<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="51"><p> ταυτί μοι δοκεῖ μηνύματα τῆς συνθέσεως εἶναι τῆς
Δημοσθένους ⟨ἀνυφαίρετα⟩ καὶ χαρακτηρικά, ἐξ ὧν
ἄν τις αὐτὴν διαγνοίη πᾶσαν, ἐξετάζειν βουληθείς. εἰ
δέ τις ὑποτεύξεται πρὸς ταῦτα θαυμάζειν λέγων, εἰ
<lb n="5"/> καὶ κακοδαίμων οὕτως ἦν ὁ τηλικοῦτος ἀνήρ, ὥσθʼ,
ὅτε γράφοι τοὺς λόγους, ἄνω καὶ κάτω στρέφειν τὰ
μόρια τῆς λέ ξεως καὶ τὰ ἐκ τούτων συντιθέμενα κῶλα, <milestone unit="1112"/>
ἐμμελείας τε καὶ ῥυθμοὺς καὶ μέτρα, μουσικῆς οἰκεῖα
θεωρίας πράγματα καὶ ποιητικῆς, εἰς τὴν πολιτικὴν
<lb n="10"/> ἐναρμόττων φράσιν, ᾗ τούτων οὐδενὸς μέτεστιν, πρῶτον
μὲν ἐκεῖνο ἐνθυμηθήτω, ὅτι ὁ τοσαύτης δόξης
ἠξιωμένος ἀνὴρ ἐπὶ λόγοις, ὅσης οὐδεὶς τῶν πρότερον,
αἰώνια συνταττόμενος ἔργα καὶ τῷ πάντα βασανίζοντι
χρόνῳ παραδιδούς, οὐδὲν ἐκ τοῦ ἐπιτυχόντος ἔγραφεν.
<lb n="15"/> ἀλλʼ ὥσπερ τῆς ἐν τοῖς νοήμασιν οἰκονομίας πολλὴν
ἐποιεῖτο δόσιν, οὕτω καὶ τῆς ἐν τοῖς ὀνόμασιν ἁρμοιίυας,
ὁρῶν γε δὴ τούτους τοὺς θαυμαζομένους ἐπὶ σοφίᾳ
καὶ κρατίστων λόγων ποιητὰς νομιζομένους Ἰσοκράτην
καὶ Πλάτωνα γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφέροντας
<lb n="20"/> ροντας λόγους, ἐνθυμούμενος δʼ, ὅτι τοῦ λέγειν εὖ
διττὴ ἡ διαίρεσίς ἐστιν, εἴς τε τὸν πραγματικὸν τόπον
καὶ εἰς τὸν λεκτικόν, καὶ τούτων πάλιν ἀμφοτέρων <milestone unit="1113"/>
εἰς τὰς ἴσας διαιρεθέντων τομάς, τοῦ πραγματικοῦ μὲν
<note type="footnote">1 μηνύματι ΒΡ 2 ἀνυφαίρετα ex c 34 addidi 3 διανοίη ΒΡ
πᾶσαν suspectat Usener 5 οὕτος ΒΡ 6 γράφει ΒΡ v ἄνο Β τρέ-
φην τρέφειν Ρ 7 συνθεμένᾶ (sic) Ρ signo super συν addito</note>
<note type="footnote">8 οἰκεῖα — ποιητικῆς om Β 10 ἐναρμόττειν ΜΒ²Ρv
ἐναρμόνιον ἐναρμόττειν Β1 13 αἰ αἰώνια αἰώνια add αι
super ιω Β 16 τῆς ἁρμονίας Sylburgius: τὴν ἁρμονίαν
17 τούτους τοὺς] τούτους Ρ τοὺς v 18 νομειζομένους Ρ |
ἰσοκρατίστων λόγων ποιητὰς νομιζομένους post νομιζομένους ex-
hibet Β 19 γλοιπτοῖς corr in γλυπτοῖς Ρ 21 πραγματι-
κῶν Β τόπον Reiskius: τρόπον πραγματικός in mg Β 22 λεκτι-
κός in mg Β τὸν — 23 εἰς add Μ2 23 παρασκ πραγματικοῦ Β
</note>

<pb n="241"/>
εἴς τε τὴν παρασκευήν, ἣν οἱ παλαιοὶ καλοῦσιν εὕρεσιν,
καὶ εἰς τὴν χρῆσιν τῶν παρεσκευασμένων, ἣν προσαγορεύουσιν
οἰκονομίαν, τοῦ λεκτικοῦ δὲ εἴς τε τὴν
ἐκλογὴν τῶν ὀνομάτων καὶ εἰς τὴν σύνθεσιν τῶν ἐκλεγέντων,
ἐν ἑκατέρῳ τούτων πλείω μοῖραν ἔχει τὰ <lb n="5"/>
δεύτερα τῶν προτέρων· τὸ μὲν οἰκονομικὸν ἐν τῷ
πραγματικῷ, τὸ δὲ συνθετικὸν ἐν τῷ λεκτικῷ. περὶ
ὧν οὐ καιρὸς ἐν τῷ παρόντι μηκύνειν. ταῦτα γὰρ
ἐννοηθείη ἄν, εἴ τις μὴ κομιδῇ σκαιὸς ἢ δύσερις, καὶ
οὐκ ἂν θαυμάσειεν, εἰ φροντὶς ἐγένετο Δημοσθένει <lb n="10"/>
<del>ἔτι</del> μελῶν καὶ ῥυθμῶν καὶ σχημάτων, καὶ τῶν ἄλλων
πάντων, οἷς ἡδεῖα καὶ καλὴ γίνεται σύνθεσις. τοὐναντίον
γὰρ μᾶλλον ὑπολάβοι τις<add cause="omitted">ἂν</add> ἀνὴρ μήτε ὀλιγόπονος μήτε
ἁψίκορος μήτε ἀκρόσοφος ἄπορον εἶναι καὶ ἀμήχανον,
ἢ μηδεμίαν ἐπιμέλειαν πεποιῆσθαι τὸν ῥήτορα τῆς <lb n="15"/>
<milestone unit="1114"/> ἁρμονίας τῶν λόγων ἢ φαύλην τινά, βουλόμενον μνημεῖα
τῆς ἑαυτοῦ διανοίας ἀθάνατα καταλιπεῖν. οὐ γὰρ
δή τοι πλάσται μὲν καὶ γραφεῖς ἐν ὕλῃ φθαρτῇ χειρῶν
εὐστοχίας ἐνδεικνύμενοι τοσούτους εἰσφέρονται
πόνους, ὥστε καὶ φλέβια καὶ πτίλα καὶ χνοῦς καὶ τὰ <lb n="20"/>
τούτοις ὅμοια εἰς ἄκρον ἐξεργάζεσθαι καὶ κατατήκειν
εἰς ταῦτα τὰς τέχνας, πολιτικὸς δʼ ἄρα δημιουργός,
<note type="footnote">2 παρεσκευασμένων Sylburgius: παρασκευασμ ένων 3 εἴς
τε] εἰς Ρv 4 ἐκλογεῖν Ρ τῶν ὀνομάτων] τῶν παρασκευασ-
μένων τῶν ὀνομάτων Β 7 συνθετικὸν Krüiger: συντιθέμενον
8 μηκύνειν Μ: μῆν δειν Β μῆδειν in mg μηκύειν Ρ 9 ἐννο-
ήθει Β μὴ] εἴη ΜΒΡv 10 ἐγένετο de comp 209: ἐγίνετο ex
ἐγένετο Μ ἔγετο corr in ἐγίνετο Ρ γίνετο Β ἐγίνετο v 11 ἔτι
seclusit Reiskius 12 καὶ καλὴ] καλὴ Β 13 ἂν add Reiskius</note>
<note type="footnote">14 ἁψίκορος Casaubonus: τερψίχορος ΜΡ τερψίχροος τερψί-
χορος Β 15 πεποιεῖσθαι Β 18 χειρῶν εὐστοχίας ἐνδεικνύμενοι
(ἐνδεικνούμενα Β) τοσούτους εἰσφέρονται (είσφέροντες Β in textu
et mg) πόνους Μ Β: χείροντες πόνους Ρ v 20 χνοῦν de comp 209
Dion Halicarn v</note>

<pb n="242"/>
πάντας ὑπεράρας τοὺς καθʼ αὐτὸν φύσει τε καὶ πόνῳ,
τῶν ἐλαχίστων τινὸς εἰς τὸ εὖ λέγειν, εἰ δὴ καὶ ταῦτα
ἐλάχιστα, ὠλιγώρησε.</p></div></div></body></text></TEI>