οὐκ ἔστʼ ἔτυμος λόγος οὗτος, ὦ φίλε Ἀμμαῖε, οὐδʼ ἐκ τῶν Ἀριστοτέλους τεχνῶν τῶν ὕστερον ἐξενεχθεισῶν οἱ Δημοσθένους λόγοι συνετάχθησαν ἀλλὰ καθʼ ἑτέρας τινὰς εἰσαγωγάς· ὑπὲρ ὧν ἐν ἰδίᾳ δηλώσω γραφῇ τὰ δοκοῦντά μοι· πολὺς γὰρ ὁ περὶ αὐτῶν λόγος, ὃν οὐ καλῶς εἶχεν ἑτέρας γραφῆς ποιῆσαι πάρεργον. ἐν δὲ τῷ παρόντι τοῦτο πειράσομαι φανερὸν ποιῆσαι, ὅτι Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τούς τε δικανικοὺς καὶ τοὺς δημηγορικοὺς καὶ θαυμαζομένου διὰ πάσης τῆς Ἑλλάδος ἐπὶ δεινότητι λόγων τότε ὁ φιλόσοφος τὰς ῥητορικὰς ἔγραψε τέχνας. ἀνάγκη δʼ ἴσως πρῶτον, ὡς παρέλαβον ἐκ τῶν κοινῶν ἱστοριῶν, ἃ κατέλιπον ἡμῖν οἱ τοὺς βίους τῶν ἀνδρῶν συνταξάμενοι, προειπεῖν. ποιήσομαι δὲ ἀπὸ Δημοσθένους τὴν ἀρχήν. οὗτος ἐγεννήθη μὲν ἐνιαυτῷ πρότερον τῆς ἑκατοστῆς Ὀλυμπιάδος· ἄρχοντος δὲ Τιμοκράτους. εἰς ἔτος ἦν ἐμβεβηκὼς ἑπτακαιδέκατον δημοσίους δὲ λόγους ἤρξατο γράφειν ἐπὶ Καλλιστράτου ἄρχοντος εἰκοστὸν καὶ πέμπτον ἔτος ἔχων. καὶ ἔστιν αὐτοῦ πρῶτος τῶν ἐν δικαστηρίῳ κατασκευασθέντων ἀγώνων ὁ κατὰ Ἀνδροτίωνος, ὃν ἔγραφε Διοδώρῳ τῷ κρίνοντι τὸ ψήφισμα παρανόμων, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἕτερος ἐπὶ Καλλιστράτου ἄρχοντος , ὁ περὶ τῶν ἀτελειῶν, ὃν αὐτὸς διέθετο, χαριέστατος ἁπάντων τῶν λόγων καὶ γραφικώτατος. ἐπὶ δὲ Διοτίμου τοῦ μετὰ Καλλίστρατον ἐν Ἀθηναίοις πρώτην εἶπε δημηγορίαν, ἣν ἐπιγράφουσιν οἱ τοὺς ῥητορικοὺς πίνακας συντάξαντες περὶ τῶν συμμοριῶν · ἐν ᾗ παρεκάλει τοὺς Ἀθηναίους μὴ λύειν τὴν πρὸς βασιλέα γενομένην εἰρήνην μηδὲ προτέρους ἄρχειν τοῦ πολέμου, ἐὰν μὴ παρασκευάσωνται τὴν ναυτικὴν δύναμιν, ἐν ᾗ πλείστην εἶχον ἰσχύν, καὶ τὸν τρόπον τῆς παρασκευῆς αὐτὸς ὑποτίθεται. ἐπὶ δὲ Θουδήμου τοῦ μετὰ Διότιμον ἄρξαντος τόν τε κατὰ Τιμοκράτους λόγον ἔγραψε Διοδώρῳ τῷ κρίνοντι παρανόμων τὸν Τιμοκράτη καὶ τὸν περὶ τῆς Μεγαλοπολιτῶν βοηθείας δημηγορικὸν αὐτὸς ἀπήγγειλε. μετὰ δὲ Θούδημον ἔστιν Ἀριστόδημος ἄρχων, ἐφʼ οὗ τῶν κατὰ Φιλίππου δημηγοριῶν ἤρξατο, καὶ λόγον ἐν τῷ δήμῳ διέθετο περὶ τῆς ἀποστολῆς τοῦ ξενικοῦ στρατεύματος καὶ τῶν δέκα φυγαδικῶν τριηρῶν εἰς Μακεδονίαν. ἐν τούτῳ τῷ χρόνῳ καὶ τὸν κατὰ Ἀριστοκράτους ἔγραψε λόγον Εὐθυκλεῖ τῷ διώκοντι παρανόμων τὸ ψήφισμα. ἐπὶ δὲ Θεέλλου τοῦ μετὰ Ἀριστόδημον τὴν περὶ Ῥοδίων ἀπήγγειλε δημηγορίαν, ἐν ᾗ πείθει τοῦς Ἀθηναίους καταλῦσαι τὴν ὀλιγαρχίαν αὐτῶν καὶ τὸν δῆμον ἐλευθερῶσαι. ἐπὶ δὲ Καλλιμάχου τοῦ τρίτου μετὰ Θέελλον ἄρξαντος τρεῖς διέθετο δημηγορίας παρακαλῶν Ἀθηναίους βοήθειαν Ὀλυνθίοις ἀποστεῖλαι τοῖς πολεμουμένοις ὑπὸ Φιλίππου, πρώτην μὲν ἧς ἐστιν ἀρχὴ ἐπὶ πολλῶν μὲν ἰδεῖν ἄν τις ὦ ἄνδρες Ἀθηναῖοί μοι δοκεῖ · δευτέραν δὲ Ὁὐχὶ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν ὦ ἄνδρες Ἀθηναῖοἰ· τρίτην δὲ ἀντὶ πολλῶν ἂν ὦ ἄνδρες Ἀθηναῖοι χρημάτων . κατὰ τοῦτον γέγραπται τὸν ἄρχοντα καὶ ὁ κατὰ Μειδίου λόγος, ὃν συνετάξατο μετὰ τὴν χειροτονίαν, ἣν ὁ δῆμος αὐτᾷ κατεχειροτόνησε. μέχρι τοῦδʼ εὑρισκομένων δώδεκα λόγων, ὧν εἴρηκα, δημοσίων, ἐν οἷς εἰσι δημηγορικοὶ μὲν ἑπτά, δικανικοὶ δὲ πέντε, ἅπαντες ἐγένοντο πρότεροι τῶν Ἀριστοτέλους τεχνῶν, ὡς ἔκ τε τῶν ἱστορουμένων περὶ τοῦ ἀνδρὸς ἀποδείξω καὶ ἐκ τῶν ὑπʼ αὐτοῦ γραφέντων, ἐντεῦθεν ἀρξάμενος.