<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="44"><p>τί δὲ τοῦτʼ ἔστιν; ἐπειδὴ κρατίστην μὲν ἔφην 44
<note type="footnote">1 αὐτῶν BP | περὶ κώλων in mg B 5 lacunam sensit Reiskius</note>
<note type="footnote">6 περὶ περιόδων in mg B 7 αἳ μὲν] αἱ μὲν καὶ ἐν B |
εὐκόριφοι P οὐ κόραιφοι B 8 ὑπτίαι B 9 ἐλάττους Sa-
daeus: θάττους 10 συμμετριθῆναι B 13 περὶ σχιμάτων
B in mg | ἔνθα μὲν] νῦν θαμὲν P | σεμνὰ καὶ αὐστηρὰ in lac
add M 14 λιγυρὰ M, B in mg: λυγιρὰ B in textu, λυρᾶ P
λυρὰ v | καὶ αὐστηρὰ post λιγυρὰ inserit B | καὶ ἀρχαῖα post
γλαφυρὰ inserit Pv 15 περὶ ῥυθμῶν in mg B 16 καὶ εὐγ. —
ὑπορχηματικοὺς om B 17 Ἰωνικῶς Cobet coll. Ar. Thesmoph.
v. 163: ἰωνικοὺς καὶ 18 post διακλωμένους B inserit καὶ εὐ-
γενεῖς καὶ σπανίους (corr in σπανίως) δέ που τοὺς 19 γὰρ om M
</note>

<pb n="228"/>
εἶναι τὴν μικτὴν σύνθεσιν, ταύτῃ δὲ κεχρῆσθαί φημι
τὸν Δημοσθένην ἀπάντων μετριώτατα τῶν ἄλλων,
ἐπιτάσεις δὲ καὶ ἀνέσεις ἀξιολόγους ἐν αὐτῇ ποιεῖσθαι,
τοτὲ μὲν ἀξιωματικωτέραν, τοτὲ δʼ εὐπρεπεστέραν ποι
<lb n="5"/> οῦντα τὴν ἀγωγήν, τί δή ποτε βουλόμενος οὐ πορεύεται
μίαν αἰεὶ καὶ τὴν αὐτὴν ὁδόν; καὶ τὸ ἐν τῷδε
ἢ τῷδε πλεονάζειν χαρακτῆρι ποίοις τισὶν ὁρίζει κανόσι;
δοκεῖ δή μοι φύσει τε καὶ πείρᾳ διδαχθεὶς ὁ ἀνὴρ
πρῶτον μὲν ἐκεῖνο καταμαθεῖν, ὅτι οὐχ ὁμοίας ἀπαιτοῦσι
<lb n="10"/> κατασκευὰς λέξεως οἱ πρὸς τὰς πανηγύρεις καὶ
σχολὰς συρρέοντες ὄχλοι τοῖς εἰς τὰ δικαστήρια καὶ
τὰς ἐκκλησίας ἀπαντῶσιν, ἀλλʼ οἳ μὲν ἀπάτης ὀρέγονται
καὶ ψυχαγωγίας, οἳ δὲ διδαχῆς, ὧν ἐπιζητοῦσι, καὶ
ὡφελείας. οὔτε δὴ τὸν ἐν δικαστηρίοις λόγον ᾤετο
<lb n="15"/> δεῖν κωτίλλειν καὶ λιγαίνειν, οὔτε τὸν ἐπιδεικτικὸν
αὐχμοῦ μεστὸν εἶναι καὶ πίνου. πανηγυρικοὺς μὲν
οὖν λόγους οὐκ ἔχομεν | αὐτοῦ παρασχέσθαι· πάντας <milestone unit="1095"/>
γὰρ ἔγωγε τοὺς ἀναφερομένους εἰς αὐτὸν ἀλλοτρίους
εἶναι πείθομαι καὶ οὐδὲ κατὰ μικρὸν ἔχοντας τὸν
<lb n="20"/> ἐκείνου χαρακτῆρα οὔτʼ ἐν τοῖς νοήμασιν ⟨οὔτʼ ἐν τοῖς
ὀνόμασι⟩, τῆς δὲ συνθέσεως ὅλῳ καὶ τῷ παντὶ λειπομένους.
