<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="53"><p>εἷς ἔτι μοι καταλείπεται λόγος ὁ περὶ τῆς ὑποκρίσεως, 53
<note type="footnote">15 Demosthenes περὶ τῶν ἐν Χερρονήσῳ 48</note>
<note type="footnote">1 περιλεύβωμεν Ρ περιλούβωμεν B παραλάβωμεν Reiskius
ὅταν δὲ τὴν τούτων ἐπιστήμην λάβωμεν de comp 211 2 ἀνα-
γνώσκειν P 3 ἕξεως Μ, B in mg: λέξεως B in textu, Ρ 4 τὸν
νοῦν] τόνον Reiskius τὸν νόμον Usener, an τὸ ἔννουν? τύπους
ἰσχυροὺς ex libro de comp 211 huc transferre Sadaeus uoluit;
non quadrat ad περιτιθέντος 5 περιτιθέντος ΜΡ, Β in mg:
προτιθέντα in textu τότε BP 7 βυβλίον B1 Sylburgius:
βιβλίον 8 νοήσει Sylburgius: νοήσεις 11 ἔξιν Μ: λέξιν BP</note>
<note type="footnote">12 αὐτῶν] ἀπάντων? νοήσειν BP 14 πόνους B 16 με-
γάλων καὶ καλῶν B πόνωον B 17 ἐπιλογήσηται MBP
18 δʼ ἐὰν] δὲ ἂν MBP δʼ ἂν v ἕπαινον] παιον add ν super ι B</note>
<note type="footnote">20 τε seclusit Sylburgius</note>

<pb n="244"/>
ὡς κεκόσμηκε τὴν λέξιν ἀνήρ, ἀναγκαίας ἀρετῆς
οὕσης περὶ λόγους καὶ μάλιστα τοὺς πολιτικούς. ἧς
παρούσης μὲν καὶ ταῖς ἄλλαις ἀρεταῖς γίνεται χώρα
καὶ τόπος, ἀπούσης δὲ οὐδὲ ὁτιοῦν ὄφελος οὐδʼ ἐκείνων
<lb n="5"/> οὐδεμιᾶς. τεκμήραιτο δʼ ἄν τις, ἡλίκην ἰσχὺν
τοῦτο τὸ στοιχεῖον ἔχει, καταμαθών, ὅσον ἀλλήλων
ἀλλάττουσιν οἱ τραγῳδίας τε καὶ κωμῳδίας ὑποκρινόμενοι.
τὰ γὰρ αὐτὰ ποιήματα λέγοντες οὐχ ὡσαύτως
ἡμᾶς κηλοῦσιν ἅπαντες, ἀλλʼ ἐνίοις ἐπαχθόμεθα καὶ
<lb n="10"/> ὥσπερ ἀδικούμενοί τι καθυποκρινομένοις καὶ διαφθείρουσι
τὰς βουλήσεις τῶν ποιημάτων χαλεπαίνομεν.
ταύτης δή φημι τῆς ἀρετῆς πάνυ δεῖν τοῖς ἐναγωνίοις
λόγοις, εἰ μέλλουσιν ἕξειν πολὺ τὸ ἀληθινὸν καὶ ἔμψυχον.
ἧς πλείστην ὥσπερ καὶ τῶν ἄλλων πρόνοιαν
<lb n="15"/> ἔσχεν οὗτος ὁ ἀνήρ. διττὴν δὲ τὴν φύσιν αὐτῆς <milestone unit="1118"/>
οὖσαν ὁρῶν, περὶ ἄμφω τὰ μέρη σφόδρα ἐσπούδασε.
καὶ γὰρ τὰ πάθη τὰ τῆς φωνῆς καὶ τὰ σχήματα τοῦ
σώματος, ὡς κράτιστα ἕξειν ἔμελλεν, οὐ μικρῷ πόνῳ
κατειργάσατο, καίτοι φύσει πρὸς ταῦτα οὐ πάνυ εὐτυχεῖ
<lb n="20"/> χρησάμενος, ὡς Δημήτριός τε ὁ Φαληρεύς φησι
καὶ οἱ ἄλλοι πάντες οἱ τὸν βίον αὐτοῦ συγγράψαντες.
τί δὴ ταῦτα πρὸς τὴν λέξιν αὐτοῦ συντείνει; φαίη τις
ἄν. ἡ λέξις μὲν οὖν, εἴποιμʼ ἄν, οἰκείως κατεσκεύασται
πρὸς ταῦτα, μεστὴ πολλῶν οὖσα ἠθῶν καὶ παθῶν καὶ
<note type="footnote">1 ὡς] ᾖ Sγlpurgius ἀνὴρ ΜΒΡ: corr Krüger 2 ἧς ἦ Β
4 τόπος Κiessling, Sauppius: τότε cf Plutarchi de malign. Hero-
doti 864e 5[οὐ]δεμιᾶς cum ras Μ τις om Β ἰσχὴν ΒΡ 7 τρα-
γῳδίας] τραυδίας? Β 8 οὐχ om Ρ ὡς αὕτως Μ ὣς αὐτῶς Β ὡς
οὕτως Ρ 9 καλοῦσιν Ρ ἐπαχθόμεθα] τε ἀχθόμεθα ΜΒΡ v (τ’)</note>
<note type="footnote">10 καθυποκριναμένοις ΒΡ 12 τοῖς Μ, Β in mg: τῆς Ρ, Β in
textu 13 λόγοις om Β ἔμψιχον Β 17 σχήματα 〈τὰ〉?
18 ὡς mg Bodl: οἷς 20 Δσημέτριος Ρ τε om Ρv 22 φαίει Μ</note>
<note type="footnote">24 μεστῆ Μ</note>

<pb n="245"/>
διδάσκουσα, οἵας ὑποκρίσεως αὐτῇ δεῖ. ὥστε τοὺς
ἀναγινώσκοντας τὸν ῥήτορα τοῦτον ἐπιμελῶς χρὴ
παρατηρεῖν, ἵνα τοῦτον ἕκαστα λέγηται τὸν τρόπον, ᾗ
ἐκεῖνος ἐβούλετο. αὐτὴ γὰρ ἡ λέξις διδάσκει τοὺς
ἔχοντας ψυχὴν εὐκίνητον, μεθʼ οἵας αὐτὴν ὑποκρίσεως <lb n="5"/>
ἐκφέρεσθαι δεήσει. ὃ δὴ ἐγὼ σαφὲς ἐπὶ τῶν παραδειγμάτων
<milestone unit="1119"/> ποιήσω.|</p></div></div></body></text></TEI>