οὑτωσὶ μὲν δὴ σαφῶς αὐτὸς ὁ φιλόσοφος ἀποδεικνύει μετὰ τὸν Ὀλυνθιακὸν πόλεμον γεγραμμένας ὑπʼ αὐτοῦ τὰς τέχνας. οὗτος δʼ ἐπὶ Καλλιμάχου γέγονεν ἄρχοντος, ὡς δηλοῖ Φιλόχορος ἐν ἕκτῃ βύβλῳ τῆς Ἀτθίδος κατὰ λέξιν οὕτω γράφων· Καλλίμαχος Περγασῆθεν· ἐπὶ τούτου Ὀλυνθίοις πολεμουμένοις ὑπὸ Φιλίππου καὶ πρέσβεις Ἀθήναζε πέμψασιν οἱ Ἀθηναῖοι συμμαχίαν τε ἐποιήσαντο καὶ βοήθειαν ἔπεμψαν πελταστὰς δισχιλίους, τριήρεις δὲ τριάκοντα τὰς μετὰ Χάρητος καὶ ἃς συνεπλήρωσαν ὀκτώ. ἔπειτα διεξελθὼν ὀλίγα τὰ μεταξὺ γενόμενα τίθησι ταυτί· περὶ δὲ τὸν αὐτὸν χρόνον Χαλκιδέων τῶν ἐπὶ Θρᾴκης θλιβομένων τῷ πολέμῳ καὶ πρεσβευσαμένων Ἀθήναζε Χαρίδημον αὐτοῖς ἔπεμψαν οἱ Ἀθηναῖοι τὸν ἐν Ἑλλησπόντῳ στρατηγόν· ὃς ἔχων ὀκτωκαίδεκα τριήρεις καὶ πελταστὰς τετρακισχιλίους, ἱππεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν ἦλθεν εἰς τήν τε Παλλήνην καὶ τὴν Βοττιαίαν μετʼ Ὀλυνθίων καὶ τὴν χώραν ἐπόρθησεν. ἔπειθʼ ὑπὲρ τῆς τρίτης συμμαχίας λέγει ταυτί· πάλιν δὲ τῶν Ὀλυνθίων πρέσβεις ἀποστειλάντων εἰς τὰς Ἀθήνας καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς καταπολεμηθέντας, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις δυνάμεσι πέμψαι βοήθειαν μὴ ξενικὴν ἀλλʼ αὐτῶν Ἀθηναίων, ἔπεμψεν αὐτοῖς ὁ δῆμος τριήρεις μὲν ἑτέρας ἑπτακαίδεκα καὶ τῶν πολιτῶν ὁπλίτας δισχιλίους καὶ ἱππεῖς τριακοσίους ἐν ναυσὶν ἱππηγοῖς, στρατηγὸν δὲ Χάρητα τοῦ στόλου παντός. ἀπόχρη μὲν οὖν καὶ ταῦτα ῥηθέντα φανερὰν ποιῆσαι τὴν φιλοτιμίαν τῶν ἀξιούντων τὰς Ἀριστοτέλους ἐζηλωκέναι τέχνας τὸν Δημοσθένη, ὃς ἤδη τέτταρας μὲν ἔτυχεν εἰρηκὼς δημηγορίας Φιλιππικάς, τρεῖς δὲ Ἑλληνικάς, πέντε δὲ λόγους δημοσίους εἰς δικαστήρια γεγραφώς, οὓς οὐδεὶς ἂν ἔχοι διαβαλεῖν ὡς εὐτελεῖς τινας καὶ φαύλους καὶ μηδὲν ἐπιφαίνοντας τεχνικόν, ἐπειδὴ πρὸ τῶν Ἀριστοτέλους συνετάχθησαν τεχνῶν. οὐ μὴν ἔγωγε μέχρι τούτου προελθὼν στήσομαι, ἀλλὰ καὶ τοὺς ἄλλους αὐτοῦ λόγους τοὺς μάλιστʼ εὐδοκιμοῦντας ἐπιδείξω τούς τε δημηγορικοὺς καὶ τοὺς δικανικοὺς πρότερον ἀπηγγελμένους τῆς ἐκδόσεως τούτων τῶν τεχνῶν, μάρτυρι πάλιν αὐτῷ χρώμενος Ἀριστοτέλει. μετὰ γὰρ ἄρχοντα Καλλίμαχον, ἐφʼ οὗ τὰς εἰς Ὄλυνθον βοηθείας ἀπέστειλαν Ἀθηναῖοι πεισθέντες