συνελόντι δʼ εἰπεῖν, οὐ μόνον παρὰ τὰς ἰδιότητας 46 τῶν λόγων καὶ τὰς παραλλαγὰς τῶν ὑποθέσεων διαφόρους ᾤετο δεῖν ποιεῖσθαι τὰς κράσεις τῶν ἐν τῇ συνθέσει χαρακτήρων, ἀλλὰ καὶ παρʼ αὐτὰ τὰ γένη τῶν ἐπιχειρημάτων τὰ συμπληρωτικὰ μέρη διαφόρους ἔχοντα τὰς φύσεις ὁρῶν διαλλαττούσαις κατασκευαῖς τῆς | ἁρμονίας ἐπειρᾶτο κοσμεῖν, ἄλλως μὲν τὰς γνωμολογίας συντιθείς, ἄλλως δὲ τὰ ἐνθυμήματα, διαφόρως δὲ τὰ παραδείγματα. πολὺς ἂν εἴη λόγος, εἰ τὰς διαφορὰς ἁπάσας βουλοίμην λέγειν, ὅσας ἐκεῖνος ὁ δαιμόνιος ἀνὴρ ὁρῶν καὶ πρὸς χρῶμα ἕκαστον αἰεὶ σχηματίζων τὸν λόγον, ἀνέσει τε καὶ ἐπιτάσει ταμιευόμενος τῶν ἁρμονιῶν ἑκατέραν, τοὺς καλοὺς ἐκείνους λόγους ἀνέπλασεν. παραδειγμάτων δʼ οὐκ οἴομαι δεῖν ἐνταῦθα, ἵνα μοι μείζονα πίστιν ὁ λόγος λάβη τῶν ἔργων τοῦ ῥήτορος ἐξεταζομένων, εἰ τοιαῦτά ἐστιν, οἷα λέγω. πολὺ γὰρ ἂν ἡ σύνταξις τὸ μῆκος λάβοι, καὶ δέος, μή ποτε εἰς τοὺς σχολικοὺς ἐκβῇ χαρακτῆρας ἐκ τῶν ὑπομνηματικῶν. ὀλίγα δὲ ληφθέντα τῶν πολλῶν ἱκανὰ τεκμήρια, καὶ ἅμα πρὸς ἐπισταμένους (οὐ γὰρ δή γε τοῖς ἀπείροις τοῦ ἀνδρὸς τάδε γράφω) τὸ δεῖξαι τὰ πράγματα συμβολικῶς ἀπόχρη. ἐπάνειμι δʼ οὖν ἐπὶ τὰ λοιπά, ὧν ἐν ἀρχῇ προὐθέμην ἐρεῖν. | 1 μεγαλοπεστέραις M1 3 δʼ ειπνει B παρά mg Bold: περὶ | ἰδιώτητας BP 44 παραλαγὰς B παραλὰς P 6 καὶ τὰ παρʼ B 8 κατασκεαῖς B 9 τῆς Usener: τὰς 11 εἴἡ P 13 αἰεἰ σχηματίζων B αἱ εἰσχηματίζων P 14 λόγων B | ἐπιτάσσει ταμιουό- μενος P 16 ἂν ἔπλασεν P 18 ἐξεταζομένων add α super μέ B 19 ἂν add Krüger 21 ὑπομνηματισμῶν MBPv: corr Syl- burgius e libro(?) 23 τά γε γράφω P | τὸ δεῖξαι] ὑποδεῖξαι Krüger probante Usenero 25 προὐθέ . . . . . | μην P 47 δεύτερον δὴ κεφάλαιον ἦν ἐπιδεῖξαι, τίσι θεωρήμασι χρώμενος καὶ διὰ ποίας ἀσκήσεως προελθὼν τὸ κράτιστον μέρος ἔλαβε τῆς ἁρμονίας. ἐρῶ δὴ καὶ περὶ τούτων, ὡς ἔχω δόξης. δυεῖν ὄντων τελῶν περὶ πᾶν ἔργον, ὡς εἰπεῖν, ὧν τε φύσις δημιουργὸς καὶ ὧν αἱ τέχναι μητέρες, τοῦ καλοῦ καὶ τῆς