περὶ Δεινάρχου τοῦ ῥήτορος οὐδὲν εἰρηκὼς ἐν τοῖς περὶ τῶν ἀρχαίων γραφεῖσιν διὰ τὸ μήτε εὑρετὴν ἰδίου γεγονέναι χαρακτῆρος τὸν ἄνδρα, ὥσπερ τὸν Λυσίαν καὶ τὸν Ἰσοκράτην καὶ τὸν Ἰσαῖον, μήτε τῶν εὑρημένων ἑτέροις τελειωτήν, ὥσπερ τὸν Δημοσθένη καὶ τὸν Αἰσχίνη καὶ τὸν Ὑπερείδην ἡμεῖς κρίνομεν, ὁρῶν δὲ καὶ τοῦτον τὸν ἄνδρα παρὰ πολλοῖς ἠξιωμένον ὀνόματος ἐπὶ δεινότητι λόγων καὶ ἀπολελοιπότα δημοσίους τε καὶ ἰδίους λόγους οὔτε ὀλίγους οὔτʼ εὐκαταφρονήτους, ἡγησάμην δεῖν μὴ παραλιπεῖν αὐτόν, ἀλλὰ καὶ περὶ τοῦ βίου καὶ τοῦ χαρακτῆρος αὐτοῦ διελθεῖν καὶ διορίσαι τούς τε γνησίους καὶ ψευδεῖς λόγους πάντων ἢ τῶν γε πλείστων ἀναγκαιότερον οἶμαι τοῖς μὴ ἐκ περιζώματος ἀσκοῦσι ῥητορικήν. ἅμα δὲ ὁρῶν οὐδὲν ἀκριβὲς οὔτε Καλλίμαχον οὔτε τοὺς ἐκ Περγάμου γραμματικοὺς περὶ αὐτοῦ γράψαντας, ἀλλὰ παρὰ τὸ μηδὲν ἐξετάσαι περὶ αὐτοῦ τῶν ἀκριβεστέρων ἡμαρτηκότας, ὡς μὴ μόνον ἐψεῦσθαι πολλὰ ἀλλὰ καὶ λόγους τοὺς οὐδὲν μὲν αὐτῷ προσήκοντας ὡς Δεινάρχου τούτῳ προστίθεσθαι, τοὺς δʼ ὑπʼ αὐτοῦ γραφέντας ἑτέρων εἶναι λέγειν· ἀλλὰ Δημήτριος ὁ Μάγνης, ὃς ἔδοξε γενέσθαι πολυἵστωρ, ἐν τῇ περὶ τῶν ὁμωνύμων πραγματείᾳ λέγων καὶ περὶ τούτου τοῦ ἀνδρὸς καὶ ὑπόληψιν παρασχών, ὡς περὶ αὐτοῦ λέξων τι ἀκριβές, διεψεύσθη τῆς δόξης. οὐθὲν δὲ κωλύει καὶ τὰς λέξεις παραθέσθαι τοῦ ἀνδρός. ἔστι δὲ τὰ ὑπʼ αὐτοῦ γραφέντα τάδε· Δεινάρχοις δʼ ἐνετύχομεν τέτταρσιν· ὧν ἐστιν ὃ μὲν ἐκ τῶν ῥητόρων τῶν Ἀττικῶν, ὃ δὲ τὰς περὶ Κρήτην συναγήοχε μυθολογίας, ὃ δὲ πρεσβύτερος μὲν ἀμφοῖν τούτοιν, Δήλιος δὲ τὸ γένος, πεπραγματευμένος τοῦτο μὲν ἔπος, τοῦτο δὲ πράγματα, τέταρτος δὲ ὁ περὶ Ὁμήρου λόγον συντεθεικώς. ἐθέλω δὲ πρὸς μέρος περὶ ἑκάστου διελθεῖν, καὶ πρῶτον περὶ τοῦ ῥήτορος. ἔστι τοίνυν οὗτος κατά γε τὴν ἐμὴν δόξαν οὐδὲν ἀπολείπων τῆς Ὑπερείδου χάριτος, ὥστʼ εἰπεῖν· καὶ νύ κεν ἢ παρέλασσεν. ἐνθύμημα γὰρ φέρει πειστικὸν καὶ σχῆμα