ὧν ἐστιν ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαρ
ιώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου
μεστὸν ἐγκώμιον εἰς Παυσανίαν. τὰς δὲ περὶ τούτων
ἀποδείξεις οὐχ οὗτος ὁ καιρὸς λέγειν.</p><note type="footnote">22—24 cf Bekkeri or att IV p 7, 29 (Demosth. ed. Blass
I p 53) Phot. bibl. p. 492a 25</note><note type="footnote">1 ταύτῃ] τήντη P 4 τοτὲ] τοςτὲ B 6 αὐτὴν om P 7 ἢ τῶν δὲ B</note><note type="footnote">11 σκολὰς BP | συραέοντες P 12 παντῶσιν B 13 alterum
καὶ bis P 14 οὔτε] οὐδὲ v | ᾤετο] ὤς|τε B 17 παραδε παρα-
σχέσθαι B 18 αὐτοῦ εἰς αὐτὸν B sed αὐτοῦ postea deletum
est 20 νοήμασι libri | οὔτʼ ἐν τοῖς ὀνόμασι add Reiskius
22 σημείωσαι corr B in mg 23 καὶ τὸς οῦτο τὸ τοῦ P</note></div><div type="textpart" subtype="chapter" n="45"><pb n="229"/><p>ἐκ δὲ τῶν ἐναγωνίων
αὐτοῦ λόγων, ὁπόσοι πρὸς δικαστήρια γεγόνασιν
ἢ πρὸς ἐκκλησίας, τεκμαίρομαι, ὅτι ταύτην τὴν
γνώμην ὁ ἀνὴρ εἶχεν. ὁρῶ γὰρ αὐτόν, εἴ ποτε λάβοι
πράγματα χαριεστέρας δεόμενα κατασκευῆς, πανηγυρικὴν <lb n="5"/>
αὐτοῖς ἀποδιδόντα τῆς λέξεως ἁρμονίαν, ὡς ἐν
τῷ κατὰ Ἀριστοκράτους πεποίηκε λόγῳ πολλαχῇ μὲν
καὶ ἄλλῃ, μάλιστα δʼ ἐν οἷς τὸν περὶ τῶν νόμων
<milestone unit="1096"/> ἀποδίδωσι λόγον καὶ τὸν περὶ τῶν φο|νικῶν δικαστηρίων,
ἐφʼ ἧς χρείας ἕκαστον αὐτῶν τέτακται· κἀν τῷ <lb n="10"/>
κατὰ Λεπτίνου περὶ τῆς ἀτελείας κατὰ πολλὰ μέρη,
μάλιστα δʼ ἐν τοῖς ἐγκωμίοις τῶν εὐεργετῶν τῆς πόλεως
Χαβρίου τε καὶ Κόνωνος καί τινων ἑτέρων,
κἀν τῷ περὶ τοῦ στεφάνου καὶ ἐν ἄλλοις συχνοῖς.
τοῦτο δὲ δή μοι πρῶτον ἐνθυμηθεὶς δοκεῖ συμμεθαρμόζεσθαι <lb n="15"/>
ταῖς ὑποθέσεσι τὸν χαρακτῆρα τῆς συνθέσεως
<del>τοῖς ὑποκειμένοις πράγμασι</del> καὶ ἔτι μετὰ
τοῦτο τὰς ἰδέας τοῦ λόγου καταμαθών, ὅτι οὐχ ἅπασαι
τὸν αὐτὸν ἀπαιτοῦσιν οὔτε ἐκλογῆς ὀνομάτων κόσμον
οὔτε συνθέσεως, ἀλλʼ αἳ μὲν τὸν γλαφυρώτερον αἳ <lb n="20"/>
δὲ τὸν αὐστηρότερον, καὶ τῇ τούτων ἀκολουθήσας
χρείᾳ τὰ μὲν προοίμια καὶ τὰς διηγήσεις ποιεῖν <del>τὸ</del>
πλεῖον ἐχούσας τοῦ σεμνοῦ τὸ ἡδύ, τὰς δὲ πίστεις
καὶ τοὺς ἐπιλόγους τῆς μὲν ἡδείας συνθέσεως ἐλάττω
<note type="footnote">1 ἀποδείξεις — ἐκ δὲ τῶν om B 6 αὐτοῖς M, B in mg:
αὐτῆς P, B in textu 10 κἀν Sylburgius: καὶ 11 πολλά μὲν
