τῆς δὲ τρίτης ἁρμονίας, ἣν ἔφην μικτὴν ἐξ ἀμφοῖν εἶναι τὰ χρησιμώτατα ἐκλέγουσαν ἀφʼ ἑκατέρας, οὐδείς ἐστι χαρακτὴρ ἴδιος, ἀλλʼ ὡς ἂν οἱ μετιόντες αὐτὴν προαιρέσεως ἔχωσιν ἢ δυνάμεως τὰ μὲν φυγεῖν, τὰ δὲ λαβεῖν, οὕτως κίρνανται καθάπερ ἐν τῇ ζωγραφίᾳ τὰ μίγματα. ταύτης τῆς ἁρμονίας κράτιστος μὲν ἐγένετο κανὼν ὁ ποιητὴς Ὅμηρος, καὶ οὐκ ἄν τις εἴποι λέξιν ἄμεινον ἡρμοσμένην τῆς ἐκείνου πρὸς ἄμφω ταῦτα, λέγω δὲ τήν τε ἡδονὴν καὶ τὸ σεμνόν. ἐζήλωσαν δὲ αὐτὸν ἐπῶν τε πολλοὶ ποιηταὶ καὶ μελῶν, ἔτι δὲ τραγῳδίας τε καὶ κωμῳδίας, συγγραφεῖς τε ἀρχαῖοι καὶ φιλόσοφοι καὶ ῥήτορες. ὧν ἁπάντων μεμνῆσθαι πολὺ ἂν ἔργον εἴη, ἀρκέσει δὲ τῶν ἐν λόγοις δυναστευσάντων, οὓς ἐγὼ κρατίστους εἶναι πείθομαι, δύο παρασχέσθαι μόνους, συγγραφέων μὲν Ἡρόδοτον, φιλοσόφων δὲ Πλάτωνα· καὶ γὰρ καὶ ἀξίωμα καὶ χάρις αὐτῶν ἐπιτρέχει ταῖς ἁρμονίαις. εἰ δὲ ὀρθὰ ἐγὼ καὶ εἰκότα ἔγνωκα περὶ αὐτῶν, ἐξετάσαι τῷ βουλομένῳ σκοπεῖν ἔστιν. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τῆς τε αὐστηρᾶς καὶ τῆς ἡδείας ἁρμονίας μέσην εἶναι τήνδε τὴν λέξιν καὶ τὰ κράτιστα εἰληφέναι παρʼ ἑκατέρας, ᾗ κέχρηται Ἡρόδοτος Ξέρξῃ περιθεὶς τὸν λόγον, ὅτʼ ἐβουλεύετο περὶ τῆς πρὸς τοὺς Ἕλληνας στρατείας; μετακεκόμισται δʼ εἰς τὴν Ἀτθίδα διάλεκτον ἡ λέξις· ἄνδρες Πέρσαι, οὔτʼ αὐτὸς καθηγήσομαι νόμον τόνδʼ ἐν ὑμῖν τιθεὶς παραδεξάμενός τε αὐτῷ χρήσομαι. ὡς ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων, οὐδένα χρόνον ἠτρεμήσαμεν, ἐξ οὗ παρελάβομεν τὴν ἡγεμονίαν τήνδε παρὰ Μήδων, Κύρου καθελόντος Ἀστυάγην· ἀλλὰ θεός τε οὕτως ἐνάγει καὶ αὐτοῖς ἡμῖν πολλὰ ἐπιοῦσι συμφέρεται ἐπὶ τὸ ἄμεινον. ἃ μὲν δὴ Κῦρός τε καὶ Καμβύσης πατήρ τε ὁ ἐμὸς Δαρεῖος κατειργάσαντο καὶ προσεκτήσαντο ἔθνη, ἐπισταμένοις οὐκ ἄν τις λέγοι. ἐγὼ δʼ, ἐπειδὴ παρέλαβον τὸν θρόνον τοῦτον, ἐφρόντιζον, ὅπως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τῇ τιμῇ τῇδε μηδʼ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσαις. φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος ἡμῖν προσγινόμενον χώραν τε ἧς νῦν κεκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέραν παμφορωτέραν τε, ἅμα δὲ τιμωρίαν καὶ τίσιν γινομένην. διὰ δὴ ταῦτα νῦν ὑμᾶς ἐγὼ συνέλεξα, ἵνα, ἅ διανοοῦμαι πράττειν, ὑποθῶ ὑμῖν· μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλαύνειν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα, ἵνα Ἀθηναίους τιμωρήσωμαι, ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν. ὁρᾶτε μὲν δὴ καὶ Δαρεῖον προθυμούμενον στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους, ἀλλʼ ὃ μὲν τετελεύτηκε, καὶ οὐκ ἐξεγένετʼ αὐτῷ τιμωρήσασθαι, ἐγὼ δʼ ὑπέρ τʼ ἐκείνου καὶ τῶν ἄλλων Περσῶν οὐ πρότερον παύσομαι, πρὶν ἕλω τε καὶ πυρώσω τὰς Αθήνας. οἵ γε ἐμέ τε καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιοῦντες· πρῶτα μὲν εἰς Σάρδεις ἐλθόντες ἅμα Ἀρισταγόρᾳ τῷ Μιλησίῳ, δούλῳ δὲ ἡμετέρῳ, ἐνέπρησαν τά τε ἄλση καὶ τὰ ἱερά. δεύτερα δὲ ἡμᾶς οἷα ἔδρασαν εἰς τὴν γῆν τὴν σφετέραν ἀποβάντας, ὅτε Δᾶτίς τε καὶ Ἀρταφέρνης ἐστρατήγουν, ἐπίστασθέ που πάντες. τούτων μέντοι ἕνεκα ἀνώρμημαι ἐπʼ αὐτοὺς στρατεύεσθαι, ἀγαθὰ δʼ ἐν αὐτοῖς τοσάδε ἀνευρίσκω λογιζόμενος· εἰ τούτους τε καὶ τοὺς τούτοις πλησιοχώρους καταστρεψόμεθα, οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώραν, γῆν τε τὴν Περσίδα ἀποδείξομεν τῷ Διὸς αἰθέρι ὅμορον οὖσαν. οὐ γὰρ δὴ χώραν γε οὐδεμίαν κατόψεται ὁ ἥλιος ὅμορον οὖσαν τῇ ἡμετέρᾳ, ἀλλʼ αὐτὰς ἁπάσας ἐγὼ ἅμα ὑμῖν μίαν χώραν θήσω, διὰ πάσης ἐξελθὼν τῆς Εὐρώπης. πυνθάνομαι γὰρ ὧδε ἔχειν· οὔτε τινὰ πόλιν αὐτῶν οὐδεμίαν οὔτε ἔθνος ἀνθρώπων οὐδὲν ὑπολείπεσθαι ἡμῖν, ὃ οἷόν τε ἔσται ἐλθεῖν εἰς μάχην, τούτων, ὧν ἔλεξα, ὑπεξῃρημένων. οὕτως οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι. ὑμεῖς δʼ ἄν μοι τάδε ποιοῦντες χαρίζοισθε· ἐπειδὰν ὑμῖν σημήνω τὸν χρόνον, εἰς ὃν ἡμῖν ἥκειν δοκεῖ, προθύμως ὑμᾶς ἅπαντας δεῖ παρεῖναι. ὃς δʼ ἂν ἔλθῃ ἔχων κατεσκευασμένον στρατὸν κάλλιστα, δώσω αὐτῷ δωρεάν, ἣ δὴ τιμιωτάτη νομίζεται ἐν ἡμετέρου. ποιητέα μὲν δὴ ταῦτʼ ἐστὶν οὕτω. ἵνα δὲ μὴ ἰδιοβουλεύειν ὑμῖν δοκῶ, τίθημι τὸ πρᾶγμα ἐς μέσον, γνώμην κελεύων ὑμῶν τὸν βουλόμενον ἀποφαίνεσθαι. ἐβουλόμην ἔτι πλείω παρασχέσθαι παραδείγματα τῆς τοῦ συγγραφέως ἀγωγῆς· ἰσχυροτέρα γὰρ ἡ πίστις οὕτως ἂν ἐγένετο. νῦν δʼ ἐξείργομαι, σπεύδων ἐπὶ τὰ προκείμενα καὶ ἅμα δόξαν ὑφορώμενος ἀκαιρίας. συγγνώσεται δή μοι καὶ Πλάτων ὁ θαυμάσιος, εἰ μὴ παραθήσομαι κἀκείνου λέξεις. ἡ γὰρ ὑπόμνησις ὡς ἐν εἰδόσιν ἱκανή. ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵνʼ, ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν ὁ Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ χάνῃ μοι ταῦτα λέγων· αἱ γὰρ ἄκραι τίνες εἰσὶν ἁρμονίαι; καὶ τίς αὐτῶν ἑκατέρας ἡ φύσις καὶ τίς ἡ μῖξις ἢ ἡ κρᾶσις αὕτη; οὐδὲν γὰρ δὴ τῶν ἄκρων. τούτου μὲν δὴ πρώτου χάριν, ὥσπερ ἔφην, ἐκεῖνα ἠναγκάσθην προειπεῖν, ἔπειτα, ἵνα μοι μὴ μονόκωλος ᾖ μηδὲ αὐστηρὸς ὁ λόγος, ἀλλʼ ἔχῃ τινὰς εὐπαιδεύτους διαγωγάς. οὔτε γὰρ πιστοῦν τὰς τοιαύτας προσθήκας οὔτε ἀπαιτοῦντος τοῦ λόγου παραλιπεῖν καλῶς ἂν ἔχοι.