<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="56"><p>τὰ δʼ αὐτὰ καὶ περὶ τῆς περιέργου λέξεως ἔχοι 56
τις ἂν εἰπεῖν πρὸς τὸν Αἰσχίνην, ἐπειδὴ καὶ ταύτην
αὐτοῦ χλευάζει τὴν ἀρετήν. δεχέσθω δέ τις τὴν περιεργίαν <lb n="5"/>
τῶν ὀνομάτων ὑπʼ αὐτοῦ??<add cause="omitted">λεγομένην</add> λέγεσθαι
νυνὶ περιττὴν ἐργασίαν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει.
οὐ γὰρ δή γε εἰ ὁ καθʼ ἡμᾶς βίος πολλὰ καὶ ἄλλα
εἰκῇ τιθεὶς ἐπὶ τοῖς πράγμασιν ὀνόματα καὶ ταύτην
ἀδιαφόρως κυκλεῖ τὴν λέξιν ἐπὶ τῆς πολυπραγμοσύνης, <lb n="10"/>
οὕτω καὶ τοὺς ἀρχαίους εἰκὸς αὐτῇ κεχρῆσθαι. εἰ μὲν
οὖν τὴν ἀκαιρίαν ἢ τὸν πλεονασμὸν τῆς ἐξηλλαγμένης
ἑρμηνείας διασύρων καὶ ταῦτα εἴρηκεν, ὡς τοῦ Δημοσθένους
περὶ ἑκάτερον αὐτῶν ἁμαρτάνοντος, ψεύδεται
περιφανῶς. ὁ γὰρ ἀνὴρ ἐν μὲν ταῖς δημηγορίαις <lb n="15"/>
καὶ τοῖς δημοσίοις ἀγῶσι πρὸς τὸ μέγεθος καὶ τὸ
<milestone unit="1125"/> ἀξίωμα τῶν ὑποθέσεων ἀποβλέπων κέχρηται τῇ τοιαύτη
κατασκευῇ πολλάκις, ἐν δὲ τοῖς ἰδιωτικοῖς λόγοις,
οὓς περὶ μικρῶν συμβολαίων ἰδιώταις ἀνθρώποις γέγραφε,
τὴν κοινὴν καὶ συνήθη λέξιν ἐπιτηδεύει, σπανίως <lb n="20"/>
δέ ποτε τὴν περιττὴν καὶ οὐδὲ ταύτην ἐπʼ αὐτοφώρῳ,
ἀλλʼ ὥστε λαθεῖν. εἰ δὲ κἀνταῦθα τῷ γένει
τῆς ἐξαλλαγῆς ὅλῳ πολεμῶν ταῦτʼ εἴρηκεν Αἰσχίνης,
ἄτοπόν τι ποιεῖ πρᾶγμα, ταύτην διασύρων τὴν δεινότητα,
ἧς πλείστης τῷ ῥήτορι δεῖ. τὸ γὰρ μὴ τοῖς <lb n="25"/>
πολλοῖς ὁμοίως ἐκφέρειν τὰς νοήσεις, ἀλλʼ ἐπὶ τὸ
<note type="footnote">4 τις τις Β καὶ om Β 5 χνευάζει P 6 λεγομένην inserui, λέ-
γεσθαι 〈τὴν〉 mauolt Usener 7 περιττὴν ἐργίαν τῶν περιττὴν ἐρ-
γασίαν B ἐξηλαγμένην B 14 ἁμαρτάνοντας corr in ἁμαρτάνον-
τος P δεύδεται Β 19 ἀνθρώποι Ρ γέγραφε] ἔγραφε MBP
ἔγραψε Sylburgius v 20 ἐπιτηδεύειν B 21 αὐτοφόρῳ M, P ut
uidetur, αὐτοφέρω et in mg αὐτοφώρῳ B 25 τὸ γὰρ] τῶ γὰρ ΒP
</note>

<pb n="250"/>
σεμνότερον καὶ ποιητικώτερον ἐκβιβάζειν τὴν ὀνομασίαν
παρὰ τῆς πολιτικῆς δυνάμεως μάλιστα ἀπαιτοῦμεν.
