<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg006.perseus-grc2" n="23"><p>ἀλλὰ γάρ, ἵνα μὴ περὶ ταῦτα διατρίβων ἀναγκασθῶ <milestone unit="reiskpage" n="1024"/> παραλιπεῖν τι τῶν περιλειπομένων, Ἰσοκράτην μὲν καὶ τὸν χαρακτῆρα τῆς ἀγωγῆς ἐκείνης ἐάσω, περὶ δὲ Πλάτωνος ἤδη διαλέξομαι τά γʼ ἐμοὶ δοκοῦντα μετὰ παρρησίας, οὐθὲν οὔτε τῇ δόξῃ τἀνδρὸς προστιθεὶς οὔτε τῆς ἀληθείας ἀφαιρούμενος, καὶ μάλιστα ἐπεί τινες ἀξιοῦσι πάντων αὐτὸν ἀποφαίνειν φιλοσόφων τε καὶ ῥητόρων ἑρμηνεῦσαι τὰ πράγματα δαιμονιώτατον παρακελεύονταί τε ἡμῖν ὅρῳ καὶ κανόνι χρῆσθαι καθαρῶν ἅμα καὶ ἰσχυρῶν λόγων τούτῳ τῷ ἀνδρί. ἤδη δέ τινων ἤκουσα ἐγὼ λεγόντων, ὡς, εἰ καὶ παρὰ θεοῖς διάλεκτός ἐστιν, ᾗ τὸ τῶν ἀνθρώπων κέχρηται γένος, οὐκ ἄλλως ὁ βασιλεὺς ὤν αὐτῶν διαλέγεται θεὸς ἢ ὡς Πλάτων. πρὸς δὴ τοιαύτας ὑπολήψεις καὶ τερατείας ἀνθρώπων ἡμιτελῶν περὶ λόγους, οἳ τὴν εὐγενῆ κατασκευὴν οὐκ ἴσασιν ἥ τίς ποτʼ ἐστὶν οὐδὲ δύνανται, <milestone unit="reiskpage" n="1025"/> πᾶσαν εἰρωνείαν ἀφείς, ὡς πέφυκα, διαλέξομαι. ὃν δὲ ἀξιῶ τρόπον ποιήσασθαι τὴν ἐξέτασιν αὐτοῦ, βούλομαι προειπεῖν. ἐγὼ τὴν μὲν ἐν τοῖς διαλόγοις δεινότητα τοῦ ἀνδρὸς καὶ μάλιστα ἐν οἷς ἂν φυλάττῃ τὸν Σωκρατικὸν χαρακτῆρα, ὥσπερ ἐν τῷ Φιλήβῳ, πάνυ ἄγαμαί <pb n="p.179"/> τε καὶ τεθαύμακα, τῆς δʼ ἀπειροκαλίας αὐτὸν οὐδεπώποτʼ ἐζήλωσα τῆς ἐν ταῖς ἐπιθέτοις κατασκευαῖς, ὥσπερ ἔφην καὶ πρότερον, καὶ πάντων ἥκιστα ἐν οἷς ἂν εἰς πολιτικὰς ὑποθέσεις συγκαθεὶς ἐγκώμια καὶ ψόγους κατηγορίας τε καὶ ἀπολογίας ἐπιχειρῇ γράφειν. ἕτερος γάρ τις αὑτοῦ γίνεται τότε καὶ καταισχύνει τὴν φιλόσοφον ἀξίωσιν. κἀμοί γε πολλάκις ἐπῆλθεν εἰπεῖν ἐπὶ τῶν τοιούτων αὐτοῦ λόγων, ὃ πεποίηται παρʼ Ὁμήρῳ πρὸς τὴν Ἀφροδίτην ὁ Ζεὺς λέγων· <quote rend="blockquote">οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα, <lb/>ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο </quote> <milestone