ἆρά γε ἀπαιτήσει μέ τις ἐνταυθοῖ λόγον μελῶν τε καὶ ῥυθμῶν καὶ τῶν ἐν ταῖς μεταβολαῖς σχημάτων καὶ τοῦ ἐν ἑκάστῳ πρέποντος, ἀξιῶν ἀκοῦσαι, τίνα τε αὐτῶν ἐστιν, οἷς ἡ φιλάρχαιος ἁρμονία κοσμεῖται, καὶ τίνα τῆς κωτίλης γένοιτʼ ἂν ἁρμονίας; ἢ οἰκειοτέραν τὴν ἐκ παιδὸς ἐπιφερόμενος εὐμουσίαν, ἣν ἔκ τε μουσικῆς καὶ γραμματικῆς ἔσχηκεν, αἳ ταῦτʼ ἔχουσι τὰ θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς καὶ γνωρίμοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν; οἴομαι μὲν οὖν, ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτʼ ἔτι μαθεῖν ὅπῃ ποτʼ ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών, οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα, πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος. ὑπεσχόμην γὰρ καὶ τοῦτο δείξειν ἔτι, πῶς ἄν τις διαγνοίη τὸν χαρακτῆρα τῆς Δημοσθένους συνθέσεως καὶ ποίοις χρώμενος σημείοις ἀπὸ τῶν ἄλλων διορίσειεν. ἓν μὲν οὖν οὐδέν ἐστι παράσημον αὐτῆς ἐκφανὲς οὕτως, ὥστε μόνῃ ταύτῃ καὶ μηδεμιᾷ τῶν ἄλλων παρακολουθεῖν, ἡ δὲ συνδρομή τε καὶ πλεονασμός, οἷς ἐλέγχεσθαι πέφυκε παντὸς πράγματος καὶ σώματος γνῶσις, ἴδιος αὐτῆς γίνεται χαρακτήρ. χρήσομαι δʼ εἰκόνι φανερᾷ τῆς σαφηνείας ἕνεκα τοῖς σώμασι τῶν ἀνθρώπων. ἅπασι δή που συμβέβηκε μέγεθός τε καὶ χρῶμα καὶ σχῆμα καὶ μέλη καὶ ῥυθμός τις τῶν μελῶν καὶ τὰ παραπλήσια τούτοις. εἰ δή τις ἀφʼ ἑνὸς τούτων ἀξιώσει τὸν χαρακτῆρα σκοπεῖν, οὐδὲν ἀκριβὲς εἴσεται. ἐν πολλαῖς γὰρ ἂν εὕροι μορφαῖς τοιοῦτόν τι ἕτερον, οἷον ἔθετο τῆς μιᾶς μορφῆς σύμβολον. ἐὰν δὲ πάντα συνθῇ τὰ συμβεβηκότα τῇ μορφῇ ἢ τὰ πλεῖστα ἢ τὰ κυριώτατα, ταχεῖάν τε πάνυ τὴν γνῶσιν λήψεται καὶ οὐκ ἐπι σεται ταῖς ὁμοιότησι. τοῦτο δὴ ποιεῖν ἀξιώσαιμʼ ἂν καὶ τοὺς βουλομένους τὴν σύνθεσιν ἀκριβῶς εἰδέναι τὴν Δημοσθένους, ἐκ πολλῶν αὐτὴν δοκιμάζειν ἰδιωμάτων, λέγω δὴ τῶν κρατίστων τε καὶ κυριωτάτων· πρῶτον ἐκ τῆς ἐμμελείας, ἧς κριτήριον ἄριστον ἡ ἄλογος αἴσθησις. δεῖ δὲ αὐτῇ τριβῆς πολλῆς καὶ κατηχήσεως χρονίου· οὐ γὰρ δὴ πλάσται μὲν καὶ ζωγράφων παῖδες, εἰ μὴ πολλὴν ἐμπειρίαν λάβοιεν, χρόνῳ τρίψαντες τὰς ὁράσεις μακρῷ περὶ τὰς τῶν ἀρχαίων δημιουργῶν τέχνας, οὐκ ἂν εὐπετῶς αὐτὰς διαγνοῖεν καὶ οὐκ ἂν ἔχοιεν εἰπεῖν βεβαίως, ὅτι τῇ φήμῃ παραλαβόντες τουτὶ μέν ἐστι Πολυκλείτου τὸ ἔργον, τουτὶ δὲ Φειδίου, τουτὶ δὲ Ἀλκαμένους, καὶ τῶν γραφῶν Πολυγνώτου μὲν αὕτη, Τιμάνθους δὲ ἐκείνη, αὕτη δὲ Παρρασίου. λόγων