ἐβουλόμην ἔτι πλείω παρασχέσθαι παραδείγματα 42 τῆς τοῦ συγγραφέως ἀγωγῆς· ἰσχυροτέρα γὰρ ἡ πίστις οὕτως ἂν ἐγένετο. νῦν δʼ ἐξείργομαι, σπεύδων ἐπὶ τὰ προκείμενα καὶ ἅμα δόξαν ὑφορώμενος ἀκαιρίας. συγγνώσεται δή μοι καὶ Πλάτων ὁ θαυμάσιος, εἰ μὴ παραθήσομαι κἀκείνου λέξεις. ἡ γὰρ ὑπόμνησις ὡς ἐν εἰδόσιν ἱκανή. ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵν᾿, ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν ὁ Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ μοι ταῦτα | λέγων· ‘ἱ γὰρ ἄκραι τίνες εἰσὶν ἁρμονίαι; καὶ τίς αὐτῶν ἑκατέρας ⟨ἡ⟩ φύσις καὶ τίς ἡ μῖξις ἢ ἡ κρᾶσις αὕτη; οὐδὲν γὰρ δὴ τῶν ἄκρων.’ τούτου μὲν δὴ πρώτου χάριν, ὥσπερ ἔφην, ἐκεῖνα ἠναγκάσθην προειπεῖν, ἔπειτα, ἵνα μοι μὴ μονόκωλος ᾗ μηδὲ αὐστηρὸς ὁ λόγος, ἀλλʼ ἔχη τινὰς εὐπαιδεύτους διαγωγάς. οὔτε γὰρ πιστοῦν τὰς τοιαύτας 1 ἣ δὴ τιμιωτάτη Reiskius: ἥδη τιμιωτάτην ἢ MBP δῶρα τὰ τιμιώτατα H | τῇ ἡμετέρᾳ V 5 παρασκέσθαι BP 7 ἠγέ- νετο P ἐγένετο ῶ B | δὲ B πλάτων mg B 8 προκείμενα] ὑπο- κείμενα MBPv 9 δή] δέ Pv 11 εἰδόσιν ἱκανή. Sadaeus: εἰδόσι. καὶ | τὰς] τὰ Η P 14 ἀποφαίνομαι M | μέσυν P 15 ἐπετήδευσαν BP 17 τίς] τής B | ἡ add Sadaeus | φύ[σι]ς cum ras M | τίς ἡ] τίς κ B 18 αὕτη Sylburgius: αὐτὴ | δὴ] δεὶ fort B δεῖ Sylburgius | post τῶν lac VII—IX litt M, nulla lacuna BPv 20 ἐκεῖνα om Pv | ἐναγκάσθην P | μὴ μονό- κωλος] μηνόκωλος B 21 μηδὲ] μὲν δὴ B | ἀλλʼ ??χῃ P 22 πιστοῦν Sylburgius: πιστεύειν προσθήκας οὔτε ἀπαιτοῦντος τοῦ λόγου παραλιπεῖν καλῶς ἂν ἔχοι.