<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="44"><p>τί δὲ τοῦτʼ ἔστιν; ἐπειδὴ κρατίστην μὲν ἔφην 44
<note type="footnote">1 αὐτῶν BP | περὶ κώλων in mg B 5 lacunam sensit Reiskius</note>
<note type="footnote">6 περὶ περιόδων in mg B 7 αἳ μὲν] αἱ μὲν καὶ ἐν B |
εὐκόριφοι P οὐ κόραιφοι B 8 ὑπτίαι B 9 ἐλάττους Sa-
daeus: θάττους 10 συμμετριθῆναι B 13 περὶ σχιμάτων
B in mg | ἔνθα μὲν] νῦν θαμὲν P | σεμνὰ καὶ αὐστηρὰ in lac
add M 14 λιγυρὰ M, B in mg: λυγιρὰ B in textu, λυρᾶ P
λυρὰ v | καὶ αὐστηρὰ post λιγυρὰ inserit B | καὶ ἀρχαῖα post
γλαφυρὰ inserit Pv 15 περὶ ῥυθμῶν in mg B 16 καὶ εὐγ. —
ὑπορχηματικοὺς om B 17 Ἰωνικῶς Cobet coll. Ar. Thesmoph.
v. 163: ἰωνικοὺς καὶ 18 post διακλωμένους B inserit καὶ εὐ-
γενεῖς καὶ σπανίους (corr in σπανίως) δέ που τοὺς 19 γὰρ om M
</note>

<pb n="228"/>
εἶναι τὴν μικτὴν σύνθεσιν, ταύτῃ δὲ κεχρῆσθαί φημι
τὸν Δημοσθένην ἀπάντων μετριώτατα τῶν ἄλλων,
ἐπιτάσεις δὲ καὶ ἀνέσεις ἀξιολόγους ἐν αὐτῇ ποιεῖσθαι,
τοτὲ μὲν ἀξιωματικωτέραν, τοτὲ δʼ εὐπρεπεστέραν ποι
<lb n="5"/> οῦντα τὴν ἀγωγήν, τί δή ποτε βουλόμενος οὐ πορεύεται
μίαν αἰεὶ καὶ τὴν αὐτὴν ὁδόν; καὶ τὸ ἐν τῷδε
ἢ τῷδε πλεονάζειν χαρακτῆρι ποίοις τισὶν ὁρίζει κανόσι;
δοκεῖ δή μοι φύσει τε καὶ πείρᾳ διδαχθεὶς ὁ ἀνὴρ
πρῶτον μὲν ἐκεῖνο καταμαθεῖν, ὅτι οὐχ ὁμοίας ἀπαιτοῦσι
<lb n="10"/> κατασκευὰς λέξεως οἱ πρὸς τὰς πανηγύρεις καὶ
σχολὰς συρρέοντες ὄχλοι τοῖς εἰς τὰ δικαστήρια καὶ
τὰς ἐκκλησίας ἀπαντῶσιν, ἀλλʼ οἳ μὲν ἀπάτης ὀρέγονται
καὶ ψυχαγωγίας, οἳ δὲ διδαχῆς, ὧν ἐπιζητοῦσι, καὶ
ὡφελείας. οὔτε δὴ τὸν ἐν δικαστηρίοις λόγον ᾤετο
<lb n="15"/> δεῖν κωτίλλειν καὶ λιγαίνειν, οὔτε τὸν ἐπιδεικτικὸν
αὐχμοῦ μεστὸν εἶναι καὶ πίνου. πανηγυρικοὺς μὲν
οὖν λόγους οὐκ ἔχομεν | αὐτοῦ παρασχέσθαι· πάντας <milestone unit="1095"/>
γὰρ ἔγωγε τοὺς ἀναφερομένους εἰς αὐτὸν ἀλλοτρίους
εἶναι πείθομαι καὶ οὐδὲ κατὰ μικρὸν ἔχοντας τὸν
<lb n="20"/> ἐκείνου χαρακτῆρα οὔτʼ ἐν τοῖς νοήμασιν ⟨οὔτʼ ἐν τοῖς
ὀνόμασι⟩, τῆς δὲ συνθέσεως ὅλῳ καὶ τῷ παντὶ λειπομένους.
ὧν ἐστιν ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαρ
ιώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου
μεστὸν ἐγκώμιον εἰς Παυσανίαν. τὰς δὲ περὶ τούτων
ἀποδείξεις οὐχ οὗτος ὁ καιρὸς λέγειν.</p><note type="footnote">22—24 cf Bekkeri or att IV p 7, 29 (Demosth. ed. Blass
I p 53) Phot. bibl. p. 492a 25</note><note type="footnote">1 ταύτῃ] τήντη P 4 τοτὲ] τοςτὲ B 6 αὐτὴν om P 7 ἢ τῶν δὲ B</note><note type="footnote">11 σκολὰς BP | συραέοντες P 12 παντῶσιν B 13 alterum
καὶ bis P 14 οὔτε] οὐδὲ v | ᾤετο] ὤς|τε B 17 παραδε παρα-
σχέσθαι B 18 αὐτοῦ εἰς αὐτὸν B sed αὐτοῦ postea deletum
est 20 νοήμασι libri | οὔτʼ ἐν τοῖς ὀνόμασι add Reiskius
22 σημείωσαι corr B in mg 23 καὶ τὸς οῦτο τὸ τοῦ P</note></div></div></body></text></TEI>