<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg006.perseus-grc2" n="14"><p>ὥστε περὶ μὲν τοῦ χαρακτῆρος <gap reason="lost" rend=" . . . . . . . . . . "/> τοῦ δὲ ῥητορικοῦ γένους τοῦ μεταξὺ τῶν ἄκρων ἑκατέρων, ὃ ἀτελὲς παραλαβὼν ὁ Δημοσθένης παρʼ Ἰσοκράτους τε καὶ <milestone unit="reiskpage" n="996"/> ἔτι προτέρου Θρασυμάχου καὶ τελευταίου Πλάτωνος ἐτελείωσεν ὅσον ἦν ἀνθρωπίνῃ φύσει δυνατόν, πολλὰ μὲν ἄν τις ἐκ τῶν κατὰ Φιλίππου δημηγοριῶν πολλὰ δʼ ἐκ τῶν <add>ἄλλων</add> δημοσίων λόγων παραδείγματα λάβοι, πλεῖστα δὲ καὶ κάλλιστα ἐκ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· οὗτος γὰρ δή μοι δοκεῖ καλλίστῃ καὶ μετριωτάτῃ κατασκευῇ λέξεως κεχρῆσθαι ὁ <pb n="p.159"/> λόγος. εἰ μὲν οὖν χρόνον ἀρκοῦντα εἶχον, καὶ τὰς λέξεις αὐτὰς ἂν παρετίθην. πολλῶν δέ μοι καὶ ἀναγκαίων ἔτι καταλειπομένων, τοῦτο μὲν ἐάσω, δείγμασι δὲ μόνον ἐν τῷ παρόντι χρήσομαι βραχυτάτοις ὡς ἐν εἰδόσι λέγων. ἔστι δὴ τὰ τοιαῦτα τοῦ μέσου χαρακτῆρος παραδείγματα ἐκ μὲν τῆς Αἰσχίνου κατηγορίας· <q rend="single">ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ τοῦ καιροῦ τούτου γένοιτʼ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ. νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπόν, ὃ πολλῆς τινος εὐτυχίας καὶ παρʼ ὑμῶν ἐπιμελείας <milestone unit="reiskpage" n="997"/>δεόμενον</q> καὶ <add>τὰ</add> ἑπόμενα τούτοις. ἐκ δὲ τῆς Ἀριστοκράτους κατηγορίας· <q rend="single">πολλὰ μὲν δὴ παρʼ ἡμῖν ἐστι τοιαῦτα, οἷα οὐχ ἑτέρωθι, ἓν δʼ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, περὶ οὗ τοσαῦτά ἐστι καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρες ἐσμέν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου</q> καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ περὶ τῶν ἀτελειῶν λόγου· <q rend="single">πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ ἄρα ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν <pb n="p.160"/> αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιέως ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης</q> καὶ τὰ ἀκόλουθα. ἐκ δὲ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· <q rend="single">ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι <add>καὶ</add> δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· <milestone unit="reiskpage" n="998"/> οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δὲ ἀφʼ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκώλυον λαβεῖν, ταῦτα