παντοδαπόν, πιθανότητός γε μὴν οὕτως εὖ ἥκει, ὥστε παριστάνειν τοῖς ἀκούουσι, μὴ ἄλλως γεγονέναι τὸ πρᾶγμα ἢ ὡς αὐτὸς λέγει. καὶ νομίσειεν ἄν τις εὐήθεις εἶναι τοὺς ὑπολαβόντας τὸν λόγον τὸν κατὰ Δημοσθένους εἶναι τούτου· πολὺ γὰρ ἀπέχει τοῦ χαρακτῆρος. ἀλλʼ ὅμως τοσοῦτον σκότους ἐπιπεπόλακεν, ὥστε τοὺς μὲν ἄλλους αὐτοῦ λόγους σχεδόν που ὑπὲρ ἑξήκοντα καὶ ἑκατὸν ὄντας πάντας ἀγνοεῖν συμβέβηκε, τὸν δὲ μὴ γραφέντα ὑπʼ αὐτοῦ μόνον ἐκείνου νομίζεσθαι. ἡ δὲ λέξις ἐστὶ τοῦ Δεινάρχου κυρίως ἠθική, πάθος κινοῦσα, σχεδὸν τῇ πικρίᾳ μόνον καὶ τῷ τόνῳ τοῦ Δημοσθενικοῦ χαρακτῆρος λειπομένη, τοῦ δὲ πιθανοῦ καὶ κυρίου μηδὲν ἐνδέουσα. ἐκ τούτων οὐδὲν ἔστιν οὔτε ἀκριβὲς ἀλλʼ οὐδὲ ἀληθὲς εὑρεῖν· οὔτε γὰρ γένος τἀνδρὸς οὔτε χρόνους, καθʼ οὓς ἦν, οὔτε τόπον, ἐν ᾧ διέτριψε, δεδήλωκεν, ὀνόματα δὲ μόνον κοινὰ καὶ περιτρέχοντα ἐσπούδασε καὶ πλῆθος λόγων εἶπεν οὐδενὶ τῶν σύμφωνον. ἔδει δὲ τοὐναντίον. ἃ οὖν ἐγὼ αὐτὸς διʼ ἐμαυτοῦ κατελαβόμην, ταῦτʼ ἐστίν· Δείναρχος ὁ ῥήτωρ υἱὸς μὲν ἦν Σωστράτου, Κορίνθιος δὲ τὸ γένος, ἀφικόμενος δὲ εἰς Ἀθήνας, καθʼ ὃν χρόνον ἤνθουν αἵ τε τῶν φιλοσόφων καὶ ῥητόρων διατριβαί, Θεοφράστῳ τε συνεγένετο καὶ Δημητρίῳ τῷ Φαληρεῖ. εὐφυὴς δὲ περὶ τοὺς πολιτικοὺς λόγους γενόμενος ἀκμαζόντων ἔτι τῶν περὶ Δημοσθένην ἤρξατο λόγους γράφειν καὶ προῄει κατὰ μικρὸν εἰς δόξαν. μάλιστα δὲ ἤκμασε μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, Δημοσθένους μὲν καὶ τῶν ἄλλων ῥητόρων φυγαῖς ἀιδίοις καὶ θανάτοις περιπεσόντων, οὐδενὸς δʼ ὑπολειπομένου μετʼ αὐτοὺς ἀνδρὸς ἀξίου λόγου. καὶ διατετέλεκεν ἐτῶν πεντεκαίδεκα χρόνον λόγους συγγράφων τοῖς βουλομένοις, ἕως Κάσσανδρος τὴν πόλιν κατέσχεν. ἐπὶ δὲ Ἀναξικράτους ἄρχοντος, ἐφʼ οὗ κατέλυσαν τὴν ἐν τῇ Μουνυχίᾳ φρουρὰν ὑπὸ Κασσάνδρου κατασταθεῖσαν οἱ περὶ Ἀντίγονον καὶ Δημήτριον τοὺς βασιλεῖς, αἰτίαν ἔχων ἅμα τοῖς ἐπιφανεστάτοις Ἀθηναίων