<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="49"><p>ἆρά γε ἀπαιτήσει μέ τις ἐνταυθοῖ λόγον μελῶν τε 49
καὶ ῥυθμῶν καὶ τῶν ἐν ταῖς μεταβολαῖς σχημάτων καὶ
τοῦ ἐν ἑκάστῳ πρέποντος, ἀξιῶν ἀκοῦσαι, τίνα τε
<note type="footnote">2 παρέχων BP 3 ῥοπὴν Sylburgius: τρόπον | πλείονα BPv</note>
<note type="footnote">4 αὐτῷ MBPv | τῇ κατασκευῇ] τὴν κατασκευὴν MBPv |
τάς τε ἐμμελεῖ P τά τε μέλη Sylburgius v 5 μεγαλωπρεπεῖς B |
ῥηθμοὺς in ῥυθμοὺς corr B ῥηθμοὺς P 7 λέξις postea add M</note>
<note type="footnote">8 μετεβίβαζεν Usener 9 ὑπολάβηθη B | τῇ πεζῇ λέξει Syl-
burgius: τὴν πεζὴν λέξιν 10 ἐμμελείων B 12 λέξεων B
13 καινουργεῖν Kiessling | με om v | τὰ μὴ προσόντα Sylburgius</note>
<note type="footnote">15 κατεσκευσμένη B 18 συνέφθαρται cum signo P | in mg
ἀντὶ τοῦ συγκέκραται (συγκίκραται P) MBP | δὲ ἄλλῳ BP
19 αὐτὸν BPv 23 τοῦ πρέποντος Reiskius: τοὺς πρέποντας
</note>

<pb n="236"/>
αὐτῶν ἐστιν, οἷς ἡ φιλάρχαιος ἁρμονία κοσμεῖται, καὶ
τίνα τῆς κωτίλης γένοιτʼ ἂν ἁρμονίας; ἢ οἰκειοτέραν
τὴν ἐκ παιδὸς ἐπιφερόμενος εὐμουσίαν, ἣν ἔκ τε μουσικῆς
καὶ γραμματικῆς ἔσχηκεν, αἣ ταῦτʼ ἔχουσι τὰ
<lb n="5"/> θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς
καὶ γνωρί|μοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως <milestone unit="1106"/>
τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν; οἴομαι μὲν οὖν,
ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος
ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς
<lb n="10"/> σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτʼ ἔτι μαθεῖν
ὅπη ποτʼ ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών,
οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα,
πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων
εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων
<lb n="15"/> λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος.</p></div></div></body></text></TEI>