<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg006.perseus-grc2" n="10"><p>φέρε δὴ καὶ τίνι διαλλάττει τῆς Θουκυδίδου λέξεως ἡ Δημοσθένους ἡ παρὰ τὸν αὐτὸν κατεσκευασμένη <milestone unit="reiskpage" n="982"/> χαρακτῆρα, εἴπωμεν· ἀπαιτεῖ γὰρ ὁ λόγος. οὐχὶ τῷ ποιῷ μὰ Δία· τοῦτο μὲν γὰρ ὁμοίως ἐπιτηδεύουσιν ἀμφότεροι, λέγω δὲ τὸ ἐξαλλάττειν ἐκ τοῦ συνήθους καὶ μὴ τὸ κοινὸν ἀλλὰ τὸ περιττὸν διώκειν· τῷ δὲ ποσῷ καὶ ἔτι μᾶλλον τοῖς καιροῖς. ὃ μὲν γὰρ ἀταμιεύτως τῇ κατασκευῇ κέχρηται καὶ ἄγεται μᾶλλον ὑπʼ αὐτῆς ἢ <add>αὐτὸς</add> ἄγει καὶ οὐδὲ τὸν καιρὸν αὐτῆς ἐπίσταται λαβεῖν δεξιῶς, ἀλλὰ καὶ παρὰ τοῦτον πολλάκις <pb n="p.149"/> ἁμαρτάνει. καθʼ ὃ ἡ μὲν ἀμετρία τῆς ἐξαλλαγῆς ἀσαφῆ ποιεῖ τὴν λέξιν αὐτοῦ, τὸ δὲ μὴ κρατεῖν τῶν καιρῶν ἀηδῆ. ὁ δὲ ῥήτωρ τοῦ τε ἀρκοῦντος στοχάζεται καὶ τοὺς καιροὺς συμμετρεῖται οὐκ εἰς ἀνάθημα καὶ κτῆμα κα<add>τασκευάζων</add> τὴν λέξιν μόνον ὥσπερ ὁ συγγραφεύς, ἀλλὰ καὶ εἰς χρῆσιν. ὥστε οὔτε τὸ σαφὲς ἐκβέβηκεν, οὗ πρώτου τοῖς ἐναγωνίοις λόγοις δεῖ, τό τε δεινὸς εἶναι δοκεῖν, ἐφʼ <milestone unit="reiskpage" n="983"/> ᾧ μάλιστα φαίνεται σπουδάζων, προσείληφε. τοιαῦτα μὲν δή τινά ἐστιν, ἃ παρὰ τὸν ὑψηλὸν καὶ ἐγκατάσκευον καὶ ἐξηλλαγμένον τοῦ συνήθους χαρακτῆρα, οὗ τὸ κράτος ἅπαν ἦν ἐν τῇ δεινότητι, καὶ Θουκυδίδην τὸν ἐν αὐτῷ πρωτεύσαντα μιμούμενος ὁ Δημοσθένης κατεσκεύακεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg006.perseus-grc2" n="11"><p>ἃ δὲ παρὰ τὸν ἰσχνόν τε καὶ ἀκριβῆ καὶ καθαρὸν καὶ ζηλωτὸν <gap reason="lost" rend=" . . . . "/> <add>ὃς</add> ἀπὸ τοῦ διαλάμψαντος ἐν αὐτῷ Λυσιακὸς δἂν εἰκότως λέγοιτο, τοιαῦτα. κωλύσει δʼ οὐθέν, ἴσως δὲ καὶ χαριεστέραν ποιήσει τὴν θεωρίαν τεθεῖσα πρῶτον ἡ Λυσίου λέξις, ᾗ τὴν Δημοσθένους ἐοικέναι πείθομαι, διήγησίν τινα περιέχουσα ὑβριστικήν· <q rend="single">Ἄρχιππος γὰρ οὑτοσί, ὦ <add>ἄνδρες</add> Ἀθηναῖοι, <pb n="p.150"/> ἀπεδύσατο μὲν εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ καὶ Τῖσις ὁ φεύγων τὴν δίκην. ὀργῆς δὲ γενομένης ἐς σκώμματά τε αὑτοῖς καὶ <milestone unit="reiskpage" n="984"/> ἀντιλογίαν καὶ ἔχθραν καὶ λοιδορίαν κατέστησαν. ἔστιν οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος. οὗτος, ἐπειδὴ Τῖσις πρὸς αὐτὸν τὴν ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ᾐσθήμεθα καὶ τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν δέ, ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν ἀφίστατο, <gap reason="lost" rend=" . . . . . . . . . . "/> τʼ ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων <gap reason="lost" rend=" . . . . . . . . . . . "/> δʼ αὐτὸν μετʼ ἐμοῦ παρὰ τὴν θύραν παριόντα· <add>γείτονες γὰρ</add> ἀλλήλων τυγχάνουσιν ὄντες· τὸ μὲν πρῶτον <add>συνδειπνεῖν</add> ἐκέλευεν, ἐπειδὴ δὲ οὐκ ἠθέλησεν <gap reason="lost" rend=" . . . . . . . . . . "/> <add>ἐ</add>πὶ <pb n="p.151"/> κῶμον, λέγων ὅτι μεθʼ αὑτοῦ καὶ τὸ <gap reason="lost" rend=" . . . . . . . . . . "/> δειπνήσαντες οὖν ἤδη συσκοτάζοντος ἐλθόντες κόπτομεν τὴν θύραν. οἳ δʼ ἡμᾶς ἐκέλευον <milestone unit="reiskpage" n="985"/>εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν πρὸς τὸν κίονα, καὶ λαβὼν μάστιγα Τῖσις, ἐντείνας πολλὰς πληγάς, εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλʼ ἐζηλωκὼς μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ δὲ τὰ πατρῷα παρειληφὼς καὶ προσποιούμενος νέος καὶ πλούσιος εἶναι, πάλιν τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας ἤδη γενομένης πρὸς τὸν κίονα αὐτὸν δήσαντας μαστιγοῦν. οὕτω δὲ τοῦ σώματος ἤδη πονήρως διακειμένου Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων οὐθὲν εἶπεν. ἔλεγε δʼ ὡς αὐτὸς μὲν δειπνῶν τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν θύραν καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντίμαχον καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας ἠρώτα αὐτόν, πῶς εἰσέλθοι. ὃ δὲ κελεύσαντος Τίσιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόντων δὲ τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ <milestone unit="reiskpage" n="986"/>γεγενημένα δεινὰ νομιζόντων εἶναι ἀπέδοσαν αὐτὸν τοῖς ἀδελφοῖς. οὐ δυναμένου δὲ βαδίζειν, ἐκόμισαν <pb n="p.152"/> αὐτὸν εἰς τὸ Δεῖγμα ἐν κλίνῃ καὶ ἐπέδειξαν πολλοῖς μὲν Ἀθηναίων πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως διακείμενον, ὥστε τοὺς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν ὀργίζεσθαι ἀλλὰ καὶ τῆς πόλεως κατηγορεῖν, ὅτι οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας τιμωρεῖται.</q> </p></div></div></body></text></TEI>