ἡδονῆς, εἶδεν, ὅτι κἀν τοῖς λόγοις τοῖς τε ἐμμέτροις καὶ τοῖς ἔξω τοῦ μέτρου κατασκευαζομένοις ἔμελλεν ἀποχρώντως ἕξειν ἀμφοτέρων τούτων. χωρισθὲν γὰρ ἑκάτερον αὐτῶν θατέρου πρὸς τῷ μὴ τέλειον εἶναι καὶ τὴν ἰδίαν ἀρετὴν ἀμαυροτέραν ἴσχει. ταῦτα δὴ συνιδὼν καὶ τῆς μὲν αὐστηρᾶς τὸ καλὸν ὑπολαβὼν εἶναι τέλος, τῆς δὲ γλαφυρᾶς τὸ ἡδύ, ἐζήτει, τίνα ποιητικὰ τοῦ κάλλους ἐστὶ καὶ τίνα τῆς ἡδονῆς. εὕρισκε δὴ τὰ μὲν αὐτὰ ἀμφοτέρων ὄντα αἴτια, τὰ μέλη καὶ τοὺς ῥυθμοὺς καὶ τὰς μεταβολὰς καὶ τὸ παρακολουθοῦν ἅπα|σιν αὐτοῖς πρέπον, οὐ μὴν κατὰ τὸν αὐτὸν τρόπον ἑκάτερα σχηματιζόμενα. ὃν δὲ λόγον ἔχει τούτων ἕκαστον, ἐγὼ πειράσομαι διδάσκειν. 48 τοῖς πρώτοις μορίοις τῆς λέξεως, ἃ δὴ στοιχεῖα ὑπό τινων καλεῖται, εἴτε τρία ταῦτʼ ἐστίν, ὡς Θεοδέκτῃ τε καὶ Ἀριστοτέλει δοκεῖ, ὀνόματα καὶ ῥήματα καὶ σύνδεσμοι, εἴτε τέτταρα, ὡς τοῖς περὶ Ζήνωνα τὸν 1 δευτέρων δὴ κεφάλεον B 3 ἐλαθη B | lac X—XII litt M nulla in BPv μικτῆς καὶ μέσης suppleuit Sadaeus 5 ὧν] ὧς P | ἡ φύσις Sylburgius δημηουργὸς B 8 τοῦ μέτρου M²: τοῦ ἐμμέτρου M1BPv | lacunam indicaui. excidit fere οὐδεὶς ἀξιόλογος ἐγένετο, εἰ μὴ 9 χορισθὲν B 12 post αὐ- στηρᾶς add ἁρμονίας Krüger 13 τὸ τέλος Pv 14 κάλ- λους] καλοῦς B 16 τοὺς] τὴς B 17 παρακολουθεῖν BP καί τι τὸ παρακολουθοῦν repetit P | πρέπον scripsi Martinii uer- sionem secutus] παραίτιον MBPv 23 εἴτε τέτταρα — στωι- κόν om Pv Στωικόν, εῖτε πλείω, δύο ταῦτα ἀκολουθεῖ μέλος καὶ χρόνος ἴσα. κατὰ μὲν δὴ τὰς ὀξύτητάς τε καὶ βαρύτητας αὐτῶν τάττεται τὸ μέλος, κατὰ δὲ τὰ μήκη καὶ τὰς βραχύτητας ὁ χρόνος. οὗτος δὲ γίγνεται ῥυθμός, εἴτε ἀπὸ δυεῖν ἀρξάμενος συνίστασθαι βραχειῶν, ὥσπερ οἴονταί τινες καὶ καλοῦσι τὸν οὕτως κατασκευασθέντα ῥυθμὸν ἡγεμόνα, πρῶτον ἔχοντα λόγον τῶν ἴσων ἄρσει τε καὶ θέσει χρόνων, εἴτε ἀπὸ τριῶν βραχειῶν, ὡς τοῖς περὶ Ἀριστόξενον ἔδοξεν, ὃς ἐν τῷ διπλασίῳ κατεσκεύασται λόγῳ πρῶτον. τοῖς δʼ ἐκ τῶν πρώτων μορίων τῆς λέξεως