καίτοι ξένος αὐτὸς ὢν καταλῦσαι τὸν δῆμον, ὁρῶν ἠρεθισμένους τοὺς Ἀθηναίους καὶ μάλιστα τῷ πλουτεῖν ἑαυτὸν ὑφορωμένους, μὴ διὰ τοῦτο πάθῃ τι δεινόν, εἰσελθεῖν μὲν εἰς δικαστήριον οὐχ ὑπέμεινεν, ἐξελθὼν δὲ τῆς πόλεως καὶ ἐλθὼν εἰς Χαλκίδα τὴν ἐν Εὐβοίᾳ, τὸν ἀπʼ Ἀναξικράτους χρόνον ἕως Φιλίππου πεντεκαιδεκαετῆ γενόμενον ἐκεῖ διέτριψεν, εἴ τις αὐτῷ γένοιτο διὰ Θεοφράστου καὶ τῶν ἄλλων φίλων κάθοδος, περιμένων. συγχωρήσαντος δὲ τοῦ βασιλέως μετὰ τῶν ἄλλων φυγάδων κἀκείνῳ κατελθεῖν, ἀφικόμενος εἰς Ἀθήνας καὶ παρʼ ἑνὶ τῶν φίλων Προξένῳ καταχθεὶς τὸ χρυσίον ἀπολλύει γηραιὸς ὢν ἤδη καὶ τὰς ὄψεις ἀσθενής. ὀλιγώρως δʼ ἔχοντος τοῦ Προξένου πρὸς τὴν ζήτησιν, δίκην ἔλαχεν αὐτῷ περὶ τῶν χρημάτων αὐτὸς οὐδεπώποτε πρότερον εἰς δικαστήριον παρελθών. οὗτος μὲν ὁ βίος τἀνδρός. ἀποδείκνυται δʼ ἕκαστον αὐτῶν ἔκ τε τῶν ἱστοριῶν τῶν Φιλοχόρου καὶ ἐξ ὧν αὐτὸς περὶ αὐτοῦ ξυνέγραψεν ἐν τῷ λόγῳ τῷ κατὰ Προξένου, ὃς εἴρηται μὲν μετὰ τὴν φυγήν, προσκειμένην δὲ ἔχει τὴν γραφὴν ταύτην· Δείναρχος Σωστράτου Κορίνθιος Προξένῳ, ᾧ σύνειμι, βλάβης ταλάντων δύο. ἔβλαψέ με Πρόξενος, ὑποδεξάμενος εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν ἀγρῷ, ὅτε πεφευγὼς Ἀθήνηθεν κατῄειν ἐκ Χαλκίδος, χρυσίου μὲν στατῆρας ὀγδοήκοντα καὶ διακοσίους καὶ πέντε, οὓς ἐκόμισα ἐκ Χαλκίδος εἰδότος Προξένου καὶ εἰσῆλθον ἔχων εἰς τὴν οἰκίαν αὐτοῦ, ἀργυρώματα δὲ οὐκ ἔλαττον εἴκοσι μνῶν ἄξια, ἐπιβουλεύσας τούτοις. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τῷ λόγῳ εὐθὺς μὲν ἐν ἀρχῇ περὶ τοῦ μηδεμίαν δίκην πρότερον εἰσελθεῖν δεδήλωκεν, ἐν δὲ τοῖς πρότερον μετὰ ταῦτα πρῶτον μὲν ἐν τῷ προοιμίῳ τὴν βλάβην τὴν γενομένην αὐτῷ διὰ Προξένου δεδήλωκεν, ἐν δὲ τοῖς ἑξῆς περί τε τῆς φυγῆς καὶ τῶν ἄλλων διεξέρχεται πάντων, ἐξ ὧν γίγνεται φανερὰ τὰ προειρημένα, καὶ ἔτι πρὸς τούτοις, ὅτι ξένος διέμεινε καὶ γέρων ἤδη ὢν εἶπε τὸν