<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="41"><p>τῆς δὲ τρίτης ἁρμονίας, ἣν ἔφην μικτὴν ἐξ ἀμφοῖν 41
<note type="footnote">1 ἄξιον M 3 τοσούτου MSP 6 ναυμαχήσαντες -- 8 διὰ
μὲν τὴν om P | δυναμένας] δυνάμεις δυναμένας—κινδυνεύειεν
om Is 7 οὐδεὶς δὲ Is οὐδεὶς γʼ οὖν πρὸς δὶς τοσαύτας οὐδεὶς
γοἦν B 8 ὁμολογήσειεν B 9 ταύτην P 10 γενέσθαι Is
11 οὔσεσθαι B 13 δία προκινδυνεύσαντας B διαπροκινδυνεύ-
σαντας MP 14 τῶν ἀγαθῶν τῶν ἀγώνων B | ἀριστείαν M
15 αὐτῶν MBP | ἐκλιπόντας Is 16 ὑπὲρ Is καὶ om IS
τὸ τε Is 17 σὐτ[ὰς] et 18 | |συμφορ]ῶν cum ras M 19 με-
τασχόντων μετασχόντες β prius del corrector 20 ἐν ταῖς
τιμαῖς ἔλαττον Is 21 πρὸ Sylburgius: πρὸς MBP ὑπὲρ Is|
τῶν ἄλλων] ἀπάντων Is 23 μικτὸν SP3
</note>

<pb n="220"/>
εἶναι τὰ χρησιμώτατα ἐκλέγουσαν ἀφʼ ἑκατέρας, οὐδείς
ἐστι χαρακτὴρ ἴδιος, ἀλλʼ ὡς ἂν οἱ μετιόντες αὐτὴν
προαιρέσεως ἔχωσιν ἢ δυνάμεως τὰ μὲν φυγεῖν, τὰ δὲ
λαβεῖν, οὕτως κίρνανται καθάπερ ἐν | τῇ ζωγραφίᾳ <milestone unit="1083"/>
<lb n="5"/> τὰ μίγματα. ταύτης τῆς ἁρμονίας κράτιστος μὲν ἐγένετο
κανὼν ὁ ποιητὴς Ὅμῃρος, καὶ οὐκ ἄν τις εἴποι
λέξιν ἄμεινον ἡρμοσμένην τῆς ἐκείνου πρὸς ἄμφω
ταῦτα, λέγω δὲ τήν τε ἡδονὴν καὶ τὸ σεμνόν. ἐζήλωσαν
δὲ αὐτὸν ἐπῶν τε πολλοὶ ποιηταὶ καὶ μελῶν, ἔτι
<lb n="10"/> δὲ τραγῳδίας τε καὶ κωμῳδίας, συγγραφεῖς τε ἀρχαῖοι
καὶ φιλόσοφοι καὶ ῥήτορες. ὧν ἀπάντων μεμνῆσθαι
πολὺ ἂν ἔργον εἴη, ἀρκέσει δὲ τῶν ἐν λόγοις δυναστευσάντων,
οὓς ἐγὼ κρατίστους εἶναι πείθομαι, δύο
παρασχέσθαι μόνους, συγγραφέων μὲν Πρόδοτον, φιλοσόφων
<lb n="15"/> δὲ Πλάτωνα· καὶ γὰρ καὶ ἀξίωμα καὶ χάρις
αὐτῶν ἐπιτρέχει ταῖς ἁρμονίαις. εἰ δὲ ὀρθὰ ἐγὼ καὶ
εἰκότα ἔγνωκα περὶ αὐτῶν, ἐξετάσαι τῷ βουλομένῳ
σκοπεῖν ἔστιν. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τῆς
τε αὐστηρᾶς καὶ τῆς ἡδείας ἁρμονίας μέσην εἶναι τήνδε
<lb n="20"/> τὴν λέξιν καὶ τὰ κράτιστα εἰληφέναι παρʼ ἑκατέρας, ᾗ
κέχρηται Ἡρόδοτος Ξέρξῃ περιθεὶς τὸν λόγον, ὅτʼ ἐβουλεύετο
περὶ τῆς | πρὸς τοὺς Ἕλληνας στρατείας; <milestone unit="1084"/>
μετακεκόμισται δʼ εἰς τὴν Ἀτθίδα διάλεκτον ἡ λέξις·
‘Ἄνδρες Πέρσαι, οὔτ᾿ αὐτὸς καθηγήσομαι νόμον τόνδ’
<note type="footnote">24 Herodotus VII 8 sqq</note>
<note type="footnote">2 αὐτὴν Sylburgius: αὐτῶ 4 λαβεῖν] λαβοῖο P 6 Ὅμη-
ρος delet Kiessling in mg 8 εἰδονὴν B 9 ἐπών M 13 δύω
BPv 15 δὲ Πλάτωνα post αὐτῶν repetit P | καὶ γὰρ καὶ]
καὶ γάρ P 17 ἐξετάσας BPv 18 ὁμολογήσειε v 19 τῆς
ἡδείας] ἡδείας B ἡδίας P | μέσειν P 21 περιτιθεὶς Syl-
burgius v | ἐβουλεύετο B in mg v: ἐβούλετο MBP 22 Ἕλλη-
νας—δὲ (sic) in mg supplet B</note>

<pb n="221"/>
ἐν ὑμῖν τιθεὶς παραδεξάμενός τε αὐτῷ χρήσομαι.
