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται δῆλον, ἓν πρὸς τοῖς εἴκοσιν ἔτος τοῦ ῥήτορος ἔχοντος. οἱ μὲν οὖν πρεσβύτεροι τῆς ἀκμῆς αὐτοῦ φερόμενοι ψευδεπίγραφοι εἰς αὐτὸν λόγοι εἰσὶν οἵδε. μετὰ δὲ τὴν ἐξ Ἀθηνῶν εἰς Χαλκίδα ἀναχώρησιν οἵδε· διαδικασία τῆς ἱερείας τῆς Δήμητρος πρὸς τὸν ἱεροφάντην· πολλῶν καὶ παραδόξων, ὦ ἄνδρες δικασταί. οὗτος ὁ λόγος ἤδη πεφευγότος αὐτοῦ εἴρηται, ὡς ἐξ αὐτοῦ γίγνεται φανερόν. μέμνηται γὰρ ἐν αὐτῷ ὁ λέγων τῆς κατασχούσης ὀλιγαρχίας. κατὰ Τιμοκράτους εἰσαγγελτικὸς δήμου καταλύσεως· ἔργα ποιεῖς. οὗτος καὶ ἀπʼ αὐτῆς τῆς ἐπιγραφῆς ἐστι δῆλος ψευδεπίγραφος ὤν. κατὰ Σπουδίου· καὶ ἐν τῷ δήμῳ κατηγορήσειν ὑπεσχόμην. μετὰ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας εἴρηται καὶ οὗτος ἤδη Δεινάρχου φαίνεται φεύγοντος, ὡς ἐξ αὐτοῦ μάλιστα τοῦ λόγου γίγνεται φανερόν. διαδικασία Εὑδανέμων πρὸς Κήρυκας ὑπὲρ τοῦ κανῶς· οὐδαμῶς τοιαῦτα πράγματα. καὶ οὗτος κατὰ τοὺς αὐτοὺς χρόνους εἴρηται, πεφευγότος ἤδη τοῦ ῥήτορος, ὡς ἐν αὐτῷ τῷ λόγῳ πάλιν δηλοῦται. Ἀττικός· πάντων ἦσαν ὁμοίως. καὶ οὗτος εἴρηται ἐν ἐκείνοις τοῖς χρόνοις, ὡς καὶ ἐν αὐτῷ τῷ λόγῳ φανερὸν γίγνεται. Αἰτωλικός· καὶ ἡμεῖς, ὦ ἄνδρες Αἰτωλοί, πρέσβεις. οὗτος καθεστώσης τῆς ὀλιγαρχίας ὑπὸ τῶν Ἀθήνηθεν φυγάδων εἴρηται δεομένων τοὺς Αἰτωλοὺς αὑτοῖς βοηθεῖν, ἐπεὶ καὶ ὁ Κάσσανδρος αὐτοῖς ἐλευθέροις οὖσιν ἐπεχείρει, ὡς ἐν αὐτῷ τῷ λόγῳ γίγνεται τοῦτο δῆλον. οὔκουν εἰκὸς φίλον ὄντα τὸν Δείναρχον τῶν τὴν ὀλιγαρχίαν καταστησάντων τοῖς καταλύειν ἐπιχειροῦσιν συναγωνίζεσθαι, οὐδʼ αὐτοὺς Ἀθή νηθε λόγους † καταλαμβάνειν οἷόν τʼ ἐστί. Διφίλῳ δημηγορικός, αἰτοῦντι δωρεάς· διὰ τὸ μὴ ῥᾴδιον εἶναι. τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους λόγῳ δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει τοῦ λόγου ὁ Δίφιλος Δημοσθένην παρακαλεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ Διφίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν. Ἑρμίᾳ ἐμπορίου ἐπιμελητῇ περὶ τῶν κατηγορηθέντων ἀπολογία· δέομαι ὑμῶν, ὦ ἄνδρες. ἀπʼ αὐτοῦ τοῦ χαρακτῆρος εὕροι τις ἂν οὐκ ὄντα τὸν λόγον Δεινάρχου (ὑδαρής τε γὰρ καὶ ἀσθενὴς καὶ ψυχρός ἐστιν), ἀλλὰ μᾶλλον αὐτὸν ἄν τις θείη Δημοκλείδου ἢ Μενεσαίχμου ἢ τῶν ἄλλων τῶν τοιούτων τινός. ἀφαιροῦμαι δὲ καὶ τοὺς ὑπὲρ Μενεσαίχμου λόγους ἀμφότέ ρους αὐτοῦ, ὧν ὃ μέν ἐστιν περὶ τῆς Δήλου θυσίας· ἱκετεύομεν ὑμᾶς καί · ὃ δὲ πρὸς Περικλέα καὶ Δημοκράτην, οὗ ἡ ἀρχή· νομίζομεν, ὦ ἄνδρες διά τε τὸν χαρακτῆρα (ὑδαρὴς γὰρ καὶ κεχυμένος καὶ ψυχρός) καὶ ὅτι ὁ λέγων αὐτούς, ὢν οὔτε ἄδοξος καὶ μετὰ Λυκοῦργον τὴν διοίκησιν τῶν δημοσίων χρημάτων παραλαβών, ἐξητασμένος δὲ πολλάκις αὐτός, ὡς ἐν τοῖς λόγοις περὶ ἁπάντων μηνύει, καὶ ἐν ἰδίοις καὶ ἐν δημοσίοις ἀγῶσιν οὐκ ἂν ἦν ἀδύνατος, ὥστε Δεινάρχῳ λογογράφῳ· χρῆσθαι. ὑπὲρ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον Ἀλεξάνδρῳ οὐκ ἄξιον ἄρα θαυμάζειν. οὐδʼ οὗτος ὁ λόγος ἐμφαίνει τὸν Δεινάρχου χαρακτῆρα. εἰ γὰρ κἂν μηδὲν ἄλλο, τό γʼ οὖν ἠλίθιον καὶ σοφιστικὸν εὕροι τις ἂν ἐν αὐτῷ πολύ, τὸ πλεῖστον ἀπέχον τῶν Δεινάρχου χαρακτήρων. Δηλιακός· Ἀπόλλωνος καὶ Ῥοιοῦς τῆς Σταφύλου. οὗτος οὐ τοῦ ῥήτορος ἀλλʼ ἑτέρου τινὸς συγγραφέως ἐστί. δηλοῖ δʼ ἐκ τοῦ τρόπου καὶ τοῦ χαρακτῆρος ἀρχαϊκὸς ὢν καὶ περιτρέχων τὴν τοπικὴν Δήλου καὶ Λέρου ἱστορίαν. κατὰ Δημοσθένους παρανόμων· εἰώθατε, ὦ ἄνδρες. οὗτος ἐν τοῖς Περγαμηνοῖς πίναξι φέρεται ὡς Καλλικράτους. ἐγὼ δʼ, εἰ μὲν ἐκείνου ἐστίν, οὐκ οἶδα (οὐδὲ γὰρ ἐνέτυχον τῶν Καλλικράτους οὐδενί,) ὅτι δὲ πάμπολυ τῶν Δεινάρχου λόγων ἀφέστηκεν, εὐτελής τε ὢν καὶ κενὸς καὶ οὐκ ἀπέχων ἰδιωτικῆς φλυαρίας, πείθομαι. ἰδιωτικοὶ γνήσιοι κατὰ Προξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· εἴ τίς μοι θεῶν, ὦ ἄνδρες. κατὰ Κηφισοκλέους καὶ τῶν οἰκείων βλάβης· ἃ μὲν ἐγκαλῶν, ὦ ἄνδρες. πρὸς Φανοκλέα βλάβης ἀπολογία· ᾤμην μὲν ἐγώ, ὦ ἄνδρες. πρὸς Λυσικράτην ὑπὲρ Νικομάχου βλάβης· ἄνδρες δικασταί, ὅτι μὲν ἰδιώτης. Συνηγορία Παρμένοντι ὑπὲρ ἀνδραπόδου βλάβης· καὶ παραγεγενημένος ὕστερον, ἄνδρες δικασταί, ἔγωγε ἔγνων, ὅτι Παρμένων ἀδικεῖται. κατὰ Ποσειδίππου κλοπῆς· ἀδικηθείς, ὦ ἄνδρες. κατὰ Ἡδύλης ἀποστασίου· καταλιπόντος † ἐνοτίου πατρός. ἀποστασίου πρὸς Αρχέστρατον· πολλὰ καὶ ἀγαθὰ γένοιτο. Συνηγορία Ἡγελόχῳ ὑπὲρ ἐπικλήρου· ὥσπερ καὶ ἡμῶν ἕκαστος. Ἐπικληρικὸς ὑπὲρ τῆς Ἰοφῶντος θυγατρός· ἄνδρες δικασταί, οὐ πένης ὤν. Ὁ ὕστερος· ἄμαχον γὰρ ἦν, ὦ ἄνδρες. Διαμαρτυρία, ὡς οὐδὲ εἰσὶν ἐπίδικοι αἱ Ἀριστοφῶντος θυγατέρες· τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες. κατὰ Πεδιέως κακώσεως παιδὸς ὀρφανοῦ· μηδεὶς ὑμῶν, ὦ ἄνδρες, θαυμάσῃ. Διαμαρτυρία περὶ τοῦ Εὐίππου κλήρου πρὸς Χάρητα· πολλάκις ἤδη ἤκουσα. ὑπὲρ τοῦ Μνησικλέους κλήρου· δικαίαν, ὦ ἄνδρες , δέησιν. κατὰ Προξένου ὕβρεως· ὑβριστής ἐστιν, ὦ ἄνδρες. Ἀπολογία πληγῶν, ἔδει δʼ ἐπιγεγράφθαι γεγράφθαι ἀπολογία ὕβρεως Ἐπιχάρει πρὸς Φιλωτάδην · τὸν θαυμαστόν, ὦ ἄνδρες. κατὰ Κλεομέδοντος αἰκίας· ὅτι μέν, ὦ ἄνδρες, καὶ ὁ πατὴρ Θεόδωρος δή. πρὸς Διοσκουρίδην περὶ νεώς· δικαίως ἂν οἶμαι, ὦ ἄνδρες. Ἐρανικὸς πρὸς τοὺς Πατροκλέους παῖδας· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. πρὸς Ἀμεινοκράτην διαδικασία περὶ καρπῶν χωρίου· ἐπὶ τούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστί. περὶ τοῦ ἵππου· τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες. ὁ ὕστερος· ἐβουλόμην ἄν, ὦ ἄνδρες. Λυσικλείδῃ κατὰ Δάου ὑπὲρ ἀνδραπόδων· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. Παραγραφὴ πρὸς Βιώτην· ὅτι μέν, ὦ ἄνδρες, καὶ αὐτὸς ἀπείρως. κατὰ Θεοδώρου ψευδομαρτυριῶν· νομίζομεν, ὦ ἄνδρες. Ἀγάθωνι συνηγορία· ὥσπερ καὶ αὐτὸς εἴρηκεν Ἀγάθων. ἀποστασίου ἀπολογία Αἰσχύλῳ πρὸς Ξενοφῶντα· χρήσασθαι μέν, ὦ ἄνδρες. κατὰ Καλλίππου μεταλλικός· ὅτι μέν, ὦ ἄνδρες, Κάλλιππος. ὑπὲρ υἱοποιήτου, ἔδει δʼ ἐπιγεγράφθαι ὑπὲρ Θεοδώρου, ὃν ἐποιήσατο υἱὸν Ἀρχεφῶν · βουλοίμην ἄν, ὦ ἄνδρες, ὥσπερ καλὸν καὶ δίκαιον. περὶ τοῦ Ἀρχεφῶντος κλήρου· καὶ δίκαιον εἶναι νομίζων. ἰδιωτικοὶ ψευδεπίγραφοι. πρὸς Πεδιέα παραγραφή· κατὰ τὸν νόμον τοῦτον. οὗτος ὁ λόγος εἴρηται ἐπὶ Ἀριστοδήμου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται δῆλον. οἱ μὲν γὰρ εἰς Σάμον ἀποσταλέντες κληροῦχοι κατὰ τοῦτον τὸν ἄρχοντα ἀπεστάλησαν, ὡς Φιλόχορος ἐν ταῖς ἱστορίαις λέγει. Δείναρχος δʼ οὔπω δέκατον ἔτος τηνικαῦτα εἶχε. πρὸς Μελήσανδρον ὑπὲρ τῆς τριηραρχίας· ὥσπερ οἱ νόμοι κελεύουσιν. οὗ ἂν ὁ λόγος ἀλλʼ ὁ μὲν λέγων