ὁ Ἁλικαρνασσεὺς φησίν· ἁγνεύεται τὸ στόμα τῷ Δημοσθένει. TZETZAE scholion in Crameri anecd. Oxon. t. III p. 367, 7 δοκεῖ δὲ τραγικώτερον κεχρῆσθαι εὐθὺς ἐν ἀρχῇ τῇ μεταφορᾷ, πολιτικώτερον δὲ ὑπὸ Δημοσθένους εἰρῆσθαι τὸ αὐτὸ νόημα ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἐν ἀρχῇ, ἔχον οὕτως ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ καὶ παραγγελία γέγονε καὶ τὰ ἑξῆς. SCHOLION Aeschinis or. III τὴν παράταξιν ὅση γεγένηται p. 315 Sch. μέμψαιτο δʼ ἄν τις τὸ προοίμιον ὡς τραγικὸν καὶ περιττὸν καὶ ἐπιλόγῳ μᾶλλον ἐοικός. σξηολιον ιβιδ. π. 353 ρ. ὅρα δὲ πῶς ἐπιλογικῶς ἤρξατο ἀπὸ συνηγόρων ἐκβολῆς, ὥσπερ καὶ ὁ Δημοσθένης. argumentum or. III p. 352 R. ξφ. ἀξιοῦσι τινὲς μέμφεσθαι τῷ ῥήτορι ἐν ἀγῶνι συνηγόρων ἐκβολὴν ποιησαμένῳ, δέον ἐν ἐπιλόγῳ. schol. or. I 69 πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου π. 331 σξη. ἔστι δὲ τὸ κῶλον χαριεντισμός. ἐπαινοῦσι δὲ τοῦτο τὸ κῶλον οἱ κριτικοὶ λέγοντες σωφρόνως αὐτὸ πεφράσθαι καὶ οὐ κούφως. SCHOLION Aeschinis or. III 90 ἐπιλαμβάνεται δὲ Διονύσιος, ὅτι τὸ παρακαταθέσθαι φυλακῆς πλείονʼ ἔνδειξιν ἔχει, ἐπὶ δὲ τῶν σωμάτων τὸ ἐναντίον γίγνεται, διαφθείρονται γὰρ ἔσθʼ ὅτε. οὐκοῦν κακῶς ἐχρήσατο τῇ λέξει ὁ Αἰσχίνης. SCHOLION Laur. Aeschinis or. III 180 τὰ σώματα παρακαταθέμενοι p. 346 Sch. ὁ Διονύσιος ἐπιλαμβάνεται. οὐ γάρ, φησί, νικῆσαι βουλόμεθα τὴν ἀρετήν, ὡς τοὺς ἀνταγωνιστάς. SCHOLION Laur. Aeschinis or. III 189 τοῖς μὲν πύκταις ἔστιν ὁ ἀγὼν πρὸς ἀλλήλους, τοῖς δʼ ἀξιοῦσι στεφανοῦσθαι πρὸς αὐτὴν τὴν ἀρετήν p. 347 Sch.