καὶ ἄλλα Sadaeus 12 εὐεργετῶν] ευεργ|γιτικῶν P 13 καὶ
κόνος καὶ κόνωνος P 14 ἄλλοις. τοῦ συχνοῖς B 15 τοῦτό
τε δὴ Usener, cf de Isocr. 559 | συμμαθαρμόζεσθαι P 17 glos-
sema deleui 18 ἰδέας corr in mg B 20 συνθεθέσεως B |
γλαφυρώτερον Sylburgius: γλαφυρώτατον 21 τούτω B
22 ποιεῖ Sylburgius v | τὸ deleuit Sadaeus 23 περὶ τῶν πο-
λιτικῶν in mg corr B
</note>

<pb n="230"/>
μοῖραν ἐχούσας, τῆς δὲ | αὐστηρᾶς καὶ πεπινωμένης <milestone unit="1097"/>
πλείω. ἐν αἷς μὲν γὰρ δεῖ κολακευθῆναι τὸν ἀκροατὴν
καὶ παρακολουθῆσαι τοῖς πράγμασι κακῶν ἀλλοτρίων
διηγήσεις αὐχμηρὰς ἐνίοτε καὶ ἀηδεῖς ἀκούοντα,
<lb n="5"/> ἔνθα εἰ μὴ τὸ παρηδῦνον ἡ σύνθεσις ἐπενέγκοι ἢ
παραμυθήσαιτο τὸν τῆς διανοίας κόπον, οὐχ ἕξουσιν
αἱ πίστεις βάσιν ἀσφαλῆ· ἐν οἷς δὲ τὰ πρὸς τὴν
ἀλήθειαν καὶ τὸ συμφέρον συντείνοντα λέγεσθαι·
ταῦτα δὲ ἀπλοϊκῶς πως καὶ γενναίως καὶ μετὰ σεμνότητος
<lb n="10"/> αὐστηρᾶς ἀπαιτοῦσιν οἱ πολλοὶ μανθάνειν, τὸ
δὲ κωτίλον ἐν τούτοις καὶ ἀπατηλὸν ὥραν οὐκ ἔχει
ἐπὶ τῶν ἐναγωνίων λόγων. οὐ τὴν αὐτὴν οὖν ἐπιστάμενος
ἀπάντων φύσιν οὐδὲ τοὺς αὐτοὺς ᾤετο δεῖν
πᾶσι προσήκειν κόσμους, ἀλλὰ τοῖς μὲν δημηγορικοῖς
<lb n="15"/> τὸ ἀξίωμα καὶ τὴν μεγαληγορίαν μᾶλλον ἁρμόττειν,
τοῖς | δὲ δικανικοῖς, ἔνθα τῶν ἀλλοτρίων <milestone unit="1098"/>
ἀκουστὴς γίνεται κακῶν ὁ δικαστής, ψυχῆς τε καὶ τῶν
ἄλλων, ὅσα τιμιώτατά ἐστιν ἀνθρώποις, ἀγών, τὴν
χάριν καὶ τὴν ἡδονὴν καὶ τὴν ἀπάτην καὶ τὰ παραπλήσια
<lb n="20"/> τούτοις. διὰ τοῦτο ἐν μὲν ταῖς συμβουλαῖς
καὶ μάλιστα ταῖς κατὰ Φιλίππου κατακορεστέραις κέχρηται
ταῖς αὐστηραῖς ἁρμονίαις, ἐν δὲ τοῖς πρὸς τὰ
δικαστήρια συνταχθεῖσι ταῖς γλαφυραῖς. καὶ αὐτῶν
δὲ τῶν δικανικῶν πάλιν ἐν μὲν τοῖς δημοσίοις, ἔνθα
<note type="footnote">1 πεπιωμένης B 2 ἐν αἷς scil διηγήσεσιν 3 παρα-
κολουθῆσαι (add ν super σ) τὸν ἀκροατὴν καὶ παρακολουθῆναι P</note>
<note type="footnote">4 διηγήσεις et ἀκούοντα mg Bold: διηγήσεσιν et ἀκούοντας
libri 6 διανίας B | κόπον Reiskius: σκοπὸν 7 πίσεις B
11 ὥραν] χάραν Kiessling | ἔχει in mg B 12 ἐπεὶ B | οὐ τὴν]
αὐτὴν B 13 δεῖν uacat, δὴ ci Usener 14 κόσμους in mg B</note>
<note type="footnote">16 ἀλοτρίων B 17 γίνεται — δικαστής om B 18 τιμιω-