συντιθεμένοις τό τε μέλος εἰς | αὔξησιν ἤδη συμπροάγει καὶ οἱ ῥυθμοὶ προβαίνουσιν εἰς τὰ καλούμενα μέτρα. ὅταν δὲ μέλλῃ τούτων ἑκάτερον ὑπεραίρειν τὸ μέτρον, ἡ μεταβολὴ τότε εἰσελθοῦσα ταμιεύεται τὸ οἰκεῖον αὐτῶν ἀγαθὸν ἑκατέρου. ἐπειδὰν δὲ τὴν ἁρμόττουσαν ταῦτα χώραν λάβη, τότε ἀποδίδωσιν αὐτοῖς τὴν προσήκουσαν ὥραν τὸ πρέπον. καὶ τοῦτο οὐ χαλεπὸν ἐπὶ τῶν τῆς μουσικῆς ἔργων καταμαθεῖν. φέρε γάρ, εἴ τις ᾠδαῖς ἢ κρούμασιν ὀργάνων τὸ κάλλιστον ἐντείνας μέλος ῥυθμοῦ μηδένα ποιοῖτο λόγον, ἔσθʼ ὅπως ἄν τις ἀνάσχοιτο τῆς τοιαύτης μουσικῆς; τί δέ; εἰ τούτων μὲν ἀμφοτέρων προνοηθείη μετρίως, μένοι δʼ ἐπὶ τῆς αὐτῆς μελῳδίας 4 γίνεται M | ῥηθμὸς corr in ῥυθμὸς B ῥηθμοὺς corr in ῥυθμὸς P 5 ἀποδύειν B 6 καλοῦσιν B 7 λόγων P 8 χρόνον in χρόνων corr P 9 Ἀριστόξενοις accentu super ε deleto P | ἔδοξαν BP 10 κατεσκεύασθαι BP | πρώτων] πρῶ- τον B 11 μέρος BPv 12 αὔξεισιν B 14 τὸ μέτρον M: τὸν μέτρον in mg B τῷ μέτρῳ B in textu, Pv 15 εἰκεῖον B 16 ταῦτα χώραν — προσήκουσαν bis scribuntur in P 20 ῥυθ- μοῦ μοὺ B sed μοὺ corrector sustulit 21 ποιοῖτο Krüger ποιήσαιτο Sadaeus: ποιῆται | ὁπῶς B | ἀνσχοιτο P ο et accentu super νσ addito 22 τί δ(ὲ — μένοι δʼ) inclusa bis scripsit P καὶ τῶν αὐτῶν ῥυθμῶν, οὐδὲν ἐξαλλάττων οὐδὲ ποικίλλων, ἆρʼ οὐχ ὅλον ἂν διαφθείροι τὸ ἀγαθόν; εἰ δὲ καὶ τούτου στοχάσαιτο, μηδεμίαν δὲ πρόνοιαν ἔχων φαίνοιτο τοῦ πρέποντος τοῖς ὑποκειμένοις, οὐκ ἀνόνητος αὐτῷ πᾶς ὁ περὶ ἐκεῖνα ἔσται πόνος; ἐμοί γʼ οὖν δοκεῖ. ταῦτα δὴ καταμαθὼν ὁ Δημοσθένης τά τε μέλη τῶν ὀνομάτων καὶ κώλων καὶ τοὺς χρόνους αὐτῶν ἐπι|λογιζόμενος οὕτω συναρμόττειν αὐτὰ ἐπειρᾶτο, ὥστʼ ἐμμελῆ φαίνεσθαι καὶ εὔρυθμα, ἐξαλλάττειν τε καὶ ποικίλλειν ἑκάτερον αὐτῶν ἐπειρᾶτο μυρίοις ὅσοις σχήμασι καὶ τρόποις καὶ τοῦ πρέποντος ὅσην οὐδεὶς τῶν περὶ λόγους σπουδαζόντων ἐποιεῖτο δόσιν. ἐνθυμηθεὶς δέ, ὥσπερ ἔφην, ὡς διὰ τῶν αὐτῶν τούτων θεωρημάτων ὅ τε ἡδὺς γίνεται λόγος καὶ ὁ καλός, ἐσκόπει πάλιν, τί ποτε ἦν τὸ αἴτιον, ὅτι τὰ αὐτὰ οὐ τῶν αὐτῶν ἦν ποιητικά. εὕρισκε δὴ τῶν τε μελῶν οὔσας διαφοράς, αἰ ποιοῦσιν ἃ μὲν ἀξιωματικὰ φαίνεσθαι αὐτῶν ἃ δὲ γλαφυρά, ὥσπερ ἐν τοῖς μουσικοῖς ἔχει πρὸς τὴν ἁρμονίαν τὸ χρῶμα, κἀν τοῖς ῥυθμοῖς δὲ τὸ παραπλήσιον γινόμενον, ὥστε τοὺς μὲν ἀξιωματικοὺς αὐτῶν φαίνεσθαι καὶ μεγαλοπρεπεῖς, τοὺς δὲ τρυφεροὺς καὶ μαλακούς. ἔν τε ταῖς μεταβολαῖς τοτὲ μὲν τὸ ἀρχαιοπρεπὲς | καὶ αὐστηρόν, τοτὲ δὲ τὸ μελιχρὸν 1 post ῥυθμῶν in P folio 73⁰ incipiente ἀνάσχοιτο (sic) — ῥυθμῶν uerba repetuntur | πικίλλων B 2 ἂν, quod in li- bris post οὐδὲν est, post ὅλον posuit Sadaeus | διαφθείροι Syl- burgius: διαφθείρη 3 στοχούσαιτο BP 7 αὐτῶ 3 qui ἐπι- λογιζόμενος οὕτω omittit 8 αὐτὰ Sylburgius: αὐτὰς 9 ἐμελῆ B εὐμελῆ Sylburgius | εὔρυθμα Sylburgius: εὔρυθμον 10 τε] δὲ Krüger 11 σχήμασιν BP | τρόπονις B | τρέποντος P 14 θεο- ρηματων BP | ὁ καλὸς] ὁ λο καλὸς P 16 τε] τι P 18 μου- σικῆς B 20 παραπλήσιοον P 22 τροφεροὺς P 23 τὸ om v | τοτὲ δὲ τὸ μελιχρὸν Usener: τό τε λεγόμενον ἐχθρὸν καὶ φιλόκαινον ἐμφαινόμενον. τό τε δὴ πρέπον ἀπάντων μάλιστα μεγάλην παρέχον εἰς ἑκάτερον αὐτῶν ῥοπήν. συνιδὼν δὴ ταῦτα, ὑπότε μὲν τοῦ καλοῦ πλείονος δεῖν αὐτῷ τῇ κατασκευῇ ὑπολάβοι, τάς τε ἐμμελείας ἐποίει μεγαλοπρεπεῖς καὶ τοὺς ῥυθμοὺς ἀξιωματικοὺς καὶ τὰς μεταβολὰς γενναίας. ὁπότε δὲ τῆς ἑτέρας αὐτῷ φανείη δεῖσθαι συνθέσεως ἡ λέξις, πάντα ταῦτα κατεβίβαζεν ἐπὶ τὸ μουσικώτερον. καὶ μηδεὶς ὑπολάβῃ θαυμαστὸν εἶναι τὸν λόγον, εἰ καὶ τῇ πεζῇ λέξει φημὶ δεῖν ἐμμελείας καὶ εὐρυθμίας καὶ μεταβολῶν, ὥσπερ ταῖς ᾠδαῖς καὶ τοῖς ὀργάνοις, εἰ μηδενὸς τούτων ἀντιλαμβάνεται τῆς Δημοσθένους ἀκούων λέξεως, μηδὲ κακουργεῖν με ὑπολάβῃ τὰ προσόντα τῇ ψιλῇ λέξει προσμαρτυροῦντα. | ἔχει γὰρ ταῦτα ἡ καλῶς κατεσκευασμένη λέξις καὶ μάλιστά γε ἡ τοῦδε τοῦ ῥήτορος. τῇ δʼ εὐκαιρίᾳ καὶ τῇ ποσότητι τὴν αἴσθησιν διαλανθάνει· τὰ μὲν γὰρ συγκέχυται, τὰ δὲ συνέφθαρται, τὰ δʼ ἄλλῳ τινὶ τρόπῳ τὴν ἀκρίβειαν ἐκβέβηκεν τῆς κατασκευῆς, ὥστε αὐτὴν ἐξηλλάχθαι δοκεῖν τῷ παντὶ καὶ κατὰ μηδὲν ἐοικέναι τοῖς ποιήμασιν. ἆρά γε ἀπαιτήσει μέ τις ἐνταυθοῖ λόγον μελῶν τε 49 καὶ ῥυθμῶν καὶ τῶν ἐν ταῖς μεταβολαῖς σχημάτων καὶ τοῦ ἐν ἑκάστῳ πρέποντος, ἀξιῶν ἀκοῦσαι, τίνα τε 2 παρέχων BP 3 ῥοπὴν Sylburgius: τρόπον | πλείονα BPv 4 αὐτῷ MBPv | τῇ κατασκευῇ] τὴν κατασκευὴν MBPv | τάς τε ἐμμελεῖ P τά τε μέλη Sylburgius v 5 μεγαλωπρεπεῖς B | ῥηθμοὺς in ῥυθμοὺς corr B ῥηθμοὺς P 7 λέξις postea add M 8 μετεβίβαζεν Usener 9 ὑπολάβηθη B | τῇ πεζῇ λέξει Syl- burgius: τὴν πεζὴν λέξιν 10 ἐμμελείων B 12 λέξεων B 13 καινουργεῖν Kiessling | με om v | τὰ μὴ προσόντα Sylburgius 15 κατεσκευσμένη B 18 συνέφθαρται cum signo P | in mg ἀντὶ τοῦ συγκέκραται (συγκίκραται P) MBP | δὲ ἄλλῳ BP 19 αὐτὸν BPv 23 τοῦ πρέποντος Reiskius: τοὺς πρέποντας αὐτῶν ἐστιν, οἷς ἡ φιλάρχαιος ἁρμονία κοσμεῖται, καὶ τίνα τῆς κωτίλης γένοιτʼ ἂν ἁρμονίας; ἢ οἰκειοτέραν τὴν ἐκ παιδὸς ἐπιφερόμενος εὐμουσίαν, ἣν ἔκ τε μουσικῆς καὶ γραμματικῆς ἔσχηκεν, αἣ ταῦτʼ ἔχουσι τὰ θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς καὶ γνωρί|μοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν; οἴομαι μὲν οὖν, ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτʼ ἔτι μαθεῖν ὅπη ποτʼ ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών, οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα, πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος. 50 ὑπεσχόμην γὰρ καὶ τοῦτο δείξειν ἔτι, πῶς ἄν τις διαγνοίη τὸν χαρακτῆρα τῆς Δημοσθένους συνθέσεως καὶ ποίοις χρώμενος σημείοις ἀπὸ τῶν ἄλλων διορίσειεν. ἓν μὲν οὖν οὐδέν ἐστι παράσημον αὐτῆς ἐκφανὲς οὕτως, ὥστε μόνη ταύτῃ καὶ μηδεμιᾷ τῶν ἄλλων παρακολουθεῖν, ἡ δὲ συνδρομή τε καὶ πλεονασμός, οἷς ἐλέγχεσθαι πέφυκε παντὸς πράγματος καὶ σώματος 1 ʼστιν P 3 ἐπιφερόμενος M: εὐφερόμενος B ευφαιρό- μενος Pv 4 ἔσχηκεν, αἳ] ἐσχηκέναι