unit="reiskpage" n="1026"/>Σωκρατικῶν διαλόγων, ταῦτα δὲ πολιτικοῖς καὶ ῥήτορσιν ἀνδράσι μελήσει. ποιοῦμαι δὲ τῆς ἐμαυτοῦ δόξης κοινοὺς κριτὰς τοὺς φιλολόγους ἅπαντας, ὑπεξαιρούμενος, εἴ τινές εἰσι φιλότιμοι καὶ πρὸς τὰς δόξας ἀλλὰ μὴ πρὸς τὴν ἀλήθειαν κρίνοντες τὰ πράγματα. τὸ μὲν οὖν ἐκλέγειν ἐξ ἁπάντων αὐτοῦ τῶν λόγων, εἴ τι κάκιστον εἴρηται, ὃ ποιοῦσιν ἕτεροί τινες, κἄπειτα τούτοις ἀντιπαρατιθέναι τὴν κράτιστα ἔχουσαν Δημοσθένους λέξιν οὐκ ἐδοκίμαζον, τὸ δʼ ἐκ τῶν ἀμφοτέρων μάλιστα εὐδοκιμούντων, ταῦτα παρʼ ἄλληλα θεὶς ἐξετάζειν τὰ κρείττω τοῦτʼ ἔδοξ̓ εἶναι δίκαιον, καὶ ἐπʼ αὐτὸ τοδὶ τρέψομαι τὸ μέρος. δικανικὸς μὲν οὖν <pb n="p.180"/> λόγος εἷς ἐστι Πλάτωνι, Σωκράτους ἀπολογία, δικαστηρίου μὲν ἢ ἀγορᾶς οὐδὲ θύρας ἰδών, κατʼ ἄλλην δέ τινα βούλησιν γεγραμμένος, οὔτʼ ἐν λόγοις τόπον ἔχων οὔτʼ ἐν διαλόγοις. <milestone unit="reiskpage" n="1027"/> τοῦτον μὲν οὖν ἐῶ. δημηγορία δὲ οὐδεμία, πλὴν εἴ τις ἄρα τὰς ἐπιστολὰς βούλεται δημηγορίας καλεῖν. ἀφείσθωσαν δὴ καὶ αὗται. ἐγκώμια δʼ ἐν τῷ συμποσίῳ πολλὰ μὲν ἔρωτος, ὧν ἔνια οὐκ ἄξια σπουδῆς, ἓν δὲ Σωκράτους ὁποῖον δή ποτε· οὐθὲν γὰρ δέομαι νῦν γε περὶ τούτου λέγειν. κράτιστος δὴ πάντων τῶν πολιτικῶν λόγων ὁ Μενέξενος, ἐν ᾧ τὸν ἐπιτάφιον διεξέρχεται λόγον, ὡς μὲν ἐμοὶ δοκεῖ, Θουκυδίδην παραμιμούμενος, ὡς δὲ αὐτός φησιν, Ἀρχίνῳ καὶ Δίωνι <gap reason="lost" rend=" . . . . . . "/> τοῦτον δὴ παραλήψομαι τὸν λόγον καὶ παρʼ αὐτὸν ἐξετάσω Δημοσθένους λέξεις τινάς, οὐκ ἐκ τοῦ <add>ἐπιταφίου</add>· τοῦτον μὲν γὰρ οὐχ ἡγοῦμαι ὑπʼ ἐκείνου τοῦ ἀνδρὸς γεγράφθαι· ἀλλʼ ἐκ τῶν ἄλλων αὐτοῦ λόγων, ὅσοι περί τε τοῦ καλοῦ καὶ <milestone unit="reiskpage" n="1028"/> τῆς ἀρετῆς εἴρηνται, μᾶλλον δʼ ἐξ ἑνὸς ἀγῶνος· οὐ γὰρ ἔχω καιρὸν ὅσοις βούλομαι παραδείγμασι χήσασθαι, πάντων μάλιστα βουληθεὶς ἄν. τοιοῦτος μὲν δή τις ὁ τρόπος ἔσται μοι τῆς συγκρίσεως. </p></div></div></body></text></TEI>