λόγον, ἐξ ὦν ἐπὶ τῷ τέλει τῆς δίκης εἴρηκε. ταῦτα μὲν αὐτὸς ὁ Δείναρχος περὶ ἑαυτοῦ. Φιλόχορος δὲ ἐν ταῖς Ἀττικαῖς ἱστορίαις περί τε τῆς φυγῆς τῶν καταλυσάντων τὸν δῆμον καὶ περὶ τῆς καθόδου πάλιν οὕτως λέγει· τοῦ γὰρ Ἀναξικράτους ἄρχοντος εὐθὺ μὲν ἡ τῶν Μεγαρέων πόλις ἑάλω· ὁ δὲ Δημήτριος ὁ βασιλεὺς κατελθὼν ἐκ τῶν Μεγάρων κατεσκευάζετο τὰ πρὸς τὴν Μουνυχίαν καὶ τὰ τείχη κατασκάψας ἀπέδωκε τῷ δήμῳ. ὕστερον δὲ εἰσηγγέλθησαν πολλοὶ τῶν πολιτῶν, ἐν οἷς καὶ Δημήτριος ὁ Φαληρεύς. τῶν δʼ εἰσαγγελθέντων οὓς μὲν οὐχ ὑπομείναντας τὴν κρίσιν ἐθανάτωσαν τῇ ψήφῳ, οὓς δʼ ὑπακούσαντας ἀκούσαντας ἀπέλυσαν. ταῦτα μὲν οὖν τῆς ὀγδόης. ἐν δὲ τῇ ἐνάτῃ φησί· τοῦ δʼ ἐνιαυτοῦ τουδὶ διελθόντος, ἑτέρου δʼ εἰσιόντος, ἐν ἀκροπόλει σημεῖον ἐγένετο τοιοῦτον· κύων εἰς τὸν τῆς Πολιάδος νεὼν εἰσελθοῦσα καὶ δῦσα εἰς τὸ Πανδρόσειον, ἐπὶ τὸν βωμὸν ἀναβᾶσα τοῦ Ἑρκείου Διὸς τὸν ὑπὸ τῇ ἐλαίᾳ κατέκειτο. πάτριον δʼ ἐστὶ τοῖς Ἀθηναίοις, κύνα μὴ ἀναβαίνειν εἰς ἀκρόπολιν. περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ ἐν τῷ οὐρανῷ μεθʼ ἡμέραν ἡλίου τʼ ἐξέχοντος καὶ οὔσης αἰθρίας ἀστὴρ ἐπί τινα χρόνον ἐγένετο ἐκφανής. ἡμεῖς δʼ ἐρωτηθέντες ὑπέρ τε τοῦ σημείου καὶ τοῦ φαντάσματος, εἰς ὃ φέρει, φυγάδων κάθοδον ἔφαμεν προσημαίνειν ἀμφότερα καὶ ταύτην οὐκ ἐκ μεταβολῆς πραγμάτων ἐσομένην, ἀλλʼ ἐν τῇ καθεστώσῃ πολιτείᾳ· καὶ τὴν κρίσιν ἐπιτελεσθῆναι συνέβη. προειρημένων δὴ τούτων ἓν ἔτι λείπεται καὶ ἀναγκαιότατον, τὴν ἡλικίαν αὐτοῦ διορίσαι, ἵνα καὶ περὶ τῶν λόγων τῶν τε γνησίων αὐτοῦ καὶ μὴ σαφές τι ἔχωμεν λέγειν. τίθεμεν δὴ αὐτὸν ἑβδομηκοστὸν ἔχοντα ἔτος ἀπὸ τῆς φυγῆς κατεληλυθέναι, ὡς καὶ αὐτός φησι, γέροντα αὑτὸν ἀποκαλῶν· ἀφʼ οὗ χρόνου καὶ καλεῖν τοὺς ἐν τῇ ἡλικίᾳ ταύτῃ μάλιστα εἰώθαμεν. ὑποκειμένων δὲ τούτων ὁλοσχερεῖ λογισμῷ (τὸ γὰρ ἀκριβὲς οὐκ ἔχομεν) εἴη ἂν κατὰ Νικόφημον ἄρχοντα γεγονώς. εἰ δέ τις ἢ πρεσβύτερον