τῆς δὲ τρίτης ἁρμονίας, ἣν ἔφην μικτὴν ἐξ ἀμφοῖν 41 1 ἄξιον M 3 τοσούτου MSP 6 ναυμαχήσαντες -- 8 διὰ μὲν τὴν om P | δυναμένας] δυνάμεις δυναμένας—κινδυνεύειεν om Is 7 οὐδεὶς δὲ Is οὐδεὶς γʼ οὖν πρὸς δὶς τοσαύτας οὐδεὶς γοἦν B 8 ὁμολογήσειεν B 9 ταύτην P 10 γενέσθαι Is 11 οὔσεσθαι B 13 δία προκινδυνεύσαντας B διαπροκινδυνεύ- σαντας MP 14 τῶν ἀγαθῶν τῶν ἀγώνων B | ἀριστείαν M 15 αὐτῶν MBP | ἐκλιπόντας Is 16 ὑπὲρ Is καὶ om IS τὸ τε Is 17 σὐτ[ὰς] et 18 | |συμφορ]ῶν cum ras M 19 με- τασχόντων μετασχόντες β prius del corrector 20 ἐν ταῖς τιμαῖς ἔλαττον Is 21 πρὸ Sylburgius: πρὸς MBP ὑπὲρ Is| τῶν ἄλλων] ἀπάντων Is 23 μικτὸν SP3 εἶναι τὰ χρησιμώτατα ἐκλέγουσαν ἀφʼ ἑκατέρας, οὐδείς ἐστι χαρακτὴρ ἴδιος, ἀλλʼ ὡς ἂν οἱ μετιόντες αὐτὴν προαιρέσεως ἔχωσιν ἢ δυνάμεως τὰ μὲν φυγεῖν, τὰ δὲ λαβεῖν, οὕτως κίρνανται καθάπερ ἐν | τῇ ζωγραφίᾳ τὰ μίγματα. ταύτης τῆς ἁρμονίας κράτιστος μὲν ἐγένετο κανὼν ὁ ποιητὴς Ὅμῃρος, καὶ οὐκ ἄν τις εἴποι λέξιν ἄμεινον ἡρμοσμένην τῆς ἐκείνου πρὸς ἄμφω ταῦτα, λέγω δὲ τήν τε ἡδονὴν καὶ τὸ σεμνόν. ἐζήλωσαν δὲ αὐτὸν ἐπῶν τε πολλοὶ ποιηταὶ καὶ μελῶν, ἔτι δὲ τραγῳδίας τε καὶ κωμῳδίας, συγγραφεῖς τε ἀρχαῖοι καὶ φιλόσοφοι καὶ ῥήτορες. ὧν ἀπάντων μεμνῆσθαι πολὺ ἂν ἔργον εἴη, ἀρκέσει δὲ τῶν ἐν λόγοις δυναστευσάντων, οὓς ἐγὼ κρατίστους εἶναι πείθομαι, δύο παρασχέσθαι μόνους, συγγραφέων μὲν Πρόδοτον, φιλοσόφων δὲ Πλάτωνα· καὶ γὰρ καὶ ἀξίωμα καὶ χάρις αὐτῶν ἐπιτρέχει ταῖς ἁρμονίαις. εἰ δὲ ὀρθὰ ἐγὼ καὶ εἰκότα ἔγνωκα περὶ αὐτῶν, ἐξετάσαι τῷ βουλομένῳ σκοπεῖν ἔστιν. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τῆς τε αὐστηρᾶς καὶ τῆς ἡδείας ἁρμονίας μέσην εἶναι τήνδε τὴν λέξιν καὶ τὰ κράτιστα εἰληφέναι παρʼ ἑκατέρας, ᾗ κέχρηται Ἡρόδοτος Ξέρξῃ περιθεὶς τὸν λόγον, ὅτʼ ἐβουλεύετο περὶ τῆς | πρὸς τοὺς Ἕλληνας στρατείας; μετακεκόμισται δʼ εἰς τὴν Ἀτθίδα διάλεκτον ἡ λέξις· ‘Ἄνδρες Πέρσαι, οὔτ᾿ αὐτὸς καθηγήσομαι νόμον τόνδ’ 24 Herodotus VII 8 sqq 2 αὐτὴν Sylburgius: αὐτῶ 4 λαβεῖν] λαβοῖο P 6 Ὅμη- ρος delet Kiessling in mg 8 εἰδονὴν B 9 ἐπών M 13 δύω BPv 15 δὲ Πλάτωνα post αὐτῶν repetit P | καὶ γὰρ καὶ] καὶ γάρ P 17 ἐξετάσας BPv 18 ὁμολογήσειε v 19 τῆς ἡδείας] ἡδείας B ἡδίας P | μέσειν P 21 περιτιθεὶς Syl- burgius v | ἐβουλεύετο B in mg v: ἐβούλετο MBP 22 Ἕλλη- νας—δὲ (sic) in mg supplet B ἐν ὑμῖν τιθεὶς παραδεξάμενός τε αὐτῷ χρήσομαι. ὡς ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων, οὐδένα χρόνον ἠτρεμήσαμεν, ἐξ οὗ παρελάβομεν τὴν ἡγεμονίαν τήνδε παρὰ Μήδων, Κύρου καθελόντος Ἀστυάγην· ἀλλὰ θεός τε οὕτως ἐνάγει καὶ αὐτοῖς ἡμῖν πολλὰ ἐπιοῦσι συμφέρεται ἐπὶ τὸ ἄμεινον. ἃ μὲν δὴ Κῦρός τε καὶ Καμβύσης πατήρ τε ὁ ἐμὸς Δαρεῖος κατειργάσαντο καὶ προσεκτήσαντο ἔθνη, ἐπισταμένοις οὐκ ἄν τις λέγοι. ἐγὼ δ᾿, ἐπειδὴ παρέλαβον τὸν θρόνον