<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="55"><p>ἃ δέ γε Αἰσχίνης περὶ αὐτοῦ γράφει 55
<note type="footnote">18 Homerus Γ 320</note>
<note type="footnote">2 ἀστεῖον ἦχον] ἀστεῖον εἶχον Μ παρεντεῖνον τὸν ἦχον
Hammer, alii alia ἐσπεσμένως P τὸ συνεχὲς ἐν post εἰπὲ
inserit Β 6 οὐκοῦν ἔστιν] οὐκ ἔνεστιν M ΒPv 9 δεῖν B:
δεῖ MPv 10 διοίσει M, B in mg: διήσει P δειήσει B in textu</note>
<note type="footnote">11 ἀκίνητον B πόλλʼ ἄν] πολλὰ MBPv 12 [τ]ις cum ras M
ἔχοι Reiskius: ἔχει μέρος in mg corr B 16 εὐτραπελίας Syl-
burgius: εὐτραπελείας σημείωσαι in mg B πολοὶ P 17 αὐ-
τῆς] αὐτοῖς Β in libris nulla lacuna ἀνθρὡποισι Pv 20 ἅμα
ἔν] ἀναίνονται Usener</note>

<pb n="248"/>
ὥσπερ ἔφην, τοτὲ μὲν ὡς πικροῖς καὶ περιέργοις ὀνόμασι
χρωμένου, τοτὲ δʼ ὡς ἀηδέσι καὶ φορτικοῖς, <milestone unit="1123"/>
ῥᾳδίας ἔχει τὰς ἀπολογίας. εἴ γέ τοι βουληθείη τις
χωρὶς ἕκαστον τῶν ἐγκλημάτων σκοπεῖν, τὰ μὲν ἐπαίνου
<lb n="5"/> μᾶλλον ἢ κατηγορίας ἄξια εὑρήσει, τὰ δʼ οὐκ
ἀληθῶς εἰρημένα ὑπʼ αὐτοῦ. τὸ μὲν γὰρ πικραίνειν
τὴν διάλεκτον, ὅταν ἀπαιτῶσιν οἱ καιροί (πολλάκις δὲ
ἀπαιτοῦσι καὶ μάλιστα ἐν τοῖς παθητικοῖς τῶν ἐπιχειρημάτων),
ἐγκώμιόν ἐστι τοῦ ῥήτορος, εἴ γε δὴ
<lb n="10"/> τὸ ποιεῖν τὸν ἀκροατὴν αὐστηρὸν τῶν νόμων φύλακα
καὶ πικρὸν ἐξεταστὴν τῶν ἀδικημάτων καὶ τιμωρὸν
ἀπαραίτητοι τῶν παρανομούντων παρὰ τῆς ῥητορικῆς
δυνάμεως ἢ μόνον ἢ μάλιστα τῶν ἄλλων ἀπαιτοῦμεν.
ἀμήχανον δὲ τρυφεροῖς ὀνόμασι καλλωπίζοντα τὴν
<lb n="15"/> διάλεκτον ὀργὴν ἢ μῖσος ἢ τῶν παραπλησίων τι κινῆσαι
παθῶν, ἀλλʼ ἀνάγκη καὶ νοήματʼ ἐξευρεῖν, ἃ δὴ τῶν
τοιούτων ἔσται παθῶν ἀγωγά, καὶ ὀνόμασι τοιούτοις
αὐτὰ περιλαβεῖν, οἷς πέφυκεν ἀκοὴ πικραίνεσθαι. εἰ μὲν
οὖν μὴ κατὰ τὸν οἰκεῖον καιρὸν τῇ πικραινούσῃ διαλέκτῳ
<lb n="20"/> χρώμενον ἀπεδείκνυεν αὐτὸν ἢ πλεονάζοντα ἐν
αὐτῇ καὶ τῆς ποσότητος ἀστοχοῦντα, εἰκότως ἂν ὡς <milestone unit="1124"/>
ἁμαρτάνοντα διέβαλλεν. ὅ δὲ τούτων μὲν οὐδέτερον
ἔχει δεικνύναι, κοινῶς δὲ διαβάλλει τὴν παθητικὴν
διάλεκτον, οὖσαν ἐπιτηδειοτάτην εἰς πολιτικοὺς παραλαμβάνεσθαι
<note type="footnote">1 cf Aeschines III 229 III 166</note>
<note type="footnote">1 τότὲ Β περιέρχοις Β 2 τότε Β 9 εἴ γε Sylburgius:
εἴτε 13 μόνον P: μόνος MΒ|  ἀπαιτοῦμεν Reiskius: ἐπαινοῦμεν</note>
<note type="footnote">17 ῞σται P 18 ἁκοὴ? ἡ add Κrüger πικραίνεσθαι — και-
ρὸν τῇ om B 20 post χρώμενον B habet ἀ πέ· deinde
uerba οἷς πέφυκεν — διαλέκτῳ χρώμενον repetuntur |ἀπεδείκνυ-
μεν Β 23 δείκνυται δεικνύναι Β</note>

<pb n="249"/>
λόγους, λεληθότα ἐγκώμια μεταφέρων εἰς
τὰς κατηγορίας, ὥσπερ ἔφην.</p></div></div></body></text></TEI>