Mpv ἐσχησαμένη B | ταῦτα M 5 ἐπιλαβόντα] περιλαβόντα MBPv 7 καιροῦ MB: ροῦ Pv | οἴομαι—περὶ τῶν om Pv | οὖν ὡς| οὕτως MB cf de Isaeo c 12 10 λαμβάνω MBPv | ἔτι] ἔστι 3 11 ὅπῃ M²: ὃ μὴ M1BP 12 πεπραγμάτευθα P πεπραγματεύμεθα — τῶν om B 13 ἐνθάδε B 15 λόγων in λόγον corr P | περιλειπομένων Sylburgius: παραλειπομένων 16 δείξειν ἔτι postea add M 17 διανοίη BP 18 χρώμενος σημείοις] χρω- μένοις B 19 ἓν] ἐν M | οὐδενὶ B 20 μόνῃ ταύτῃ scil τῇ συνθέσει 21 ὁ πλεονασμός Reiskius 22 ἐλέγχεσθαι uix sanum est, ἐνέχεσθαι ci Usener γνῶσις, ἴδιος | αὐτῆς γίνεται χαρακτήρ. χρήσομαι δʼ εἰκόνι φανερῷ τῆς σαφηνείας ἕνεκα τοῖς σώμασι τῶν ἀνθρώπων. ἅπασι δή που συμβέβηκε μέγεθός τε καὶ χρῶμα καὶ σχῆμα καὶ μέλη καὶ ῥυθμός τις τῶν μελῶν καὶ τὰ παραπλήσια τούτοις. εἰ δή τις ἀφʼ ἑνὸς τούτων ἀξιώσει τὸν χαρακτῆρα σκοπεῖν, οὐδὲν ἀκριβὲς εἴσεται. ἐν πολλαῖς γὰρ ἂν εὕροι μορφαῖς τοιοῦτόν τι ἕτερον, οἷον ἔθετο τῆς μιᾶς μορφῆς σύμβολον. ἐὰν δὲ πάντα συνθῇ τὰ συμβεβηκότα τῇ μορφῇ ἢ τὰ πλεῖστα ἢ τὰ κυριώτατα, ταχεῖάν τε πάνυ τὴν γνῶσιν λήψεται καὶ οὐκ ἐπι σεται ταῖς ὑμοιότησι. τοῦτο δὴ ποιεῖν ἀξιώσαιμʼ ἂν καὶ τοὺς βουλομένους τὴν σύνθεσιν ἀκριβῶς εἰδέναι τὴν Δημοσθένους, ἐκ πολλῶν αὐτὴν δοκιμάζειν ἰδιωμάτων, λέγω δὴ τῶν κρατίστων τε καὶ κυριωτάτων· πρῶτον ἐκ τῆς ἐμμελείας, ἧς κριτήριον ἄριστον ἡ ἄλογος αἴσθησις. δεῖ δὲ αὐτῇ τριβῆς πολλῆς καὶ κατηχήσεως χρονίου· οὐ γὰρ δὴ πλάσται μὲν καὶ ζωγράφων παῖδες, εἰ μὴ πολλὴν ἐμπειρίαν λάβοιεν, χρόνῳ τρίψαντες τὰς ὁράσεις μακρῷ περὶ τὰς τῶν ἀρχαίων δημιουργῶν τέχνας, οὐκ ἂν εὐπετῶς αὐτὰς διαγνοῖεν καὶ οὐκ ἂν ἔχοιεν εἰπεῖν βεβαίως, ὅτι τῇ φήμῃ παραλαβόντες τουτὶ μέν ἐστι Πολυκλείτου τὸ ἔργον, τουτὶ δὲ Φειδίου, τουτὶ δὲ Ἀλκαμένους, καὶ τῶν γραφῶν Πολυγνώτου μὲν αὕτη, Τιμάνθους δὲ 2 σαφεινίας P σαφικίας in mg σαφηνείας B | ἕνεκα τοῖς M ci Reiskius: ἐν ἑκάστοις BP | σημείωσαι in mg B 5 an ἐφʼ ἑνὸς? 7 τι M: δὴ BPv 9 συνθῇ τὰ Reiskius] τὰ συνήθη 10 κυριώτερα B 11 οὐκ ἐπϊ . . . σεται (III l) M οὐκ ἐτι . . . σεται (III l) et in mg οὐκ επϊ B οὐκ ἐπισεται P fort οὐκ ἐπι- σπάσεται uelut παρακρούσεται de Isaeo p 559 13 Δημοσθένους postea add M 14 δὲ Küger 15 πρῶτον μὲν? 16 αἰσθή- σησις B 17 οὐδὲ γάρ ci Usener 21 διανοῖεν BP 22 τῇ φήμῃ παραλαβόντες seclusi φήμι P ἐκείνη, αὕτη δὲ Παρρασίου. λόγων δὲ ἆρα τινὲς ἀκριβῶς ἐξ ὀλίγων παραγγελμάτων καὶ προσκαίρου | κατηχήσεως ἐμμελοῦς ἁρμονίας εἴσονται φύσιν; πολλοῦ γε καὶ δεῖ. τοῦτο μὲν δὴ πρῶτον οἴομαι δεῖν σκοπεῖν ἐπιστήμῃ γε καὶ ἔθει, μετὰ δὲ τοῦτο τὴν εὐρυθμίαν. οὐ γὰρ ἔστι λέξις οὐδεμία Δημοσθένους, ἥτις οὐκ ἐμπεριείληφε ῥυθμοὺς καὶ μέτρα τὰ μὲν ἀπηρτισμένα καὶ τέλεια, τὰ δʼ ἀτελῆ, τοιαύτην ἐπιπλοκὴν ἔχοντα ἐν ἀλλήλοις καὶ οὕτως συνηρμοσμένα, ὥστε μὴ δῆλον εἶναι, ὅτι ἐστὶ μέτρα. οὐ γὰρ ἂν ἄλλως γένοιτο πολιτικὴ λέξις παρʼ αὐτὴν τὴν σύνθεσιν ἐμφερὴς ποιήμασιν, ἂν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατακεχωρισμένους ἀδήλως. οὐ μέντοι γε προσήκει αὐτὴν ἔμμετρον οὐδʼ ἔρρυθμον εἶναι δοκεῖν, ἵνα μὴ γένηται ποίημα ἢ μέλος, ἐκβᾶσα τὸν αὐτῆς χαρακτῆρα, ἀλλʼ εὔρυθμον αὐτὴν ἀπόχρη φαίνεσθαι καὶ εὔμετρον. οὕτω γὰρ ἂν· εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ μελίζουσα μέν, οὐ μὴν μέλος. | τίνα δʼ ἔχει ταῦτα διαφοράν, οὐ χαλεπὸν ἰδεῖν. ἡ μὲν ὅμοια παραλαμβάνουσα μέτρα καὶ ῥυθμοὺς τεταγμένους εἴτε κατὰ στίχον εἴτε κατὰ περίοδον, ἣν καλοῦσιν οἱ μουσικοὶ στροφήν, κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν αὐτῶν στίχων ἢ 1 δὲ post αὕτη om P | παρασίου MPv | λόγον B | ἄρα B 2 παραγελμάτων B | προσκαίρους P 3 φύσιν postea add M item 4 πρῶτον et σκοπεῖν | πολοῦ B 4 εἴομαι B 5 εὐ- ρηθμίαν B 7 μέτρα τὰ M: μέτρα BP 9 μὴ δῆλον εἶναι] μηδʼ ἡμῖν νοεῖν M (postea additum) BPv 10 καὶ οὐ γάρ B ceterum cf de comp 196, 6 sq 11 ἐμφορὴς P 13 ἀδήλως M: ἀδήλου P δηλοῦ B 15 μέλλος P | αὐτῆς MP αὐτὴν B