ὑπὸ Δημοσθένους, Θεόφιλος ἔστιν ἄρχων, καθʼ ὃν ἐκράτησε τῆς Ὀλυνθίων πόλεως Φίλιππος. ἔπειτα Θεμιστοκλῆς, ἐφʼ οὗ τὴν πέμπτην τῶν κατὰ Φιλίππου δημηγοριῶν ἀπήγγειλε Δημοσθένης περὶ τὴς φυλακῆς τῶν νησιωτῶν καὶ τῶν ἐν Ἑλλησπόντῳ πόλεων, ἧς ἐστιν ἀρχή· ἃ μὲν ἡμεῖς ὦ ἄνδρες Ἀθηναῖοι δεδυνήμεθα εὑρεῖν, ταῦτʼ ἐστίν. μετὰ δὲ Θεμιστοκλέα Ἀρχίας, ἐφʼ οὗ παραινεῖ τοῖς Ἀθηναίοις μὴ κωλύειν Φίλιππον τῆς Ἀμφικτυονίας μετέχειν μηδὲ ἀφορμὴν διδόναι πολέμου νεωστὶ πεποιημένους τὴν πρὸς αὐτὸν εἰρήνην· ἀρχὴ δὲ ταύτης τῆς δημηγορίας ἐστὶν ἥδε· ὁρῶ μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὰ παρόντα πράγματα. μετὰ δὲ Ἀρχίαν ἔστιν Εὔβουλος· εἶτα Λυκίσκος, ἐφʼ οὗ τὴν ἑβδόμην τῶν Φιλιππικῶν δημηγοριῶν διέθετο πρὸς τὰς ἐκ Πελοποννήσου πρεσβείας, ταύτην τὴν ἀρχὴν ποιησάμενος· ὅταν ὦ ἄνδρες Ἀθηναῖοι λόγοι γίγνωνται. μετὰ Λυκίσκον ἔστιν ἄρχων Πυθόδοτος, ἐφʼ οὗ τὴν ὀγδόην τῶν Φιλιππικῶν δημηγοριῶν διέθετο πρὸς τοὺς Φιλίππου πρέσβεις, ἧς ἐστιν ἀρχή ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι, καὶ τὸν κατʼ Αἰσχίνου συνετάξατο λόγον, ὅτε τὰς εὐθύνας ἐδίδου τῆς δευτέρας πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους. μετὰ Πυθόδοτον ἔστι Σωσιγένης, ἐφʼ οὗ τὴν ἐνάτην διελήλυθεν κατὰ Φιλίππου δημηγορίαν περὶ τῶν ἐν Χερρονήσῳ στρατιωτῶν, ἵνα μὴ διαλυθῇ τὸ μετὰ Διοπείθους ξενικόν, ἀρχὴν ἔχουσαν ταύτην· ἔδει μὲν ὦ ἄνδρες Ἀθηναῖοι τοὺς λέγοντας ἅπαντας · καὶ κατὰ τὸν αὐτὸν ἄρχοντα τὴν δεκάτην, ἐν ᾗ πειρᾶται διδάσκειν, ὅτι λύει τὴν εἰρήνην Φίλιππος καὶ πρότερος ἐκφέρει τὸν πόλεμον, ἧς ἐστιν ἀρχή· πολλῶν ὦ ἄνδρες Αθηναῖοι λόγων γιγνομένων. μετὰ Σωσιγένην ἄρχων ἔστι Νικόμαχος, ἐφʼ οὗ τὴν ἑνδεκάτην δημηγορίαν διελήλυθε περὶ τοῦ λελυκέναι τὴν εἰρήνην Φίλιππον καὶ τοὺς Ἀθηναίους πείθει Βυζαντίοις ἀποστεῖλαι βοήθειαν, ἧς ἐστιν ἀρχή· καὶ σπουδαῖα νομίζων ὦ ἄνδρες Ἀθηναῖοι. ἕπεται Νικομάχῳ Θεόφραστος ἄρχων, ἐφʼ οὗ πείθει τοὺς Ἀθηναίους γενναίως ὑπομεῖναι τὸν πόλεμον ὡς κατηγγελκότος αὐτὸν ἤδη Φιλίππου· καὶ ἔστιν αὕτη τελευταία τῶν κατὰ Φιλίππου δημηγοριῶν, ἀρχὴν ἔχουσα ταύτην· ὅτι μὲν ὦ ἄνδρες Ἀθηναῖοι Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλʼ ἀνεβάλετο τὸν πόλεμον.