συκοφαντεῖς τὸ πρᾶγμα, τάχʼ ἂν εἴποι τις, εὐέπειαν ἀπαιτῶν καὶ καλλιλογίαν παρὰ ἀνδρὸς οὐ ταῦτα σοφοῦ. τὰς νοήσεις ἐξέταζε, εἰ καλαὶ καὶ μεγαλοπρεπεῖς εἰσι καὶ παρʼ οὐθενὶ τῶν ἄλλων κείμεναι. περὶ ταύτας ἐκεῖνος ἐσπούδαζεν, ἐν ταύταις δεινὸς ἦν. τούτων εὐθύνας παρʼ αὐτοῦ λάμβανε, τὸν δὲ τρόπον τῆς λέξεως ἔα. καὶ πῶς ἔνι ταῦτʼ εἰπεῖν; τοὐναντίον γὰρ ἅπαντες ἴσασιν, ὅτι πλείονι κέχρηται φιλοτιμίᾳ περὶ τὴν ἑρμηνείαν ὁ φιλόσοφος ἢ περὶ τὰ πράγματα. μυρία τούτου τεκμήρια φέρειν ἔχοι τις ἄν, ἀλλʼ ἀπόχρη λόγος εἷς οὗτος ἐπιδείξασθαι τὴν κενοσπουδίαν τοῦ ἀνδρός, ᾗ κέχρηται περὶ τὸν περιττὸν καλλωπισμὸν τῆς ἀπαγγελίας. αὐτίκα γε οὖν τοῖς προειρημένοις ἐπιτιθεὶς διάνοιάν τινα οὔτε περιττὴν οὔτε θαυμαστὴν ἀλλʼ ὑπὸ πολλῶν εἰρημένην καὶ πολλάκις ὅτι γὰρ ὁ τῶν καλῶν ἔργων ἔπαινος ἀθανάτους τὰς τιμὰς καὶ τὰς μνήμας δύναται ποιεῖν τοῖς ἀγαθοῖς, μυρίοις τῶν ἔμπροσθεν εἴρηται, συνιδὼν οὐθὲν οὔτε σοφὸν οὔτε περιττὸν τὴν γνώμην ἔχουσαν, ὅπερ οἶμαι λοιπὸν ἦν, τῷ κάλλει τῆς ἑρμηνείας αὐτὴν ἡδύνειν βούλεται. ἔπειθʼ ὥσπερ τὰ μειράκια καταβὰς ἀπὸ τῶν γενναίων καὶ μεγαλοπρεπῶν ὀνομάτων τε καὶ σχημάτων ἐπὶ τὰ θεατρικὰ τὰ Γοργίεια ταυτὶ παραγίνεται, τὰς ἀντιθέσεις καὶ τὰς παρισώσεις λέγω, καὶ διὰ τῶν λήρων τούτων κοσμεῖ τὴν φράσιν. ἀκούσωμεν δὲ αὐτοῦ, πῶς λέγει· ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίνεται παρὰ τῶν ἀκουσάντων. ἐνταῦθα τοῖς μὲν ἔργοις ὁ λόγος ἀντίκειται, τῷ δὲ πραχθῆναι τὸ ῥηθῆναι, μετωνόμασται δὲ ἀντὶ τοῦ εὖ τὸ καλῶς, παρισοῦται δὲ τὰ τρία μόρια τοῦ λόγου τοῖς τρισί. τοῦ δὲ ἀσφαλῶς βῆναι τὴν περίοδον ἕνεκα καὶ οὐθενὸς ἀναγκαίου, τέλος ἤδη τῆς διανοίας ἐχούσης, προσείληπται τὸ παρὰ τῶν ἀκουσάντων. ἆρά γε ὁμοίως ἡρμήνευται ὁ αὐτὸς νοῦς οὑτοσὶ τοῖς ποιηταῖς, οὓς περιφρονεῖ καὶ ἀπελαύνει τῆς πολιτείας ὁ φιλόσοφος, ἢ κάλλιον καὶ γενναιότερον; πρέπει δʼ ἐσλοῖσιν ὑμνεῖσθαι καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ ἀθανάτοις τιμαῖσι ποτιψαύει μόνον· ῥηθὲν θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον. Πίνδαρος τοῦτο πεποίηκεν εἰς Ἀλέξανδρον τὸν Μακεδόνα, περὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς μᾶλλον ἢ περὶ τὴν λέξιν ἐσπουδακώς. Πλάτων δέ, ὃς ἐπαγγέλλεται σοφίαν, τρυφεροῖς καλλωπίζει καὶ περιέργοις σχήμασι τὴν φράσιν. καὶ οὔπω τοῦθʼ ἱκανόν, ἀλλὰ καὶ ἐν τῇ μετʼ αὐτὴν περιόδῳ τὰ αὐτὰ ποιῶν φανήσεται. φησὶ γάρ· δεῖ δὴ τοιούτου τινὸς λόγου, ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσει, τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσει. οὐκοῦν ἐπίρρημα ἐπιρρήματι ἀντιπαράκειται καὶ ῥήματι ῥῆμα, τὸ μὲν ἱκανῶς τῷ εὐμενῶς, τῷ δʼ ἐπαινέσει τὸ παραινέσει, καὶ ταῦτα πάρισα· οὐ Λικύμνιοι ταῦτʼ εἰσὶν οὐδʼ Ἀγάθωνες οἱ λέγοντες ὕβριν ἤ κύ πριν μισθῷ ποθὲν ἢ μόχθον πατρίδων , ἀλλʼ ὁ δαιμόνιος ἑρμηνεῦσαι Πλάτων. καὶ οὐ τοῖς σχήμασιν ἐπιτιμῶ· φέρει γάρ ποτε καὶ ταῦτα τοῖς λόγοις ὥραν. οὗ χάρι ν οὐ ψέγω οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν μόνην μέμφο μαι καὶ μάλιστα ὅταν ὑπὸ τοιούτου γίνηται ἀνδρός, ᾧ κανόνι ὀρθοεπείας χρήσασθαι ἀξιοῦμεν. ἐν γὰρ δὴ τῷ αὐτῷ λόγῳ τούτῳ κἀκεῖνά ἐστιν· ὧν δʼ οὔτε ποιητής πω δόξαν ἀξίαν ἐπʼ ἀξίοις λαβὼν ἔχει , καὶ αὖθις· τειχισαμένη καὶ ναυπηγησαμένη, ἐκδεξαμένη τὸν πόλεμον , καὶ ἔτι· ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν , καὶ πάλιν· φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι , κἀκεῖνά γε ἔτι· τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως , καὶ πάλιν που· καὶ αὐτὸς δέομαι ὑπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι τοὺς ἑαυτῶν, τῶν δὲ καρτερεῖν ὑπὲρ ἑαυτῶν , καὶ ταυτί· πολιτεία γὰρ ἀνθρώπων τροφή ʼστι καὶ ἡ μὲν ἀγαθὴ ἀγαθῶν, μὴ καλὴ δὲ κακῶν. κἀκεῖνα δʼ ἔτι· νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες. πολύς ἐστι τῶν τοιούτων σχημάτων ὄχλος διʼ ὅλου τοῦ ἐπιταφίου. ἀλλʼ ἐάσας τὸ περὶ τούτων ἀκριβολογεῖν ἐπʼ ἐκεῖνά τʼ ἐλεύσομαι καί μοι πάνυ μὲν αἰδουμένῳ καὶ ὀκνοῦντι εἰπεῖν, ὅμως δʼ εἰρήσεται, ὅτι παχύτητος καὶ ἀδυνασίας ἔδοξεν εἶναι μηνύματʼ αὐτά.