<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="57"><p>57 τὸ δὲ φάσκειν φορτικοῖς καὶ ἀηδέσι τοῖς ὀνόμασιν
αὐτὸν κεχρῆσθαι πόθεν ἐπῆλθεν αὐτῷ <del>λέγειν</del>, ὑπὲρ
<lb n="10"/> πάντα ἔγωγε τεθαύμακα. οὐδὲν γὰρ εὑρίσκω τούτων <milestone unit="1126"/>
παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν
Αἰσχίνης, οἷον ὅτι ῾οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν
συμμαχίανʼ καὶ ὅτι ῾ἀμπελουργοῦσί τινες τὴν πόλινʼ καὶ
῾ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμουʼ καὶ ῾φορμορραφούμεθαʼ
<lb n="15"/> καὶ ῾ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσινʼ,
οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν· ῾ταῦτα δέ,
ὦ κίναδος, τί ἐστι; ῥήματα ἢ θαύματα;ʼ οὐδέ γε ἄλλα
τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους
λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε
<lb n="20"/> ἢ ἕξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος.
εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ
λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί,
<note type="footnote">12 Aeschines III 72 13—16 Aeschines III 166</note>
<note type="footnote">1 σεμνὸντερον P ἐκβάζειν Β 2 ἀπαιτοῦμεν Reiskius:
ἀπαιτοῦντες MP ἀπαιτοῦντας Β ἀπαιτεῖται Sylburgius v
5 ἐχρὸς P 6 ἄλλο Reiskius: μᾶλλον 9 λἐγειν seclusi
12 οὐ δεῖ Aesch: οὐδὲ MΒP φιλίας ἀπορρῆξαι τὴν συμμαχίαν
καὶ] φισὶν αὐτὸν αἰσχίνης· οἵον ex praecedentibus Β εἰρήνης
pro φιλίας Aesch 14 τοῦ δήμου] τῶν πραγμάτων Aesch |φορ-
μοραφούμεθα MΒP 15 βελόντας ΒP 16 οἷς αὐτὸς] οἳ αὐτοῖς Β</note>
<note type="footnote">17 οὐ κίναδός τίς (τις P) MΒP: corr Reiskius ex Aescb θαύ-
μαστα P 18 [ἀη]δῆ cum ras M 21 μέντοι τινὲς ἐν τοῖς ψευδεπι-
γράφοις] μέν τοί τινες ἔνιοι ψευδεπίγραφοι MΒP hinc τινὲς om v</note>
<note type="footnote">22 λόγοις Β: λόγοι MPv ἀωδεῖς B| ἄγρικοι P ἀγρίοικοι] B
</note>

<pb n="251"/>
<milestone unit="1127"/> ὡς ἐν τοῖς κατʼ Ἀριστογείτονος θ΄ καὶ ἐν τῇ ἀπολογίᾳ
τῶν δώρων καὶ ἐν τῷ <add cause="omitted">περὶ τοῦ</add> μὴ ἐκδοῦναι
Ἅρπαλον καὶ ἐν τῷ κατὰ Νεαίρας καὶ ἐν τῷ περὶ τῶν
πρὸς Ἀλέξανδρον συνθηκῶν ἐν ἄλλοις τε ὀυχνοῖς, οὓς
ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι <lb n="5"/>
πραγματείᾳ τὰ περὶ Δημοσθένη. καὶ περὶ μὲν ὧν
Αἰσχίνης ἐπιτετίμηκεν αὐτῷ, ταῦτα ἱκανά.</p><lb n="58"/></div></div></body></text></TEI>