ἢ νεώτερον τῶν εἰρημένων χρόνων αὐτὸν εἶναι φήσει, πρὸς τῷ μηδὲν ὑγιὲς λέγειν καὶ λόγους αὖ πολλοὺς ἀφελεῖται, μᾶλλον δὲ πάντας πλὴν πέντε ἢ ἕξ, τῶν μὲν πρεσβύτερον αὐτόν, τῶν δὲ νεώτερον εἶναι λέγων. οὐ μὴν ἀλλὰ καὶ ἄρξασθαι λέγοντες αὐτὸν λόγους συγγράφειν ἀπὸ τοῦ πέμπτου ἢ ἕκτου πρὸς τῷ εἰκοστῷ ἔτους οὐκ ἂν ἁμάρτοιμεν, ἄλλως τε καὶ τῶν περὶ Δημοσθένη τότε ἀκμαζόντων. ἕκτος δὲ καὶ εἰκοστός ἐστιν ἀπὸ Νικοφήμου Πυθόδημος. ὥσθʼ ὅσους εὑρίσκομεν πρεσβυτέρους τούτου τοῦ ἄρχοντος τοὺς φερομένους εἰς αὐτὸν λόγους εἴ τις γνησίους θήσεται, ἀπιστοίημεν ἂν εἰκότως· ἔτι δὲ καὶ τοὺς ἀπʼ Ἀναξικράτους ἕως Φιλίππου τετελεσμένους ἀγῶνας ὁμοίως ἐν τοῖς ψευδέσιν ἀναγράφοιμεν ἄν· οὐ γὰρ εἰς Χαλκίδα ἄν τινες ἔπλεον λόγων χάριν ἢ ἰδίων ἢ δημοσίων· οὐ γὰρ τέλεον ἠπόρουν οὕτω λόγων. ἐπεὶ δὲ ὁ χρόνος τἀνδρὸς ὡς οἷόν τε ἀκριβέστατα εὕρηται, πρὸς ὃν καὶ τῶν λόγων τούς τε γνησίους καὶ μὴ διακρινοῦμεν, καιρὸς ἤδη καὶ περὶ τοῦ χαρακτῆρος αὐτοῦ λέγειν. ἔστι δὲ δυσόριστον. οὐδὲν γὰρ οὔτε κοινὸν οὔτʼ ἴδιον ἔσχεν οὔτʼ ἐν τοῖς ἰδίοις οὔτʼ ἐν τοῖς δημοσίοις ἀγῶσιν, ἀλλὰ καὶ τοῖς Λυσίου παραπλήσιος ἔστιν ὅπου γίνεται καὶ τοῖς Ὑπερείδου καὶ τοῖς Δημοσθένους λόγοις. καὶ τούτων πολλὰ ἄν τις ἔχοι παραδείγματα ἐκθέσθαι. τοῦ μὲν Λυσιακοῦ χαρακτῆρος ἔν τε τῷ περὶ Μνησικλέους λόγῳ καὶ ἐν τῷ κατὰ Λυσικράτους ὑπὲρ Νικομάχου καὶ ἐν ἄλλοις πολλοῖς. τοῦ δʼ Ὑπερειδείου ταῖς τε οἰκονομίαις ἀκριβεστέρου καὶ ταῖς κατασκευαῖς γενναιοτέρου πως ὄντος τῶν Λυσιακῶν ἐν πλείοσι μὲν ἢ τριάκοντα Δεινάρχου λόγοις παραδείγματα εὑρεῖν ἔστιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ περὶ τῆς Ἀγάθωνος διαμαρτυρίας. οὐ μὴν ἀλλὰ καὶ τοῦ Δημοσθενικοῦ χαρακτῆρος, ὃν μάλιστα ἐμιμήσατο, πολὺ πλείω δύναιτʼ ἄν τις εἰπεῖν, ἄλλως τε καὶ ἐν τῷ κατὰ Πολυεύκτου. προοιμιάζεται γὰρ ὁμοίως ἐκείνῳ, καὶ διʼ ὅλου τοῦ λόγου παραπλήσιος μεμένηκε.