εὔρυθμον] οὐ ρυθμὸν B 18 ἔχει P: ἔχοι M ἔχει οι B fort igitur τίνα δʼ ἂν ἔχοι. hinc cf de comp 196, 15 sq 21 κα- λοῦσι MP καλλοῦσι B | οἱ add Sylburgius ceterum cf de Lys 474 | στροφὴ in mg B περιόδων, ἃς ἀντιστρόφους ὀνομάζουσι, χρωμένη καὶ τῷ σχήματι τούτῳ τῆς κατασκευῆς ἀπὸ τῆς ἀρχῆς μέχρι τοῦ τέλους προβαίνουσα ἔμμετρός τʼ ἐστὶ καὶ ἔρρυθμος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτη λέξει μέτρον καὶ μέλος, ἡ δὲ περιπεπλανημένα μέτρα καὶ ῥυθμοὺς ἀτάκτους ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν αὐτῶν φυλάττουσα μήτε ὁμοζυγίαν μήτʼ ἄλλην ὁμοιότητα τεταγμένην μηδεμίαν εὔρυθμος μέν ἐστι καὶ εὔμετρος, ἐπειδὴ διαπεποίκιλται μέτροις τε καὶ ῥυθμοῖς τισιν, οὐ μὴν ἔρρυθμός γε οὐδὲ ἔμμετρος, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ ταὐτὰ ἔχουσι. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν πολιτικήν, ἐν ᾗ τὸ ποιητικὸν ἐμφαίνεται κάλλος. ᾗ καὶ τὸν Δημοσθένη κεχρημένον ὁρῶ. τὰς δὲ περὶ τούτου τοῦ μέρους πίστεις ἐν τοῖς περὶ τῆς συνθέσεως γραφεῖσιν ἀποδεδωκὼς οὐκ ἀναγκαῖον ἡγοῦμαι κἀνταῦθα λέγειν. τρίτον ἔτι καὶ τέταρτον ἰδίωμα τῆς συνθέσεως τοῦ ῥήτορος ἦν τό τε ἐξαλλάττειν παντοδαπῶς καὶ τὸ σχηματίζειν ποικίλως τὰ κῶλα καὶ τὰς περιόδους. οὐδὲ γὰρ ἔστιν οὐδεὶς ἀπλῶς τόπος, ὃς οὐχὶ διαπεποίκιλται ταῖς τε ἐξαλλαγαῖς καὶ τοῖς σχηματισμοῖς, ὡς ἅπαντες ἴσασι, καί μοι δοκεῖ ταῦτα μὴ λόγων δεῖσθαι γνώριμα καὶ τοῖς φαυλοτάτοις ὄντα. 1 ἀντιστροφὴ in mg Β ἀντιστροφὰς Sylburgius 2 τῳ Ρ 4 ἐρρυθμὸς β sequentia usque ad ῥυθμοὺς u 5 omittens 6 ἐμπεριλαμβάνουσα] ἐμπεριπεπλανημενα μέτρα καὶ ῥυθμοὺς ἀτάκτους ἐμπεριλαμβάνουσα Β ἀκολουθείαν Β 7 μήτε ἄλλην Ρ μήτε — μηδεμίαν om Β 9 μέτροις τε καὶ] μέτροις τε καὶ εὔ- μετρος ἐ μέτροις τε καὶ Β 10 οὐχὴ οὐχὶ Ρ 11 δὴ de comp p 197: δὲ 13 κάλος ΒΡ 14 δρῶν Β τούτους Β 15 τῆς συνθέσεως] συντάξεως Β ἀποδεδοκὼς Β 17 τότε Μ 18 ποι- κίλλως Ρ 20 ὃς Sylburgius: σιὃς Ρ οἵος Β οἷος Μ τἐ Ρ