ὡς ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων, οὐδένα χρόνον
ἠτρεμήσαμεν, ἐξ οὗ παρελάβομεν τὴν ἡγεμονίαν
τήνδε παρὰ Μήδων, Κύρου καθελόντος Ἀστυάγην·
ἀλλὰ θεός τε οὕτως ἐνάγει καὶ αὐτοῖς ἡμῖν πολλὰ <lb n="5"/>
ἐπιοῦσι συμφέρεται ἐπὶ τὸ ἄμεινον. ἃ μὲν δὴ Κῦρός
τε καὶ Καμβύσης πατήρ τε ὁ ἐμὸς Δαρεῖος κατειργάσαντο
<add cause="omitted">καὶ προσεκτήσαντο</add> ἔθνη, ἐπισταμένοις οὐκ ἄν
τις λέγοι. ἐγὼ δ᾿, ἐπειδὴ παρέλαβον τὸν θρόνον τοῦτον,
ἐφρόντιζον, ὅπως μὴ λείψομαι τῶν πρότερον γενομένων <lb n="10"/>
ἐν τῇ τιμῇ τῇδε μηδʼ ἐλάσσω προσκτήσομαι δύναμιν
Πέρσαις. φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος
ἡμῖν προσγινόμενον χώραν τε ἧς νῦν κεκτήμεθα οὐκ
<milestone unit="1085"/> ἐλάσσονα οὐδὲ φλαυροτέραν παμφορω|τέραν τε, ἅμα
δὲ τιμωρίαν καὶ τίσιν γινομένην. διὰ δὴ ταῦτα νῦν <lb n="15"/>
ὑμᾶς ἐγὼ συνέλεξα, ἵνα, ἅ διανοοῦμαι πράττειν, ὑποθῶ
ὑμῖν· μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλαύνειν στρατὸν
διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα, ἵνα Ἀθηναίους
τιμωρήσωμαι, ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα
τὸν ἐμόν. ὁρᾶτε μὲν δή καὶ Δαρεῖον προθυμούμενον <lb n="20"/>
στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους, ἀλλʼ ὃ
μὲν τετελεύτηκε, καὶ οὐκ ἐξεγένετʼ αὐτῷ τιμωρήσασθαι,
ἐγὼ δʼ ὑπέρ τʼ ἐκείνου καὶ τῶν ἄλλων Περσῶν οὐ
πρότερον παύσομαι, πρὶν ἕλω τε καὶ πυρώσω τὰς
<note type="footnote">2 ὡς γὰρ H (Herodotus) 4 τῶν Μήδων v 5 πολλὰ θεός τε B</note>
<note type="footnote">7 καμβισης corr in καμβυσης P | πατὴρ] πρηρ B 9 τούτου v</note>
<note type="footnote">10 λείψομαι HP: λείψωμαι MBv | πρότερων M corr M1 |
γινομένων BP: 11 τῇ om H | προσκτήσομαι H: προσκτήσωμαι
MBPv 13 προσγενόμενον MBP | ἧς] ἣς B ἣν P 14 φαυλο-
τέραν BPv 18 Ἀθηναίοις B 19 πεποιήκασιν B | Πέρσαις M |
πατέρα τὸν ἐμὸν Δαρεῖον v ex H 21 ὃ] οὐ B 22 τελεύ-
τηκε P | τιμωρήσεσθαι MBP 24 πρὶν] τρὶν BP | περώσω BP</note>

<pb n="222"/>
Ἀθήνας. οἱ γε ἐμέ τε καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν
ἄδικα ποιοῦντες· πρῶτα μὲν εἰς Σάρδεις ἐλθόντες
