Ἀριστοτέλης πατρὸς μὲν ἦν Νικομάχου τὸ γένος καὶ τὴν τέχνην ἀναφέροντος εἰς Μαχάονα τὸν Ἀσκληπιοῦ, μητρὸς δὲ Φαιστίδος ἀπογόνου τινὸς τῶν ἐκ Χαλκίδος τὴν ἀποικίαν ἀγαγόντων εἰς Στάγειρα· ἐγεννήθη δὲ κατὰ τὴν ἐνενηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα Διοτρεφοῦς Ἀθήνησιν ἄρχοντος τρισὶν ἔτεσι Δημοσθένους πρεσβύτερος. ἐπὶ δὲ Πολυζήλου ἄρχοντος τελευτήσαντος τοῦ πατρὸς ὀκτωκαιδέκατον ἔτος ἔχων εἰς Ἀθήνας ἦλθεν, καὶ συσταθεὶς Πλάτωνι χρόνον εἰκοσαετῆ διέτριψε σὺν αὐτῷ. ἀποθανόντος δὲ Πλάτωνος ἐπὶ Θεοφίλου ἄρχοντος ἀπῆρε πρὸς Ἑρμίαν τὸν Ἀταρνέως τύραννον καὶ τριετῆ χρόνον παρʼ αὐτῷ διατρίψας ἐπʼ Εὐβούλου ἄρχοντος εἰς Μυτιλήνην ἐχωρίσθη· ἐκεῖθεν δὲ πρὸς Φίλιππον ᾤχετο κατὰ Πυθόδοτον ἄρχοντα, καὶ διέτριψε χρόνον ὀκταετῆ παρʼ αὐτῷ καθηγούμενος Ἀλεξάνδρου· μετὰ δὲ τὴν Φιλίππου τελευτὴν ἐπʼ Εὐαινέτου ἄρχοντος ἀφικόμενος εἰς Ἀθήνας ἐσχόλαζεν ἐν Λυκείῳ χρόνον ἐτῶν δώδεκα. τῷ δὲ τρισκαιδεκάτῳ, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ Κηφισοδώρου ἄρχοντος ἀπάρας εἰς Χαλκίδα νόσῳ τελευτᾷ, τρία πρὸς τοῖς ἑξήκοντα βιώσας ἔτη. ταῦτα μὲν οὖν ἔστιν ἃ παραδεδώκασιν ἡμῖν οἱ τὸν βίον τοῦ ἀνδρὸς ἀναγράψαντες. ἃ δὲ αὐτὸς ὁ φιλόσοφος ὑπὲρ ἑαυτοῦ γράφει, πᾶσαν ἀφαιρούμενος ἐπιχείρησιν τῶν χαρίζεσθαι βουλομένων αὐτῷ τὰ μὴ προσήκοντα, πρὸς πολλοῖς δʼ ἄλλοις ὧν οὐδὲν δέομαι μεμνῆσθαι κατὰ τὸ παρόν, ἃ τέθηκεν ἐν τῇ πρώτῃ βύβλῳ ταύτης τῆς πραγματείας, ὡς οὐ μειράκιον ἦν, ὅτε τὰς ῥητορικὰς συνετάττετο τέχνας, ἀλλʼ ἐν τῇ κρατίστῃ γεγονὼς ἀκμῇ καὶ προεκδεδωκὼς ἤδη τάς τε τοπικὰς συντάξεις καὶ τὰς ἀναλυτικὰς καὶ τὰς μεθοδικάς, τεκμήρἰ ἐστὶν ἰσχυρότατα. ἀρξάμενος γὰρ τὰς ὠφελείας ἐπιδεικνύειν, ἃς περιείληφεν ὁ ῥητορικὸς λόγος, ταῦτα κατὰ λέξιν γράφει· χρήσιμος δʼ ἐστὶν ἡ ῥητορικὴ διά γε τὸ φύσει εἶναι κρείττω τἀληθῆ καὶ τὰ δίκαια τῶν ἐναντίων· ὥστε ἐὰν μὴ κατὰ τὸ προσῆκον αἱ κρίσεις γίνωνται, ἀνάγκη διʼ αὑτὸν ἡττᾶσθαι· τοῦτο δʼ ἐστὶν ἄξιον ἐπιτιμήσεως. ἔτι δὲ πρὸς ἐνίους, οὐδʼ εἰ τὴν ἀκριβεστάτην ἔχοιμεν ἐπιστήμην, ῥᾴδιον ἀπʼ ἐκείνης πεῖσαι λέγοντας· διδασκαλία γάρ ἐστιν ὁ κατὰ τὴν ἐπιστήμην λόγος, τοῦτο δὲ ἀδύνατον· ἀλλʼ ἀνάγκη διὰ τῶν κοινῶν ποιεῖσθαι τὰς πίστεις καὶ τοὺς λόγους, ὥσπερ καὶ ἐν τοῖς τοπικοῖς λέγομεν περὶ τῆς πρὸς τοὺς πολλοὺς ἐντεύξεως.