ἤδη δέ που κἀκεῖνό τινες οἳ μὲν ὡς χαρακτηρικὸν οἳ δʼ ὡς ἁμάρτημα τοῦ ῥήτορος ἐσημειώσαντο, λέγω δὲ τὸ πολλοῖς ὀνόμασι τὸ αὐτὸ πρᾶγμα δηλοῦν ἐνίοτε δή, οἷά ἐστι ταυτί· ῾Φιλίππῳ δʼ ἐξεσίαι καὶ πράττειν καὶ ποιεῖν, ὅ τι βούλεταιʼ καὶ ῾τὸν Μειδίαν τοῦτον οὐκ εἰδώς, ὅστις ποτʼ ἐστίν, οὐδὲ γιγνώσκωνʼ καὶ ῾τῆς ἀδελφῆς ἐναντίον κόρης ἔτι καὶ παιδὸς οὔσηςʼ καὶ πάντα τὰ τοιαῦτα. ὅσοι μὲν οὖν ἰδίωμα τοῦ χαρακτῇρος αὐτὸ ἀποφαίνουσι τοῦ Δημοσθένους, ὁρθῶς λέγουσι· κέχρηται γὰρ αὐτῷ χρησίμως ὁ ἀνήρ, ὥσπερ καὶ τῇ τμητικῇ καὶ τῇ βραχυλογίᾳ πάντων γε μᾶλλον καὶ εὐκαιρότερον. ὅσοι δʼ ἐν ἁμαρτήματος αὐτὸ μοίρᾳ φέρουσι, τὰς αἰτίας οὐκ ἐξητακότες, διʼ ἃς εἰώθει πλεονάζειν ἐνίοτε ἐν τοῖς ὀνόμασιν, οὐ δεόντως αὐτοῦ κατηγοροῦσιν, ἀλλʼ ἐοίκασιν οἱ τοῦτο συκοφαντοῦντες 1 respici uidetur in argumento orationibus praemisso § 7 11 Demosthenes Philippicae γ 3 12 cf Midiana 78 13 Midiana 79 1 τοῖς Βlassius: τῇ β΄ ═ δυάδι explicauerat Seidler 2 δόρων P περὶ τοῦ addidi 5 δηλοῦνταί Pv 6 τῇ περὶ mg Βodl prave 8 τινες] τηνες M χαρακτηριστικὸν Pv 9 ἐση- μειρσαντο B 11 δή] δὲ MΒP om Sylburgius v οιἅ P δʼ ἐξέσται ci Sylburgius: δέξασθαι MΒP 12 καὶ τὸν bis Β Μηδίαν Pv 13 γινώσκων MBP: γινώσκω v totum locum liberrime reddidit Dionysius 14 παιδὸς] πεδὸς B 18 καὶ om Pv τῇ add M2 καὶ τῇ ex praecedentibus repetitum se- clusi 21 ἐνίοτε] ἐν τοῖς MBPv ἐν τοῖς] αὐτοῖς MBPv τὴν βραχυλογίαν ἐκ παντὸς ἀπαιτεῖν, ἥν, ὅπερ εἶπον, παντὸς μᾶλλον καὶ εὐκαιρότερον παρέχεται, τῶν δὲ ἄλλων ἀρετῶν οὐδεμίαν, οὐκέτι συνορῶντες ὅτι καὶ τῆς σαφηνείας δεῖ στοχάζεσθαι τὸν ῥήτορα καὶ τῆς ἐναργείας καὶ τῆς αὐξήσεως καὶ τῆς περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων εὐρυθμίας, ὑπὲρ ἅπαντα δὲ ταῦτα τοῦ παθητικήν τε καὶ ἠθικὴν καὶ ἐναγώνιον ποιεῖν τὴν λέξιν, ἐν οἷς ἐστιν ἡ πλείστη τοῦ πιθανοῦ μοῖρα. τούτων δὲ τῶν ἀρετῶν ἑκάστην οὐχ ἡ βραχυλογία κράτιστα δύναται ποιεῖν, ἀλλὰ καὶ ὁ πλεονασμὸς ἐνίων ὀνομάτων, ᾧ καὶ ὁ Δημοσθένης κέχρηται. ἔφερον δʼ ἄν σοι παραδείγματα τῶν εἰρημένων, εἰ μὴ κοπώδης ἔμελλον φανήσεσθαι πρὸς σὲ δῆτα λέγων. ταῦτα, ὦ κράτιστε Ἀμ|μαῖε, γράφει εἴχομέν σοι περὶ τῆς Δημοσθένους λέξεως. ἐὰν δὲ σῴζῃ τὸ δαιμόνιον ἡμᾶς, καὶ περὶ τῆς πραγματικῆς αὐτοῦ δεινότητος, ἔτι μείζονος ἢ τοῦδε καὶ θαυμαστοτέρου θεωρήματος, ἐν τοῖς ἑξῆς γραφησομένοις ἀποδώσομέν σοι τὸν λόγον. 3 ἀριτῶν Β 5 ἐνεργείας V 11 ἐνίων] ἐνίοτε τῶν Usener 14 γράφην P post γράφειν B ὣς ε inserit, sed punctis deleuit 16 πραγματικαῖς B 17 τοῦδε] τοῦ δὲ B | θαυμασθοτέ- ρου M1 corr eadem manus