ἅμα Ἀρισταγόρᾳ τῷ Μιλησίῳ, δούλῳ δὲ ἡμετέρῳ, ἐνέπρησαν
τά τε ἄλση καὶ τὰ ἱερά. δεύτερα δὲ ἡμᾶς οἷα
<lb n="5"/> ἔδρασαν εἰς τὴν γῆν τὴν σφετέραν ἀποβάντας, ὅτε
Δᾶτίς τε καὶ Ἀρταφέρνης ἐστρατήγουν, ἐπίστασθέ που
πάντες. τούτων μέν|τοι ἕνεκα ἀνώρμημαι ἐπʼ αὐτούς <milestone unit="1086"/>
στρατεύεσθαι, ἀγαθὰ δʼ ἐν αὐτοῖς τοσάδε ἀνευρίσκω
λογιζόμενος· εἰ τούτους τε καὶ τοὺς τούτοις πλησιοχώρους
<lb n="10"/> καταστρεψόμεθα, οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται
χώραν, γῆν <del>τε</del> τὴν Περσίδα ἀποδείξομεν τῷ
Διὸς αἰθέρι ὅμορον οὖσαν. οὐ γὰρ δὴ χώραν γε οὐδεμίαν
κατόψεται ὁ ἥλιος ὅμορον οὖσαν τῇ ἡμετέρᾳ, ἀλλʼ
αὐτὰς ἁπάσας ἐγὼ ἅμα ὑμῖν μίαν χώραν θήσω, διὰ
<lb n="15"/> πάσης ἐξελθὼν τῆς Εὐρώπης. πυνθάνομαι γὰρ ὧδε
ἔχειν· οὔτε τινὰ πόλιν αὐτῶν οὐδεμίαν οὔτε ἔθνος
ἀνθρώπων οὐδὲν ὑπολείπεσθαι ἡμῖν, ὃ οἷόν τε ἔσται
ἐλθεῖν εἰς μάχην, τούτων, ὧν ἔλεξα, ὑπεξῃρημένων.
οὕτως οἱ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε
<lb n="20"/> ἀναίτιοι. ὑμεῖς δʼ ἄν μοι τάδε ποιοῦντες χαρίζοισθε·
ἐπειδὰν ὑμῖν σημήνω τὸν χρόνον, εἰς ὃν ἡμῖν ἥκειν
δοκεῖ, προθύμως ὑμᾶς ἅπαντας δεῖ παρεῖναι. ὅς δʼ |
ἂν ἔλθῃ ἔχων κατεσκευασμένον στρατὸν κάλλιστα, <lb n="1087"/>
<note type="footnote">1 Ἀθηναίας B | οἵ σε B | πράττὸν πατέρα P sed uitium
lineola deletur 2 γάρδεις BP 3 ἅμα v ex H: παρὰ MBP</note>
<note type="footnote">6 δἄτίς P | ἀταφέρνης BP 9 εἰ] εἰς P 12 χώραν corr in
χαράν P | γε vH: τε MBP 15 εὐρύπης corr in εὐρώπης B</note>
<note type="footnote">16 αὐτῶν] malim ἀνδρῶν cum H 17 ἡμῖν v M1:
ὑμῖν M²BP om H | ὃ οἴονται B τὸ ἡμῖν οἷόν τε H
19 αἴτιοι H: ἀντίοι MBPv | ἕξουσι M 20 ἀναίτιοι H: ἀθη-
ναῖοι MBPv | χαρίζοισθε H: χαρίζεσθε MP² χαρίζεσθαι BP1</note>
<note type="footnote">21 σημένω BP ἡμῖν Sylburgius: ὑμῖν MBP om H
23 ἔλθοι MBPv</note>

<pb n="223"/>
δώσω αὐτῷ δωρεάν, ἣ δὴ τιμιωτάτη νομίζεται ἐν ἡμετέρου.
ποιητέα μὲν δὴ ταῦτʼ ἐστὶν οὕτω. ἵνα δὲ μὴ
ἰδιοβουλεύειν ὑμῖν δοκῶ, τίθημι τὸ πρᾶγμα ἐς μέσον,
γνώμην κελεύων ὑμῶν τὸν βουλόμενον ἀποφαίνεσθαι.᾿</p></div></div></body></text></TEI>