ὡς ἐπὶ Μόλωνος ἄρχοντος γεγενημένου τοῦ ἀδικήματος ποιεῖται τὸν λόγον. φησὶν δὲ τῷ ὑστέρῳ ἔτει εἰσιέναι τὸν ἀγῶνα ἐπὶ Νικοφήμου ἄρχοντος, καθʼ ὃν εὑρίσκεται γεγεννημένος ὁ Δείναρχος. πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος· οὐδεμιᾷ φιλοπραγμοσύνῃ. εἰ καὶ μὴ τοῖς ἄλλοις οἱ Δημοσθένους ἀφαιρούμενοι τοῦτον τὸν λόγον καὶ Δεινάρχῳ προσάπτοντες ἐλέγχοιντο, τῷ χρόνῳ γʼ οὖν ἐπιδειχθεῖεν ἂν ψευδόμενοι. μέμνηται γὰρ ὡς νεωστὶ τῆς εἰς Πύλας ἐξόδου γεγενημένης, ἡ δʼ εἰς Πύλας Ἀθηναίων ἔξοδος ἐπὶ Θουδήμου ἄρχοντος ἐγένετο, ὄγδοον ἔτος Δεινάρχου ἔχοντος. πρὸς Μαντίθεον περὶ προικός· πάντων ἐστὶν ἀνιαρότατον. οὗτος ἀκολουθεῖ τῷ προτέρῳ λόγῳ καὶ πολλὰ ἔχει κατὰ τὴν λέξιν τοιαῦτα, ἃ εἴη ἂν τοῦ αὐτοῦ ῥήτορος, ἔξω τῆς τῶν Δεινάρχου ἡλικίας πολλοῖς ἔτεσιν ὕστερον ἠγώνισται τὸν ἀγῶνα ὁ κατήγορος, ἀλλὰ δύο ἢ τρισίν, ὡς ἀκριβέστερον περὶ αὐτῶν ἐν τῇ περὶ Δημοσθένους γραφῇ δεδηλώκαμεν. Ἀθηνάδῃ συνηγορία περὶ τῆς σχεδίας πρὸς Ἀμύντιχον· φίλος μοι καὶ ἐπιτήδειος ὤν . ὁ ὕστερος· οἴομαι μὲν ὑμᾶς, ὦ ἄνδρες. Διοπείθους ἔτι περὶ Ἑλλήσποντον τοῦ τῶν Ἀθηναίων στρατηγοῦ διατρίβοντος εἴρηται ὁ λόγος, ὡς ἐξ αὐτοῦ γίνεται φανερόν. ἔστι δὲ ὁ χρόνος κατὰ Πυθόδοτον ἄρχοντα, ὡς δηλοῖ Φιλόχορος σὺν τοῖς ἄλλοις τοῖς ἐπὶ τούτου τοῦ ἄρχοντος οὐδέπω εἰκοστὸν ἔχων ἔτος. πρὸς Μήκυθον μεταλλικός· πριάμενοι μέταλλον, ὦ ἄνδρες. ἐπὶ Νικομάχου ἄρχοντος εἴρηται ὁ λόγος οὗτος. φησὶ γὰρ ὁ λέγων ἐπʼ Εὐβούλου μὲν μισθώσασθαι τὸ μέταλλον, τρία δὲ ἔτη ἐργασάμενος, ἐκβαλλόμενος ὑπὸ τοῦ πλησίον ἔχοντος μέταλλα, λαχεῖν αὐτῷ τὴν δίκην κατὰ Νικόμαχον ἄρχοντα, Δεινάρχου ἓν καὶ εἰκοστὸν ἔτος ἔχοντος. Σατύρῳ πρὸς Χαρίδημον ἐπιτροπῆς ἀπολογία· μὴ μεγάλου κινδύνου συμβεβηκότος. καὶ οὗτος ἐπὶ Νικομάχου εἴρηται. ὑπὲρ ἀντιδόσεως πρὸς Μεγακλείδην· εἰ μὲν ἔδει, ὦ ἄνδρες, πρὸς τρεῖς ἢ τέτταρας. ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δʼ ἐστὶ τῶν Δεινάρχου χρόνων ὁ λόγος . εἴρηται γὰρ ἐπὶ τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατηγίας, ἐφʼ ᾗ τὰς εὐθύνας ὑποσχὼν ἑάλω. Τιμόθεος δὲ τὰς εὐθύνας ὑπέσχηκεν ἐπὶ Διοτίμου τοῦ μετὰ Καλλίστρατον, ὅτε καὶ