<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="46"><p>συνελόντι δʼ εἰπεῖν, οὐ μόνον παρὰ τὰς ἰδιότητας 46
τῶν λόγων καὶ τὰς παραλλαγὰς τῶν ὑποθέσεων διαφόρους
ᾤετο δεῖν ποιεῖσθαι τὰς κράσεις τῶν ἐν τῇ <lb n="5"/>
συνθέσει χαρακτήρων, ἀλλὰ καὶ παρʼ αὐτὰ τὰ γένη
τῶν ἐπιχειρημάτων τὰ συμπληρωτικὰ μέρη διαφόρους
ἔχοντα τὰς φύσεις ὁρῶν διαλλαττούσαις κατασκευαῖς
<milestone unit="1099"/> τῆς | ἁρμονίας ἐπειρᾶτο κοσμεῖν, ἄλλως μὲν τὰς γνωμολογίας
συντιθείς, ἄλλως δὲ τὰ ἐνθυμήματα, διαφόρως <lb n="10"/>
δὲ τὰ παραδείγματα. πολὺς ἂν εἴη λόγος, εἰ
τὰς διαφορὰς ἁπάσας βουλοίμην λέγειν, ὅσας ἐκεῖνος
ὁ δαιμόνιος ἀνὴρ ὁρῶν καὶ πρὸς χρῶμα ἕκαστον αἰεὶ
σχηματίζων τὸν λόγον, ἀνέσει τε καὶ ἐπιτάσει ταμιευόμενος
τῶν ἁρμονιῶν ἑκατέραν, τοὺς καλοὺς ἐκείνους <lb n="15"/>
λόγους ἀνέπλασεν. παραδειγμάτων δʼ οὐκ οἴομαι δεῖν
ἐνταῦθα, ἵνα μοι μείζονα πίστιν ὁ λόγος λάβη τῶν
ἔργων τοῦ ῥήτορος ἐξεταζομένων, εἰ τοιαῦτά ἐστιν,
οἷα λέγω. πολὺ γὰρ <add cause="omitted">ἂν</add> ἡ σύνταξις τὸ μῆκος λάβοι,
καὶ δέος, μή ποτε εἰς τοὺς σχολικοὺς ἐκβῇ χαρακτῆρας <lb n="20"/>
ἐκ τῶν ὑπομνηματικῶν. ὀλίγα δὲ ληφθέντα τῶν πολλῶν
ἱκανὰ τεκμήρια, καὶ ἅμα πρὸς ἐπισταμένους (οὐ
γὰρ δή γε τοῖς ἀπείροις τοῦ ἀνδρὸς τάδε γράφω) τὸ
δεῖξαι τὰ πράγματα συμβολικῶς ἀπόχρη. ἐπάνειμι
<milestone unit="1100"/> δʼ οὖν ἐπὶ τὰ λοιπά, ὧν ἐν ἀρχῇ προὐθέμην ἐρεῖν. | </p><lb n="25"/><note type="footnote">1 μεγαλοπεστέραις M1 3 δʼ ειπνει B παρά mg Bold:
περὶ | ἰδιώτητας BP 44 παραλαγὰς B παραλὰς P 6 καὶ τὰ
παρʼ B 8 κατασκεαῖς B 9 τῆς Usener: τὰς 11 εἴἡ P 13 αἰεἰ
σχηματίζων B αἱ εἰσχηματίζων P 14 λόγων B | ἐπιτάσσει ταμιουό-
μενος P 16 ἂν ἔπλασεν P 18 ἐξεταζομένων add α super μέ B</note><note type="footnote">19 ἂν add Krüger 21 ὑπομνηματισμῶν MBPv: corr Syl-
burgius e libro(?) 23 τά γε γράφω P | τὸ δεῖξαι] ὑποδεῖξαι
Krüger probante Usenero 25 προὐθέ . . . . . | μην P
</note></div></div></body></text></TEI>