τάτην corr in τιμιώτατα P | ἀγῶν Reiskius: ἀχρειῶν 21 κατα-
κορεστέραι M1 22 αὐστηραῖς Reiskius: τοιαύταις
</note>

<pb n="231"/>
τὸ ἀξίωμα ἔδει τῆς πόλεως φυλάξαι, ταῖς μεγαλοπρεπεστέραις
πλείοσιν, ἐν δὲ τοῖς ἰδιωτικοῖς ἐλάττοσι.</p></div><div type="textpart" subtype="chapter" n="46"><p>συνελόντι δʼ εἰπεῖν, οὐ μόνον παρὰ τὰς ἰδιότητας 46
τῶν λόγων καὶ τὰς παραλλαγὰς τῶν ὑποθέσεων διαφόρους
ᾤετο δεῖν ποιεῖσθαι τὰς κράσεις τῶν ἐν τῇ <lb n="5"/>
συνθέσει χαρακτήρων, ἀλλὰ καὶ παρʼ αὐτὰ τὰ γένη
τῶν ἐπιχειρημάτων τὰ συμπληρωτικὰ μέρη διαφόρους
ἔχοντα τὰς φύσεις ὁρῶν διαλλαττούσαις κατασκευαῖς
<milestone unit="1099"/> τῆς | ἁρμονίας ἐπειρᾶτο κοσμεῖν, ἄλλως μὲν τὰς γνωμολογίας
συντιθείς, ἄλλως δὲ τὰ ἐνθυμήματα, διαφόρως <lb n="10"/>
δὲ τὰ παραδείγματα. πολὺς ἂν εἴη λόγος, εἰ
τὰς διαφορὰς ἁπάσας βουλοίμην λέγειν, ὅσας ἐκεῖνος
ὁ δαιμόνιος ἀνὴρ ὁρῶν καὶ πρὸς χρῶμα ἕκαστον αἰεὶ
σχηματίζων τὸν λόγον, ἀνέσει τε καὶ ἐπιτάσει ταμιευόμενος
τῶν ἁρμονιῶν ἑκατέραν, τοὺς καλοὺς ἐκείνους <lb n="15"/>
λόγους ἀνέπλασεν. παραδειγμάτων δʼ οὐκ οἴομαι δεῖν
ἐνταῦθα, ἵνα μοι μείζονα πίστιν ὁ λόγος λάβη τῶν
ἔργων τοῦ ῥήτορος ἐξεταζομένων, εἰ τοιαῦτά ἐστιν,
οἷα λέγω. πολὺ γὰρ <add cause="omitted">ἂν</add> ἡ σύνταξις τὸ μῆκος λάβοι,
καὶ δέος, μή ποτε εἰς τοὺς σχολικοὺς ἐκβῇ χαρακτῆρας <lb n="20"/>
ἐκ τῶν ὑπομνηματικῶν. ὀλίγα δὲ ληφθέντα τῶν πολλῶν
ἱκανὰ τεκμήρια, καὶ ἅμα πρὸς ἐπισταμένους (οὐ
γὰρ δή γε τοῖς ἀπείροις τοῦ ἀνδρὸς τάδε γράφω) τὸ
δεῖξαι τὰ πράγματα συμβολικῶς ἀπόχρη. ἐπάνειμι
<milestone unit="1100"/> δʼ οὖν ἐπὶ τὰ λοιπά, ὧν ἐν ἀρχῇ προὐθέμην ἐρεῖν. | </p><lb n="25"/><note type="footnote">1 μεγαλοπεστέραις M1 3 δʼ ειπνει B παρά mg Bold:
περὶ | ἰδιώτητας BP 44 παραλαγὰς B παραλὰς P 6 καὶ τὰ
παρʼ B 8 κατασκεαῖς B 9 τῆς Usener: τὰς 11 εἴἡ P 13 αἰεἰ
σχηματίζων B αἱ εἰσχηματίζων P 14 λόγων B | ἐπιτάσσει ταμιουό-
μενος P 16 ἂν ἔπλασεν P 18 ἐξεταζομένων add α super μέ B</note><note type="footnote">19 ἂν add Krüger 21 ὑπομνηματισμῶν MBPv: corr Syl-
burgius e libro(?) 23 τά γε γράφω P | τὸ δεῖξαι] ὑποδεῖξαι
Krüger probante Usenero 25 προὐθέ . . . . . | μην P
</note></div></div></body></text></TEI>