φέρε γὰρ ἐπιχειρείτω τις προφέρεσθαι τούσδε τοὺς 54 ἀριθμούς· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς ἁπάσας οὕτως ὠμῶς ἀνήρηκεν, ὥστε μηδ᾿ , εἰ πώποτε ᾠκίσθησαν, ῥᾴδιον ἦν προσελθόντας εἰπεῖν. καὶ τὸ Φωκέων τοσοῦτον ἔθνος ἀνηρημένον σιωπῶ᾿ . ἐνταῦθα ἡ λέξις αὐτὴ διδάσκει, τίνος ὑποκρίσεως δεῖ αὐτῇ. διῃρηκὼς γὰρ τὸ πλῆθος τῶν ἀνηρημένων ὑπὸ Φιλίππου πόλεων ἐπὶ Θρᾴκης οὔ φησιν ἐρεῖν. οὐχὶ ταῦτʼ οὖν εἰρωνευόμενον δεῖ λέγειν καὶ ἅμα ὑπαγανακτοῦντα καὶ παρεντείνοντα τὸν ἦχον; εἶτʼ εἰ καὶ φησὶν οὐκ ἔχειν ἐρεῖν ταῦθʼ ὥσπερ δεινὰ καὶ πέρα δεινῶν, ὅμως ὀδύρεται πόλεων κατάλογον καὶ τελείαν ἀναίρεσιν διέξεισιν, ὡς οὐδʼ ἴχνος ἔτι λοιπὸν | ἐχουσῶν τῆς παλαιᾶς οἰκήσεως. οὐ διʼ ὀργῆς τʼ οὖν ταῦτα 9 Demosthenes Phil γ 26 1 δεῖ] δῆ Ρ 3 ᾗ Μ: ἢ, Β ἣ Ρ ᾧ v 5 αὐτὴν] τῆς ΜΒΡv 6 δὴ ΜΒΡ: δʼ v σαφὲς Sylburgius: σαφῶς |παραδειγμά- των Κirüger: πραγμάτων 8 τοὺς om Ρv 9 ἀπωλλωνίαν in ἀπολλωνίαν corr Β 10 Θρᾴκις Ρ 11 ἀμήρηκεν Β | ὥστε μηδʼ εἰ v D: ὥστʼ εἰ μὴ δὲ ΜΒΡ πώποτε] πώτε Β 12 ἦν] εἶναι D προελθόντας ΜΡv προελθῶντας Β προσελθόντα D 13 σιοπῶ Β 14 αὐτῆ Μ ὑποκρίσεων Β 16 πόλεως ΒΡ 18 εἷτ᾿ εἰ καὶ] ἔπειτα ΜΒΡ v 19 ἔχειν abicerem, nisi dubitari posset an ἐρεῖν pro εἰπεῖν illa aetate dicerent 20 τελείαν Usener: ταχεῖαν 21 ἀναίρεσιν Sylburgius: αἵρεσιν ΜΒ αἵρεσιν Ρ 22 οἰκήσεως — 246, 1 καὶ geminat Β τʼ οὖν] γοῦν ΜΒΡ v ὑπερβαλλούσης καὶ οἴκτου λέγεσθαι προσήκει; τίνες οὖν εἰσιν ὀργῆς καὶ ὀλοφυρμοῦ τόνοι καὶ ἐγκλίσεις καὶ σχηματισμοὶ προσώπου καὶ φοραὶ χειρῶν; ἃς οἱ κατʼ ἀλήθειαν ταῦτα πεπονθότες ἐπιτελοῦσι. πάνυ γὰρ εὔηθες ἄλλο τι ζητεῖν ὑποκρίσεως διδασκαλεῖον, ἀφέντας τὴν ἀλήθειαν. καὶ αὖθις ἐπιφέρει ὁ ἀνήρ· ῾ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραρχίας καθέστακεν, ἵνα μὴ μόνον κατὰ πόλεις, ἀλλὰ καὶ κατὰ ἔθνη δουλεύωσιν; αἱ δʼ ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραν νοῦν|ται, καὶ ταῦτα ἐν νήσῳ πλησίον Θηβῶν καὶ Ἀθηνῶν;ʼ ταῦτα πάλιν ἑτέραν ὑπόκρισιν ἀπαιτεῖ. πυνθάνεται γάρ, εἶτʼ ἀνθυποφέρει καὶ παρʼ ἕκαστον ἀγανακτεῖ καὶ τὸ δεινὸν αὔξει. ἴδιον δὲ δή που σχῆμα πεύσεως, ἴδιον δʼ ἀνθυποφορᾶς, ἰδιον δʼ αὐξήσεως· οὐ δύναται ταῦτα ἐνὶ τόνῳ καὶ μιᾷ μορφῇ φωνῆς λέγεσθαι. τούτοις ἐκεῖνα ἕπεται· ῾καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δʼ ἔργοις οὐ ποιεῖ, ἀλλʼ ἐφʼ Ελλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Αμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν· οὔθʼ ἡ Ελλὰς οὔθʼ ἡ βάρβαρος χωρεῖ τὴν πλεονεξίαν τοῦ ἀνθρώπου᾿. ταῦτα ἔνεστι προφέρεσθαι ἡδονῇ ἐν παροδικοῖς μέλεσιν ὥσπερ ἱστορίαν; οὐκ αὐτὰ βοᾷ καὶ διδάσκει, 6 ibid 26 17 ibid 27 5 διδασκαλεῖον Reiskius: διδασκάλιον ἀφέντος Μ1 7 Θε- ταλία Ρ τὰς πόλεις καὶ ante τὰς πολιτείας inserit v cum uol- gata Demosth παρήρηται D 8 κατέστησεν D 10 Εόβοίᾳ] εὐοία ΒΡ τυραννοῦντα Ρ 11 πλησίον ex D add v 14 ἴδιον — 15 ἀνθυποφορᾶς om Β 19 ἀμαρακίαν Ρ ἀμκρα- κίαν Β ἣλιν ΒΡ πελοποννήσο Ρ 20 ἐπεβούλευσεν πρῴην v cum D 21 χωρεῖ ante τοῦ D 22 ταῦτʼ ἄρʼ? παρῳδικοῖς libri: corr Usener μέλουσιν Β 23 οὐκ αὐτὰ βοᾷ Dobraeus: οὐ καταβοᾷ ΜΡ οὐ καταβη ἐν οὐ καταβοᾷ Β πῶς αὐτὰ δεῖ λέγεσθαι, μόνον οὐ φωνὴν ἀφιέντα· ᾿ἐνταῦθα ἀστεῖον ἦχον, ταῦτα ἐσπευσμένως εἰπέ, ταῦτʼ ἀναβεβλημένως, δευρὶ δʼ ἀπόλιπε τὸ συνεχές, ἐνταυθοῖ σύναψον τὰ ἑξῆς, τούτοις συνάλγησον, τούτων καταφρόνησον, ταῦτα ἐκδειματώθητι, ταῦτα διάσυρον, ταῦτα αὔξησονʼ; ἐμοὶ μὲν δοκεῖ. οὐκοῦν ἔστιν |ἀλόγου ζῴου ψυχὴν ἔχοντα, μᾶλλον δὲ λίθου φύσιν νωθράν, ἀναίσθητον, ἀκίνητον, ἀπαθῆ, τὴν Δημοσθένους προφέρεσθαι λέξιν; πολλοῦ γε καὶ δεῖν, ἐπεὶ τὸ κάλλιστον αὐτῆς ἀγαθὸν ἀπολεῖται, τὸ πνεῦμα, καὶ οὐδὲν διοίσει σώματος καλοῦ μέν, ἀκινήτου δὲ καὶ νεκροῦ. πόλλʼ ἄν τις εἰς τοῦτο τὸ μέρος εἰπεῖν ἔχοι, τοῦ δὲ συντάγματος ἱκανὸν εἰληφότος ἤδη μῆκος αὐτοῦ που καταπαῦσαι χρὴ τὸν λόγον, ἐκεῖνο ἔτι νὴ Δία τοῖς εἰρημένοις προσαποδόντας, ὅτι πάσας ἔχουσα τὰς ἀρετὰς ἡ Δημοσθένους λέξις λείπεται εὐτραπελίας, ἣν οἱ πολλοὶ καλοῦσι χάριν. πλεῖστον γὰρ αὐτῆς μετέχει μέρος Οὐ γάρ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποιδιν, ὡς καὶ τοὺς ἀστεισμοὺς ἅμα ἐν τοῖς Δημοσθένους λόγοις. οὐδὲν γάρ, ὧν ἑτέροις τισὶν ἔδωκεν ἀγαθῶν ὁ δαίμων, ἐκείνῳ ἐφθόνησεν.