ἀναμνήσω καὶ περὶ τούτων ὑφέξω λόγον, τοσοῦτον ὑπειπών· πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. παρὰ γὰρ τοῖς Ἕλλησιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίως φορὰ προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη, ὅσην οὐδεὶς τὸ πρότερον μέμνηται γεγονυῖαν</q> καὶ τὰ συναπτόμενα τούτοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg006.perseus-grc2" n="15"><p>τοῦτον ἔγωγε τὸν χαρακτῆρα <gap reason="lost" rend=" . . . . . . . . . . "/> εἴ τις μὴ μάλιστα ἀποδέχοιτο τὴν αἰτίαν, διʼ ἣν οὔτε τὰ Θουκυδίδεια ἐκεῖνα περιττὰ καὶ ἐξηλλαγμένα τοῦ συνήθους κράτιστα ἡγοῦμαι οὔτʼ ἐν τοῖς Λυσιακοῖς τοῖς ἰσχνοῖς καὶ συνεσπασμένοις τὴν τελείαν τῆς λέξεως ἀρετὴν τίθεμαι, τοῦτʼ ἂν εἴποιμι πρὸς αὐτόν· οἱ συνιόντες εἰς <milestone unit="reiskpage" n="999"/> τὰς ἐκκλησίας καὶ τὰ δικαστήρια καὶ τοὺς ἄλλους συλλόγους, ἔνθα πολιτικῶν δεῖ λόγων, οὔτε δεινοὶ καὶ περιττοὶ πάντες εἰσὶ καὶ τὸν Θουκυδίδου <pb n="p.161"/> νοῦν ἔχοντες οὔθʼ ἅπαντες ἰδιῶται καὶ κατασκευῆς λόγων γενναίων ἄπειροι, ἀλλʼ οἳ μὲν ἀπὸ γεωργίας οἳ δʼ ἀπὸ θαλαττουργίας οἳ δʼ ἀπὸ τῶν βαναύσων τεχνῶν συνερρυηκότες, οἷς ἁπλούστερον καὶ κοινότερον διαλεγόμενος μᾶλλον ἄν τις ἀρέσαι. τὸ γὰρ ἀκριβὲς καὶ περιττὸν καὶ ξένον καὶ πᾶν, ὅ τι μὴ σύνηθες αὐτοῖς ἀκούειν τε καὶ λέγειν, ὀχληρῶς διατίθησιν αὐτούς, καὶ ὥσπέρ τι τῶν πάνυ ἀνιαρῶν ἐδεσμάτων ἢ ποτῶν ἀποστρέφει τοὺς στομάχους, οὕτως ἐκεῖνα ὀχληρῶς διατίθησι τὰς ἀκοάς. οἳ δὲ πολιτικοί τε καὶ ἀπʼ ἀγορᾶς καὶ διὰ τῆς ἐγκυκλίου παιδείας ἐληλυθότες, οἷς οὐκ ἔνι τὸν αὐτὸν ὅνπερ ἐκείνοις διαλέγεσθαι τρόπον, ἀλλὰ δεῖ τὴν ἐγκατάσκευον καὶ περιττὴν καὶ ξένην διάλεκτον τούτοις προσφέρειν. εἰσὶ μὲν οὖν ἴσως ἐλάττους οἱ τοιοῦτοι τῶν ἑτέρων, μᾶλλον δὲ πολλοστὸν ἐκείνων μέρος, καὶ τοῦτο οὐθεὶς ἀγνοεῖ· οὐ μὴν καταφρονεῖσθαί γε διὰ ταῦτα ἄξιοι. ὁ μὲν οὖν τῶν ὀλίγων καὶ εὐπαιδεύτων στοχαζόμενος <milestone unit="reiskpage" n="1000"/> λόγος οὐκ ἔσται τῷ φαύλῳ καὶ ἀμαθεῖ πλήθει πιθανός, ὁ δὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ἀρέσκειν ἀξιῶν καταφρονηθήσεται πρὸς τῶν χαριεστέρων, ὁ δʼ ἀμφότερα τἀκροατήρια πείθειν ζητῶν ἧττον ἀποτεύξεται τοῦ τέλους. ἔστι δὲ οὗτος ὁ μεμιγμένος ἐξ ἀμφοτέρων τῶν χαρακτήρων. διὰ ταῦτα ἐγὼ τὴν οὕτως κατεσκευασμένην λέξιν μετριωτάτην εἶναι τῶν ἄλλων νενόμικα καὶ τῶν λόγων <pb n="p.162"/> τούτους μάλιστα ἀποδέχομαι τοὺς πεφευγότας ἑκατέρου τῶν χαρακτήρων τὰς ὑπερβολάς. </p></div></div></body></text></TEI>