ταῦτα μὲν οὖν ἐγκώμια τῆς Δημοσθένους
δεινότητος ὄντα ὡς ἁμαρτήματα φέρων Αἰσχίνης οὐκ
<lb n="5"/> ἀληθῶς μέν, εὐλόγως δʼ ἴσως, ἐχθρὸς ὤν καὶ οὐδὲν
ἄλλο διαβάλλειν δυνάμενος, ἀπερισκέπτως, ὡς ἐγὼ
κρίνω, συκοφαντεῖ.</p></div><div type="textpart" subtype="chapter" n="57"><p>57 τὸ δὲ φάσκειν φορτικοῖς καὶ ἀηδέσι τοῖς ὀνόμασιν
αὐτὸν κεχρῆσθαι πόθεν ἐπῆλθεν αὐτῷ <del>λέγειν</del>, ὑπὲρ
<lb n="10"/> πάντα ἔγωγε τεθαύμακα. οὐδὲν γὰρ εὑρίσκω τούτων <milestone unit="1126"/>
παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν
Αἰσχίνης, οἷον ὅτι ῾οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν
συμμαχίανʼ καὶ ὅτι ῾ἀμπελουργοῦσί τινες τὴν πόλινʼ καὶ
῾ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμουʼ καὶ ῾φορμορραφούμεθαʼ
<lb n="15"/> καὶ ῾ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσινʼ,
οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν· ῾ταῦτα δέ,
ὦ κίναδος, τί ἐστι; ῥήματα ἢ θαύματα;ʼ οὐδέ γε ἄλλα
τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους
λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε
<lb n="20"/> ἢ ἕξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος.
εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ
λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί,
<note type="footnote">12 Aeschines III 72 13—16 Aeschines III 166</note>
<note type="footnote">1 σεμνὸντερον P ἐκβάζειν Β 2 ἀπαιτοῦμεν Reiskius:
ἀπαιτοῦντες MP ἀπαιτοῦντας Β ἀπαιτεῖται Sylburgius v
5 ἐχρὸς P 6 ἄλλο Reiskius: μᾶλλον 9 λἐγειν seclusi
12 οὐ δεῖ Aesch: οὐδὲ MΒP φιλίας ἀπορρῆξαι τὴν συμμαχίαν
καὶ] φισὶν αὐτὸν αἰσχίνης· οἵον ex praecedentibus Β εἰρήνης
pro φιλίας Aesch 14 τοῦ δήμου] τῶν πραγμάτων Aesch |φορ-
μοραφούμεθα MΒP 15 βελόντας ΒP 16 οἷς αὐτὸς] οἳ αὐτοῖς Β</note>
<note type="footnote">17 οὐ κίναδός τίς (τις P) MΒP: corr Reiskius ex Aescb θαύ-
μαστα P 18 [ἀη]δῆ cum ras M 21 μέντοι τινὲς ἐν τοῖς ψευδεπι-
γράφοις] μέν τοί τινες ἔνιοι ψευδεπίγραφοι MΒP hinc τινὲς om v</note>
<note type="footnote">22 λόγοις Β: λόγοι MPv ἀωδεῖς B| ἄγρικοι P ἀγρίοικοι] B
</note>

<pb n="251"/>
<milestone unit="1127"/> ὡς ἐν τοῖς κατʼ Ἀριστογείτονος θ΄ καὶ ἐν τῇ ἀπολογίᾳ
τῶν δώρων καὶ ἐν τῷ <add cause="omitted">περὶ τοῦ</add> μὴ ἐκδοῦναι
Ἅρπαλον καὶ ἐν τῷ κατὰ Νεαίρας καὶ ἐν τῷ περὶ τῶν
πρὸς Ἀλέξανδρον συνθηκῶν ἐν ἄλλοις τε ὀυχνοῖς, οὓς
ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι <lb n="5"/>
πραγματείᾳ τὰ περὶ Δημοσθένη. καὶ περὶ μὲν ὧν
Αἰσχίνης ἐπιτετίμηκεν αὐτῷ, ταῦτα ἱκανά.</p><lb n="58"/></div><div type="textpart" subtype="chapter" n="58"><p>ἤδη δέ που κἀκεῖνό τινες οἳ μὲν ὡς χαρακτηρικὸν
οἳ δʼ ὡς ἁμάρτημα τοῦ ῥήτορος ἐσημειώσαντο, λέγω
