6 μηδεὶς δέ με τὰ τοιαῦτα ὑπολάβῃ λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐξηλλαγμένης καὶ ἐγκατασκεύου λέξεως, ᾗ κέχρηται Πλάτων· μὴ γὰρ δὴ οὕτω σκαιὸς μηδʼ ἀναίσθητος ἐγὼ γενοίμην, ὥστε ταύτην τὴν δόξαν ὑπὲρ ἀνδρὸς τηλικούτου λαβεῖν, ἐπεὶ πολλὰ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπʼ αὐτοῦ· ἀλλʼ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δʼ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ. ἢ γὰρ οὐδὲν ἁμαρτάνει καθάπαξ ἢ 1 lac XV litt M, VI litt B. VII litt P, μεταφοραῖς suppleui: μεταφοραῖς γίγνεται ∠v | ἀλληγορί[ας] cum ras M | post πολλὰς lac XIX fere litt M, XIII litt B, item lac in P 2 οὕτε με- τρον M, sed ita ut οὔτε με postea additum sit: τρον BP | σχή- μαυρ sic B 3 ἐσχάτης P 4 Γοργιείοις Reiskius: γοργίοις MBP γοργείοις ∠ 5 πολὺς ὁ τελέτης Usener: πολυτέλειά τις MBP πολὺς ὁ τελετὴς ∠ | ἐστιν ἐν τοῖς ∠v 7 πρότερον om ∠ 9 ἐξηλλασμένης P ἐξηλασμένης B 10 ᾗ add ∠ | κέχρι- ται P | Πλάτων τῆς τοιαύτης φράσεως ∠ | δὴ Cobet: ἂν MBP om ∠ 12 καὶ περὶ ∠v 14 ἐξενηνεγμένος P ἐξενηνεσμένος B 15 βουλόμενον ∠(M), Reiskius: βουλόμενος τά suppeditat ∠ 16 μὲν om ∠ 17 αὐτοῦ P | διώκει P 18 ἰσχὴν B 19 καὶ ante δοκ- om ∠ 20 δὲ P∠ | ἀμωμήτως MBP 21 εἰσφέ- ρει P | καθάπαξ ἢ βραχύ τι κομιδῆ MBP: ἢ κομιδῆ βραχύ τι ∠ βραχύ τι κομιδῇ καὶ οὐκ ἄξιον κατηγορίας. ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ μέντοι καὶ οἱ κατʼ αὐτὸν ἐκεῖνον γενόμενοι ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐθὲν δέομαι λέγειν, καὶ αὐτὸς ἑαυτῷ· τοῦτο γὰρ δὴ τὸ λαμπρότατον. ᾔσθετο γάρ, ὡς ἔοικεν, τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετο αὐτῇ τὸ διθύραμβον, ὃ νῦν ἂν ἠδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς μὲν ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς διαλόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δʼ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίοιυ καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς. ὥστʼ οὐθὲν ἔξω τοῦ εἰκότος ἔμελλε πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.|