δὲ ἆρα τινὲς ἀκριβῶς ἐξ ὀλίγων παραγγελμάτων καὶ προσκαίρου κατηχήσεως ἐμμελοῦς ἁρμονίας εἴσονται φύσιν; πολλοῦ γε καὶ δεῖ. τοῦτο μὲν δὴ πρῶτον οἴομαι δεῖν σκοπεῖν ἐπιστήμῃ γε καὶ ἔθει, μετὰ δὲ τοῦτο τὴν εὐρυθμίαν. οὐ γὰρ ἔστι λέξις οὐδεμία Δημοσθένους, ἥτις οὐκ ἐμπεριείληφε ῥυθμοὺς καὶ μέτρα τὰ μὲν ἀπηρτισμένα καὶ τέλεια, τὰ δʼ ἀτελῆ, τοιαύτην ἐπιπλοκὴν ἔχοντα ἐν ἀλλήλοις καὶ οὕτως συνηρμοσμένα, ὥστε μὴ δῆλον εἶναι, ὅτι ἐστὶ μέτρα. οὐ γὰρ ἂν ἄλλως γένοιτο πολιτικὴ λέξις παρʼ αὐτὴν τὴν σύνθεσιν ἐμφερὴς ποιήμασιν, ἂν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατακεχωρισμένους ἀδήλως. οὐ μέντοι γε προσήκει αὐτὴν ἔμμετρον οὐδʼ ἔρρυθμον εἶναι δοκεῖν, ἵνα μὴ γένηται ποίημα ἢ μέλος, ἐκβᾶσα τὸν αὑτῆς χαρακτῆρα, ἀλλʼ εὔρυθμον αὐτὴν ἀπόχρη φαίνεσθαι καὶ εὔμετρον. οὕτω γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ μελίζουσα μέν, οὐ μὴν μέλος. τίνα δʼ ἔχει ταῦτα διαφοράν, οὐ χαλεπὸν ἰδεῖν. ἡ μὲν ὅμοια παραλαμβάνουσα μέτρα καὶ ῥυθμοὺς τεταγμένους εἴτε κατὰ στίχον εἴτε κατὰ περίοδον, ἣν καλοῦσιν οἱ μουσικοὶ στροφήν, κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν αὐτῶν στίχων ἢ περιόδων, ἃς ἀντιστρόφους ὀνομάζουσι, χρωμένη καὶ τῷ σχήματι τούτῳ τῆς κατασκευῆς ἀπὸ τῆς ἀρχῆς μέχρι τοῦ τέλους προβαίνουσα ἔμμετρός τʼ ἐστὶ καὶ ἔρρυθμος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτῃ λέξει μέτρον καὶ μέλος, ἡ δὲ περιπεπλανημένα μέτρα καὶ ῥυθμοὺς ἀτάκτους ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν αὐτῶν φυλάττουσα μήτε ὁμοζυγίαν μήτʼ ἄλλην ὁμοιότητα τεταγμένην μηδεμίαν εὔρυθμος μέν ἐστι καὶ εὔμετρος, ἐπειδὴ διαπεποίκιλται μέτροις τε καὶ ῥυθμοῖς τισιν, οὐ μὴν ἔρρυθμός γε οὐδὲ ἔμμετρος, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ ταὐτὰ ἔχουσι. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν πολιτικήν, ἐν ᾗ τὸ ποιητικὸν ἐμφαίνεται κάλλος. ᾗ καὶ τὸν Δημοσθένη κεχρημένον ὁρῶ. τὰς δὲ περὶ τούτου τοῦ μέρους πίστεις ἐν τοῖς περὶ τῆς συνθέσεως γραφεῖσιν ἀποδεδωκὼς οὐκ ἀναγκαῖον ἡγοῦμαι κἀνταῦθα λέγειν. τρίτον ἔτι καὶ τέταρτον ἰδίωμα τῆς συνθέσεως τοῦ ῥήτορος ἦν τό τε ἐξαλλάττειν παντοδαπῶς καὶ τὸ σχηματίζειν ποικίλως τὰ κῶλα καὶ τὰς περιόδους. οὐδὲ γὰρ ἔστιν οὐδεὶς ἁπλῶς τόπος, ὃς οὐχὶ διαπεποίκιλται ταῖς τε ἐξαλλαγαῖς καὶ τοῖς σχηματισμοῖς, ὡς ἅπαντες ἴσασι, καί μοι δοκεῖ ταῦτα μὴ λόγων δεῖσθαι γνώριμα καὶ τοῖς φαυλοτάτοις ὄντα.