8 ἀλλὰ γάρ, ἵνα μὴ πέρα τοῦ δέοντος ὁ λόγος μοι προβῇ, Πλάτωνα μὲν ἐάσω, πορεύσομαι δʼ ἐπὶ τὸν Δημοσθένην, οὗ δὴ χάριν τούς τε χαρακτῆρας τῆς λέξεως, οὓς ἡγούμην εἶναι κρατίστους, καὶ τοὺς δυναστεύσαντας ἐν αὐτοῖς κατηριθμησάμην, οὐχ ἅπαντας· Ἀντιφῶν γὰρ δὴ καὶ Θεόδωρος καὶ Πολυκράτης Ἰσαῖός τε καὶ Ζωίλος καὶ Ἀναξιμένης καὶ οἱ κατὰ τοὺς αὐτοὺς γενόμενοι τούτοις χρόνους οὐθὲν οὔτε καινὸν οὔτε περιττὸν ἐπετήδευσαν, ἀλλὰ ἀπὸ τούτων τῶν χαρακτήρων καὶ παρὰ τούτους τοὺς κανόνας τὰς ἑαυτῶν λέξεις κατεσκεύασαν. τοιαύτην δὴ καταλαβὼν τὴν πολιτικὴν λέξιν ὁ Δημοσθένης οὕτω κεκινημένην ποικίλως, καὶ τηλικούτοις ἐπεισελθὼν ἀνδράσιν ἑνὸς μὲν οὐθενὸς ἠξίωσε γενέσθαι ζηλω|τὴς οὔτε χαρακτῆρος οὔτε ἀνδρός, ἡμιέργους τινὰς ἅπαντας οἰόμενος εἶναι καὶ ἀτελεῖς, ἐξ ἁπάντων δʼ αὐτῶν ὅσα κράτιστα καὶ χρησιμώτατα ἦν, ἐκλεγόμενος συνύφαινε καὶ μίαν ἐκ πολλῶν διάλεκτον ἀπετέλει, μεγαλοπρεπῆ λιτήν, περιττὴν ἀπέριττον, ἐξηλλαγμένην συνήθη, πανηγυρικὴν ἀληθινήν, αὐστηρὰν ἱλαράν, σύντονον ἀνειμένην, ἡδεῖαν πικράν, ἠθικὴν παθητικήν, οὐδὲν διαλλάττουσαν τοῦ μεμυθευμένου 16—18 cf anonymus W VII 1049, 8 21 sq memorat schol Demosth 604, 21 Dind καὶ Διονύσιος αὐτὸν Πρωτέα ἐκάλεσεν, ὅτι εἰς πολλὰ καὶ τὰ ἐναντία μορφοῖ τὸν λόγον, νῦν 1 μὴ] μὲ B | lac XIV litt M, XII B, XX P: suppleuit Sadaeus post Krügerum 2 δὲ M 3 περὶ δημοσθένους mg B 4 δυναστεύσαν P 5 κατηριθμησάμ M 6 καὶ πολυκρι καὶ πολυκράτους addito η super ους P 10 τούτους τοὺς] τοὺς B corr B1 | ἑαυτὸν MBP ἑαυτῶν mg B 11 καλαβὼν P 12 οὕτω κ π corrupta aut spuria 13 μὲν om Pv 14 οὔτʼ P 15 ἡμιούργους BP 19 συνήθη—ἱλαράν om B 20 ἱ[λ]ταράν cum ras M 21 διαλάττουσαν B παρὰ τοῖς ἀρχαίοις ποιηταῖς Πρωτέως, ὃς ἅπασαν ἰδέαν μορφῆς ἀμογητὶ μετελάμβανεν, εἴτε θεὸς ἢ δαίμων τις ἐκεῖνος ἄρα ἦν παρακρουόμενος ὄψεις τὰς ἀνθρωπίνας εἴτε διαλέκτου ποικίλον τι χρῆμα ἐν ἀνδρὶ σοφῷ, πάσης ἀπατηλὸν ἀκοῆς, ὃ μᾶλλον ἄν τις εἰκάσειεν, ἐπειδὴ ταπεινὰς καὶ ἀσχήμονας ὄψεις οὔτε θεοῖς οὔτε δαίμοσι προσάπτειν ὅσιον. ἐγὼ μὲν δὴ τοιαύτην τινὰ δόξαν ὑπὲρ τῆς Δημοσθένους λέξεως ἔχω καὶ τὸν χαρακτῆρα τοῦτον ἀποδίδωμι αὐτῷ τὸν ἐξ ἁπάσης μικτὸν ἰδέας.