57 τὸ δὲ φάσκειν φορτικοῖς καὶ ἀηδέσι τοῖς ὀνόμασιν αὐτὸν κεχρῆσθαι πόθεν ἐπῆλθεν αὐτῷ λέγειν , ὑπὲρ πάντα ἔγωγε τεθαύμακα. οὐδὲν γὰρ εὑρίσκω τούτων παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν Αἰσχίνης, οἷον ὅτι ῾οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν συμμαχίανʼ καὶ ὅτι ῾ἀμπελουργοῦσί τινες τὴν πόλινʼ καὶ ῾ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμουʼ καὶ ῾φορμορραφούμεθαʼ καὶ ῾ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσινʼ, οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν· ῾ταῦτα δέ, ὦ κίναδος, τί ἐστι; ῥήματα ἢ θαύματα;ʼ οὐδέ γε ἄλλα τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε ἢ ἕξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος. εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, 12 Aeschines III 72 13—16 Aeschines III 166 1 σεμνὸντερον P ἐκβάζειν Β 2 ἀπαιτοῦμεν Reiskius: ἀπαιτοῦντες MP ἀπαιτοῦντας Β ἀπαιτεῖται Sylburgius v 5 ἐχρὸς P 6 ἄλλο Reiskius: μᾶλλον 9 λἐγειν seclusi 12 οὐ δεῖ Aesch: οὐδὲ MΒP φιλίας ἀπορρῆξαι τὴν συμμαχίαν καὶ] φισὶν αὐτὸν αἰσχίνης· οἵον ex praecedentibus Β εἰρήνης pro φιλίας Aesch 14 τοῦ δήμου] τῶν πραγμάτων Aesch |φορ- μοραφούμεθα MΒP 15 βελόντας ΒP 16 οἷς αὐτὸς] οἳ αὐτοῖς Β 17 οὐ κίναδός τίς (τις P) MΒP: corr Reiskius ex Aescb θαύ- μαστα P 18 [ἀη]δῆ cum ras M 21 μέντοι τινὲς ἐν τοῖς ψευδεπι- γράφοις] μέν τοί τινες ἔνιοι ψευδεπίγραφοι MΒP hinc τινὲς om v 22 λόγοις Β: λόγοι MPv ἀωδεῖς B| ἄγρικοι P ἀγρίοικοι] B ὡς ἐν τοῖς κατʼ Ἀριστογείτονος θ΄ καὶ ἐν τῇ ἀπολογίᾳ τῶν δώρων καὶ ἐν τῷ περὶ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον καὶ ἐν τῷ κατὰ Νεαίρας καὶ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν ἐν ἄλλοις τε ὀυχνοῖς, οὓς ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι πραγματείᾳ τὰ περὶ Δημοσθένη. καὶ περὶ μὲν ὧν Αἰσχίνης ἐπιτετίμηκεν αὐτῷ, ταῦτα ἱκανά.