βουλοίμην δʼ ἂν καὶ ταῦτα ἐνθυμηθῆναι διότι τοὺς ἔτι δυσπείστως ἔχοντας πρὸς τὰ εἰρημένα, ὅτι μειράκιον μὲν ἔτι ὄντα καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ἦν καὶ ταῦτα καὶ τἆλλα πάντα διὰ πολλῆς ἐπιμελείας τε καὶ φροντίδος ἔχειν, ἐπειδὴ δʼ ἡ χρόνιος ἄσκησις ἕξιν αὐτῷ ἐνεποίησε πολλὴν καὶ τύπους ἰσχυροὺς ἐνειργάσατο τῶν αἰεὶ μελετωμένων, τότε ἀπὸ τοῦ ῥᾴστου τε καὶ τῆς ἕξεως αὐτὸ ποιεῖν. οἷόν τι γίνεται καὶ περὶ τὰς ἄλλας τέχνας καὶ οὐχ ἥκιστα περὶ τὴν καλουμένην γραμματικήν. ἱκανὴ γὰρ αὕτη καὶ τὰς ἄλλας τεκμηριῶσαι, φανερωτάτη πασῶν οὖσα καὶ θαυμασιωτάτη. ταύτην γὰρ ὅταν ἐκμάθωμεν, πρῶτον μὲν τὰ ὀνόματα τῶν στοιχείων τῆς φωνῆς ἀναλαμβάνομεν, ἃ καλεῖται γράμματα. ἔπειτα τοὺς τύπους τε αὐτῶν καὶ δυνάμεις. ὅταν δὲ ταῦτα μάθωμεν, τότε τὰς συλλαβὰς αὐτῶν καὶ τὰ περὶ ταύτας πάθη. κρατήσαντες δὲ τούτων τὰ τοῦ λόγου μόρια, ὀνόματα λέγω καὶ ῥήματα καὶ συνδέσμους, καὶ τὰ συμβεβηκότα τούτοις, συστολάς, ἐκτάσεις, ὀξύτητας, βαρύτητας, γένη, πτώσεις, ἀριθμούς, ἐγκλίσεις, τὰ ἄλλα παραπλήσια τούτοις μυρία ὄντα. ὅταν δὲ τὴν τούτων ἁπάντων ἐπιστήμην περιλάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν μὲν καὶ βραδέως τὸ πρῶτον, ἅτε νεαρᾶς οὔσης ἔτι τῆς ἕξεως, προβαίνοντος δὲ τοῦ χρόνου καὶ τὸν νοῦν ἰσχυρὸν τῇ ψυχῇ περιτιθέντος ἐκ τῆς συνεχοῦς μελέτης, τότʼ ἀπταίστως τε καὶ κατὰ πολλὴν εὐπέτειαν, καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βυβλίον οὐδὲν ἐκείνων ἔτι τῶν πολλῶν θεωρημάτων ἀναπολοῦντες ἅμα νοήσει διερχόμεθα. τοιοῦτον δή τι καὶ περὶ ταύτην ὑποληπτέον γενέσθαι τὴν τέχνην, ἐκ τῶν μικρῶν καὶ γλίσχρων θεωρημάτων αὐξομένην τὴν ἕξιν σὺν χρόνῳ ῥᾳδίως αὐτῶν κρατεῖν, ὥστε ἅμα νοήσει κεκριμένον τε καὶ ἄπταιστον αὐτῆς εἶναι τὸ ἔργον. εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ πόνου πολλοῦ καὶ πραγματείας μεγάλης ἔργα εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένη· οὐδὲν γὰρ τῶν μεγάλων μικρῶν ἐστι