δὲ τὸ πολλοῖς ὀνόμασι τὸ αὐτὸ πρᾶγμα δηλοῦν ἐνίοτε <lb n="10"/>
δή, οἷά ἐστι ταυτί· ῾Φιλίππῳ δʼ ἐξεσίαι καὶ πράττειν
καὶ ποιεῖν, ὅ τι βούλεταιʼ καὶ ῾τὸν Μειδίαν τοῦτον οὐκ
εἰδώς, ὅστις ποτʼ ἐστίν, οὐδὲ γιγνώσκωνʼ καὶ ῾τῆς
ἀδελφῆς ἐναντίον κόρης ἔτι καὶ παιδὸς οὔσηςʼ καὶ
πάντα τὰ τοιαῦτα. ὅσοι μὲν οὖν ἰδίωμα τοῦ χαρακτῇρος <lb n="15"/>
αὐτὸ ἀποφαίνουσι τοῦ Δημοσθένους, ὁρθῶς λέγουσι·
κέχρηται γὰρ αὐτῷ χρησίμως ὁ ἀνήρ, ὥσπερ
καὶ τῇ τμητικῇ <del>καὶ τῇ</del> βραχυλογίᾳ πάντων γε μᾶλλον
<milestone unit="1128"/> καὶ εὐκαιρότερον. ὅσοι δʼ ἐν ἁμαρτήματος αὐτὸ
μοίρᾳ φέρουσι, τὰς αἰτίας οὐκ ἐξητακότες, διʼ ἃς εἰώθει <lb n="20"/>
πλεονάζειν ἐνίοτε ἐν τοῖς ὀνόμασιν, οὐ δεόντως
αὐτοῦ κατηγοροῦσιν, ἀλλʼ ἐοίκασιν οἱ τοῦτο συκοφαντοῦντες
<note type="footnote">1 respici uidetur in argumento orationibus praemisso § 7
11 Demosthenes Philippicae γ 3 12 cf Midiana 78 13 Midiana 79</note>
<note type="footnote">1 τοῖς Βlassius: τῇ β΄ ═ δυάδι explicauerat Seidler
2 δόρων P περὶ τοῦ addidi 5 δηλοῦνταί Pv 6 τῇ περὶ mg
Βodl prave 8 τινες] τηνες M χαρακτηριστικὸν Pv 9 ἐση-
μειρσαντο B 11 δή] δὲ MΒP om Sylburgius v οιἅ P
δʼ ἐξέσται ci Sylburgius: δέξασθαι MΒP 12 καὶ τὸν bis Β
Μηδίαν Pv 13 γινώσκων MBP: γινώσκω v totum locum
liberrime reddidit Dionysius 14 παιδὸς] πεδὸς B 18 καὶ
om Pv τῇ add M2 καὶ τῇ ex praecedentibus repetitum se-
clusi 21 ἐνίοτε] ἐν τοῖς MBPv ἐν τοῖς] αὐτοῖς MBPv
</note>

<pb n="252"/>
τὴν βραχυλογίαν ἐκ παντὸς ἀπαιτεῖν, ἥν,
ὅπερ εἶπον, παντὸς μᾶλλον καὶ εὐκαιρότερον παρέχεται,
τῶν δὲ ἄλλων ἀρετῶν οὐδεμίαν, οὐκέτι συνορῶντες
ὅτι καὶ τῆς σαφηνείας δεῖ στοχάζεσθαι τὸν
<lb n="5"/> ῥήτορα καὶ τῆς ἐναργείας καὶ τῆς αὐξήσεως καὶ τῆς
περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων εὐρυθμίας, ὑπὲρ
ἅπαντα δὲ ταῦτα τοῦ παθητικήν τε καὶ ἠθικὴν καὶ
ἐναγώνιον ποιεῖν τὴν λέξιν, ἐν οἷς ἐστιν ἡ πλείστη
τοῦ πιθανοῦ μοῖρα. τούτων δὲ τῶν ἀρετῶν ἑκάστην
<lb n="10"/> οὐχ ἡ βραχυλογία κράτιστα δύναται ποιεῖν, ἀλλὰ καὶ
ὁ πλεονασμὸς ἐνίων ὀνομάτων, ᾧ καὶ ὁ Δημοσθένης
κέχρηται. ἔφερον δʼ ἄν σοι παραδείγματα τῶν εἰρημένων,
εἰ μὴ κοπώδης ἔμελλον φανήσεσθαι πρὸς σὲ
δῆτα λέγων. ταῦτα, ὦ κράτιστε Ἀμ|μαῖε, γράφει <milestone unit="1129"/>
<lb n="15"/> εἴχομέν σοι περὶ τῆς Δημοσθένους λέξεως. ἐὰν δὲ
σῴζῃ τὸ δαιμόνιον ἡμᾶς, καὶ περὶ τῆς πραγματικῆς
αὐτοῦ δεινότητος, ἔτι μείζονος ἢ τοῦδε καὶ θαυμαστοτέρου
θεωρήματος, ἐν τοῖς ἑξῆς γραφησομένοις ἀποδώσομέν
σοι τὸν λόγον.</p><note type="footnote">3 ἀριτῶν Β 5 ἐνεργείας V 11 ἐνίων] ἐνίοτε τῶν Usener</note><note type="footnote">14 γράφην P post γράφειν B ὣς ε inserit, sed punctis
deleuit 16 πραγματικαῖς B 17 τοῦδε] τοῦ δὲ B | θαυμασθοτέ-
ρου M1 corr eadem manus</note></div></div></body></text></TEI>