πόνων ὤνιον. ἀλλʼ ἐὰν ἐπιλογίσηται τοὺς ἀκολουθοῦντας αὐτοῖς καρπούς, μᾶλλον δʼ ἐὰν ἕνα μόνον τὸν ἔπαινον, ὃν ἀποδίδωσιν ὁ χρόνος καὶ ζῶσι καὶ μετὰ τὴν τελευτήν, πᾶσαν ἡγήσεται τήν τε πραγματείαν ἐλάττω τῆς προσηκούσης. εἷς ἔτι μοι καταλείπεται λόγος ὁ περὶ τῆς ὑποκρίσεως, ὡς κεκόσμηκε τὴν λέξιν ἁνήρ, ἀναγκαίας ἀρετῆς οὔσης περὶ λόγους καὶ μάλιστα τοὺς πολιτικούς. ἧς παρούσης μὲν καὶ ταῖς ἄλλαις ἀρεταῖς γίνεται χώρα καὶ τόπος, ἀπούσης δὲ οὐδὲ ὁτιοῦν ὄφελος οὐδʼ ἐκείνων οὐδεμιᾶς. τεκμήραιτο δʼ ἄν τις, ἡλίκην ἰσχὺν τοῦτο τὸ στοιχεῖον ἔχει, καταμαθών, ὅσον ἀλλήλων ἀλλάττουσιν οἱ τραγῳδίας τε καὶ κωμῳδίας ὑποκρινόμενοι. τὰ γὰρ αὐτὰ ποιήματα λέγοντες οὐχ ὡσαύτως ἡμᾶς κηλοῦσιν ἅπαντες, ἀλλʼ ἐνίοις ἐπαχθόμεθα καὶ ὥσπερ ἀδικούμενοί τι καθυποκρινομένοις καὶ διαφθείρουσι τὰς βουλήσεις τῶν ποιημάτων χαλεπαίνομεν. ταύτης δή φημι τῆς ἀρετῆς πάνυ δεῖν τοῖς ἐναγωνίοις λόγοις, εἰ μέλλουσιν ἕξειν πολὺ τὸ ἀληθινὸν καὶ ἔμψυχον. ἧς πλείστην ὥσπερ καὶ τῶν ἄλλων πρόνοιαν ἔσχεν οὗτος ὁ ἀνήρ. διττὴν δὲ τὴν φύσιν αὐτῆς οὖσαν ὁρῶν, περὶ ἄμφω τὰ μέρη σφόδρα ἐσπούδασε. καὶ γὰρ τὰ πάθη τὰ τῆς φωνῆς καὶ τὰ σχήματα τοῦ σώματος, ὡς κράτιστα ἕξειν ἔμελλεν, οὐ μικρῷ πόνῳ κατειργάσατο, καίτοι φύσει πρὸς ταῦτα οὐ πάνυ εὐτυχεῖ χρησάμενος, ὡς Δημήτριός τε ὁ Φαληρεύς φησι καὶ οἱ ἄλλοι πάντες οἱ τὸν βίον αὐτοῦ συγγράψαντες. τί δὴ ταῦτα πρὸς τὴν λέξιν αὐτοῦ συντείνει; φαίη τις ἄν. ἡ λέξις μὲν οὖν, εἴποιμʼ ἄν, οἰκείως κατεσκεύασται πρὸς ταῦτα, μεστὴ πολλῶν οὖσα ἠθῶν καὶ παθῶν καὶ διδάσκουσα, οἵας ὑποκρίσεως αὐτῇ δεῖ. ὥστε τοὺς ἀναγινώσκοντας τὸν ῥήτορα τοῦτον ἐπιμελῶς χρὴ παρατηρεῖν, ἵνα τοῦτον ἕκαστα λέγηται τὸν τρόπον, ᾗ ἐκεῖνος ἐβούλετο. αὐτὴ γὰρ ἡ λέξις διδάσκει τοὺς ἔχοντας ψυχὴν εὐκίνητον, μεθʼ οἵας αὐτὴν ὑποκρίσεως ἐκφέρεσθαι δεήσει. ὃ δὴ ἐγὼ σαφὲς ἐπὶ τῶν παραδειγμάτων ποιήσω. φέρε γὰρ ἐπιχειρείτω τις προφέρεσθαι τούσδε τοὺς ἀριθμούς· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς ἁπάσας οὕτως ὠμῶς ἀνῄρηκεν, ὥστε μηδʼ, εἰ πώποτε ᾠκίσθησαν, ῥᾴδιον ἦν προσελθόντας εἰπεῖν. καὶ τὸ Φωκέων τοσοῦτον ἔθνος ἀνῃρημένον σιωπῶ . ἐνταῦθα ἡ λέξις αὐτὴ διδάσκει, τίνος ὑποκρίσεως δεῖ αὐτῇ. διῃρηκὼς γὰρ τὸ πλῆθος τῶν ἀνῃρημένων ὑπὸ Φιλίππου πόλεων ἐπὶ Θρᾴκης οὔ φησιν ἐρεῖν. οὐχὶ ταῦτʼ οὖν εἰρωνευόμενον δεῖ λέγειν καὶ ἅμα ὑπαγανακτοῦντα καὶ παρεντείνοντα τὸν ἦχον; εἶτʼ εἰ καὶ φησὶν οὐκ ἔχειν ἐρεῖν ταῦθʼ ὥσπερ δεινὰ καὶ πέρα δεινῶν, ὅμως ὀδύρεται πόλεων κατάλογον καὶ τελείαν ἀναίρεσιν διέξεισιν, ὡς οὐδʼ ἴχνος ἔτι λοιπὸν ἐχουσῶν τῆς παλαιᾶς οἰκήσεως. οὐ διʼ ὀργῆς τʼ οὖν ταῦτα ὑπερβαλλούσης καὶ οἴκτου λέγεσθαι προσήκει; τίνες οὖν εἰσιν ὀργῆς καὶ ὀλοφυρμοῦ τόνοι καὶ ἐγκλίσεις καὶ σχηματισμοὶ προσώπου καὶ φοραὶ χειρῶν; ἃς οἱ κατʼ ἀλήθειαν ταῦτα πεπονθότες ἐπιτελοῦσι. πάνυ γὰρ εὔηθες ἄλλο τι ζητεῖν ὑποκρίσεως διδασκαλεῖον, ἀφέντας τὴν ἀλήθειαν. καὶ αὖθις ἐπιφέρει ὁ ἀνήρ· ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραρχίας καθέστακεν, ἵνα μὴ μόνον κατὰ πόλεις, ἀλλὰ καὶ κατὰ ἔθνη δουλεύωσιν; αἱ δʼ ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραννοῦνται, καὶ ταῦτα ἐν νήσῳ πλησίον Θηβῶν καὶ Ἀθηνῶν; ταῦτα πάλιν ἑτέραν ὑπόκρισιν ἀπαιτεῖ. πυνθάνεται γάρ, εἶτʼ ἀνθυποφέρει καὶ παρʼ ἕκαστον ἀγανακτεῖ καὶ τὸ δεινὸν αὔξει. ἴδιον δὲ δή που σχῆμα πεύσεως, ἴδιον δʼ ἀνθυποφορᾶς, ἴδιον δʼ αὐξήσεως· οὐ δύναται ταῦτα ἑνὶ τόνῳ καὶ μιᾷ μορφῇ φωνῆς λέγεσθαι. τούτοις ἐκεῖνα ἕπεται· καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δʼ ἔργοις οὐ ποιεῖ, ἀλλʼ ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν· οὔθʼ ἡ Ἑλλὰς οὔθʼ ἡ βάρβαρος χωρεῖ τὴν πλεονεξίαν τοῦ ἀνθρώπου . ταῦτα ἔνεστι προφέρεσθαι ἡδονῇ ἐν παροδικοῖς μέλεσιν ὥσπερ ἱστορίαν; οὐκ αὐτὰ βοᾷ καὶ διδάσκει, πῶς αὐτὰ δεῖ λέγεσθαι, μόνον οὐ φωνὴν ἀφιέντα· ἐνταῦθα ἀστεῖον ἦχον, ταῦτα ἐσπευσμένως εἰπέ, ταῦτʼ ἀναβεβλημένως, δευρὶ δʼ ἀπόλιπε τὸ συνεχές, ἐνταυθοῖ σύναψον τὰ ἑξῆς, τούτοις συνάλγησον, τούτων καταφρόνησον, ταῦτα ἐκδειματώθητι, ταῦτα διάσυρον, ταῦτα αὔξησον ; ἐμοὶ μὲν δοκεῖ. οὐκοῦν ἔστιν ἀλόγου ζῴου ψυχὴν ἔχοντα, μᾶλλον δὲ λίθου φύσιν νωθράν, ἀναίσθητον, ἀκίνητον, ἀπαθῆ, τὴν Δημοσθένους προφέρεσθαι λέξιν; πολλοῦ γε καὶ δεῖν, ἐπεὶ τὸ κάλλιστον αὐτῆς ἀγαθὸν ἀπολεῖται, τὸ πνεῦμα, καὶ οὐδὲν διοίσει σώματος καλοῦ μέν, ἀκινήτου δὲ καὶ νεκροῦ. πόλλʼ ἄν τις εἰς τοῦτο τὸ μέρος εἰπεῖν ἔχοι, τοῦ δὲ συντάγματος ἱκανὸν εἰληφότος ἤδη μῆκος αὐτοῦ που καταπαῦσαι χρὴ τὸν λόγον, ἐκεῖνο ἔτι νὴ Δία τοῖς εἰρημένοις προσαποδόντας, ὅτι πάσας ἔχουσα τὰς ἀρετὰς ἡ Δημοσθένους λέξις λείπεται εὐτραπελίας, ἣν οἱ πολλοὶ καλοῦσι χάριν. πλεῖστον γὰρ αὐτῆς μετέχει μέρος οὐ γάρ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν, ὡς καὶ τοὺς ἀστεϊσμοὺς † ἅμα ἐν τοῖς Δημοσθένους λόγοις. οὐδὲν γάρ, ὧν ἑτέροις τισὶν ἔδωκεν ἀγαθῶν ὁ δαίμων, ἐκείνῳ ἐφθόνησεν. ἃ δέ γε Αἰσχίνης περὶ αὐτοῦ γράφει συκοφαντῶν, ὥσπερ ἔφην, τοτὲ μὲν ὡς πικροῖς καὶ περιέργοις ὀνόμασι χρωμένου, τοτὲ δʼ ὡς ἀηδέσι καὶ φορτικοῖς, ῥᾳδίας ἔχει τὰς ἀπολογίας. εἴ γέ τοι βουληθείη τις χωρὶς ἕκαστον τῶν ἐγκλημάτων σκοπεῖν, τὰ μὲν ἐπαίνου μᾶλλον ἢ κατηγορίας ἄξια εὑρήσει, τὰ δʼ οὐκ ἀληθῶς εἰρημένα ὑπʼ αὐτοῦ. τὸ μὲν γὰρ πικραίνειν τὴν διάλεκτον, ὅταν ἀπαιτῶσιν οἱ καιροί πολλάκις δὲ ἀπαιτοῦσι καὶ μάλιστα ἐν τοῖς παθητικοῖς τῶν ἐπιχειρημάτων , ἐγκώμιόν ἐστι τοῦ ῥήτορος, εἴ γε δὴ τὸ ποιεῖν τὸν ἀκροατὴν αὐστηρὸν τῶν νόμων φύλακα καὶ πικρὸν ἐξεταστὴν τῶν ἀδικημάτων καὶ τιμωρὸν ἀπαραίτητον τῶν παρανομούντων παρὰ τῆς ῥητορικῆς δυνάμεως ἢ μόνον ἢ μάλιστα τῶν ἄλλων ἀπαιτοῦμεν. ἀμήχανον δὲ τρυφεροῖς ὀνόμασι καλλωπίζοντα τὴν διάλεκτον ὀργὴν ἢ μῖσος ἢ τῶν παραπλησίων τι κινῆσαι παθῶν, ἀλλʼ ἀνάγκη καὶ νοήματʼ ἐξευρεῖν, ἃ δὴ τῶν τοιούτων ἔσται παθῶν ἀγωγά, καὶ ὀνόμασι τοιούτοις αὐτὰ περιλαβεῖν, οἷς πέφυκεν ἀκοὴ πικραίνεσθαι. εἰ μὲν οὖν μὴ κατὰ τὸν οἰκεῖον καιρὸν τῇ πικραινούσῃ διαλέκτῳ χρώμενον ἀπεδείκνυεν αὐτὸν ἢ πλεονάζοντα ἐν αὐτῇ καὶ τῆς ποσότητος ἀστοχοῦντα, εἰκότως ἂν ὡς ἁμαρτάνοντα διέβαλλεν. ὃ δὲ τούτων μὲν οὐδέτερον ἔχει δεικνύναι, κοινῶς δὲ διαβάλλει τὴν παθητικὴν διάλεκτον, οὖσαν ἐπιτηδειοτάτην εἰς πολιτικοὺς παραλαμβάνεσθαι λόγους, λεληθότα ἐγκώμια μεταφέρων εἰς τὰς κατηγορίας, ὥσπερ ἔφην. τὰ δʼ αὐτὰ καὶ περὶ τῆς περιέργου λέξεως ἔχοι τις ἂν εἰπεῖν πρὸς τὸν Αἰσχίνην, ἐπειδὴ καὶ ταύτην αὐτοῦ χλευάζει τὴν ἀρετήν. δεχέσθω δέ τις τὴν περιεργίαν τῶν ὀνομάτων ὑπʼ αὐτοῦ λεγομένην λέγεσθαι νυνὶ περιττὴν ἐργασίαν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει. οὐ γὰρ δή γε εἰ ὁ καθʼ ἡμᾶς βίος πολλὰ καὶ ἄλλα εἰκῇ τιθεὶς ἐπὶ τοῖς πράγμασιν ὀνόματα καὶ ταύτην ἀδιαφόρως κυκλεῖ τὴν λέξιν ἐπὶ τῆς πολυπραγμοσύνης, οὕτω καὶ τοὺς ἀρχαίους εἰκὸς αὐτῇ κεχρῆσθαι. εἰ μὲν οὖν τὴν ἀκαιρίαν ἢ τὸν πλεονασμὸν τῆς ἐξηλλαγμένης ἑρμηνείας διασύρων καὶ ταῦτα εἴρηκεν, ὡς τοῦ Δημοσθένους περὶ ἑκάτερον αὐτῶν ἁμαρτάνοντος, ψεύδεται περιφανῶς. ὁ γὰρ ἀνὴρ ἐν μὲν ταῖς δημηγορίαις καὶ τοῖς δημοσίοις ἀγῶσι πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῶν ὑποθέσεων ἀποβλέπων κέχρηται τῇ τοιαύτῃ κατασκευῇ πολλάκις, ἐν δὲ τοῖς ἰδιωτικοῖς λόγοις, οὓς περὶ μικρῶν συμβολαίων ἰδιώταις ἀνθρώποις γέγραφε, τὴν κοινὴν καὶ συνήθη λέξιν ἐπιτηδεύει, σπανίως δέ ποτε τὴν περιττὴν καὶ οὐδὲ ταύτην ἐπʼ αὐτοφώρῳ, ἀλλʼ ὥστε λαθεῖν. εἰ δὲ κἀνταῦθα τῷ γένει τῆς ἐξαλλαγῆς ὅλῳ πολεμῶν ταῦτʼ εἴρηκεν Αἰσχίνης, ἄτοπόν τι ποιεῖ πρᾶγμα, ταύτην διασύρων τὴν δεινότητα, ἧς πλείστης τῷ ῥήτορι δεῖ. τὸ γὰρ μὴ τοῖς πολλοῖς ὁμοίως ἐκφέρειν τὰς νοήσεις, ἀλλʼ ἐπὶ τὸ σεμνότερον καὶ ποιητικώτερον ἐκβιβάζειν τὴν ὀνομασίαν παρὰ τῆς πολιτικῆς δυνάμεως μάλιστα ἀπαιτοῦμεν. ταῦτα μὲν οὖν ἐγκώμια τῆς Δημοσθένους δεινότητος ὄντα ὡς ἁμαρτήματα φέρων Αἰσχίνης οὐκ ἀληθῶς μέν, εὐλόγως δʼ ἴσως, ἐχθρὸς ὢν καὶ οὐδὲν ἄλλο διαβάλλειν δυνάμενος, ἀπερισκέπτως, ὡς ἐγὼ κρίνω, συκοφαντεῖ.