τοῦτον, ἐφρόντιζον, ὅπως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τῇ τιμῇ τῇδε μηδʼ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσαις. φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος ἡμῖν προσγινόμενον χώραν τε ἧς νῦν κεκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέραν παμφορω|τέραν τε, ἅμα δὲ τιμωρίαν καὶ τίσιν γινομένην. διὰ δὴ ταῦτα νῦν ὑμᾶς ἐγὼ συνέλεξα, ἵνα, ἅ διανοοῦμαι πράττειν, ὑποθῶ ὑμῖν· μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλαύνειν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα, ἵνα Ἀθηναίους τιμωρήσωμαι, ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν. ὁρᾶτε μὲν δή καὶ Δαρεῖον προθυμούμενον στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους, ἀλλʼ ὃ μὲν τετελεύτηκε, καὶ οὐκ ἐξεγένετʼ αὐτῷ τιμωρήσασθαι, ἐγὼ δʼ ὑπέρ τʼ ἐκείνου καὶ τῶν ἄλλων Περσῶν οὐ πρότερον παύσομαι, πρὶν ἕλω τε καὶ πυρώσω τὰς 2 ὡς γὰρ H (Herodotus) 4 τῶν Μήδων v 5 πολλὰ θεός τε B 7 καμβισης corr in καμβυσης P | πατὴρ] πρηρ B 9 τούτου v 10 λείψομαι HP: λείψωμαι MBv | πρότερων M corr M1 | γινομένων BP: 11 τῇ om H | προσκτήσομαι H: προσκτήσωμαι MBPv 13 προσγενόμενον MBP | ἧς] ἣς B ἣν P 14 φαυλο- τέραν BPv 18 Ἀθηναίοις B 19 πεποιήκασιν B | Πέρσαις M | πατέρα τὸν ἐμὸν Δαρεῖον v ex H 21 ὃ] οὐ B 22 τελεύ- τηκε P | τιμωρήσεσθαι MBP 24 πρὶν] τρὶν BP | περώσω BP Ἀθήνας. οἱ γε ἐμέ τε καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιοῦντες· πρῶτα μὲν εἰς Σάρδεις ἐλθόντες ἅμα Ἀρισταγόρᾳ τῷ Μιλησίῳ, δούλῳ δὲ ἡμετέρῳ, ἐνέπρησαν τά τε ἄλση καὶ τὰ ἱερά. δεύτερα δὲ ἡμᾶς οἷα ἔδρασαν εἰς τὴν γῆν τὴν σφετέραν ἀποβάντας, ὅτε Δᾶτίς τε καὶ Ἀρταφέρνης ἐστρατήγουν, ἐπίστασθέ που πάντες. τούτων μέν|τοι ἕνεκα ἀνώρμημαι ἐπʼ αὐτούς στρατεύεσθαι, ἀγαθὰ δʼ ἐν αὐτοῖς τοσάδε ἀνευρίσκω λογιζόμενος· εἰ τούτους τε καὶ τοὺς τούτοις πλησιοχώρους καταστρεψόμεθα, οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώραν, γῆν τε τὴν Περσίδα ἀποδείξομεν τῷ Διὸς αἰθέρι ὅμορον οὖσαν. οὐ γὰρ δὴ χώραν γε οὐδεμίαν κατόψεται ὁ ἥλιος ὅμορον οὖσαν τῇ ἡμετέρᾳ, ἀλλʼ αὐτὰς ἁπάσας ἐγὼ ἅμα ὑμῖν μίαν χώραν θήσω, διὰ πάσης ἐξελθὼν τῆς Εὐρώπης. πυνθάνομαι γὰρ ὧδε ἔχειν· οὔτε τινὰ πόλιν αὐτῶν οὐδεμίαν οὔτε ἔθνος ἀνθρώπων οὐδὲν ὑπολείπεσθαι ἡμῖν, ὃ οἷόν τε ἔσται ἐλθεῖν εἰς μάχην, τούτων, ὧν ἔλεξα, ὑπεξῃρημένων. οὕτως οἱ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι. ὑμεῖς δʼ ἄν μοι τάδε ποιοῦντες χαρίζοισθε· ἐπειδὰν ὑμῖν σημήνω τὸν χρόνον, εἰς ὃν ἡμῖν ἥκειν δοκεῖ, προθύμως ὑμᾶς ἅπαντας δεῖ παρεῖναι. ὅς δʼ | ἂν ἔλθῃ ἔχων κατεσκευασμένον στρατὸν κάλλιστα, 1 Ἀθηναίας B | οἵ σε B | πράττὸν πατέρα P sed uitium lineola deletur 2 γάρδεις BP 3 ἅμα v ex H: παρὰ MBP 6 δἄτίς P | ἀταφέρνης BP 9 εἰ] εἰς P 12 χώραν corr in χαράν P | γε vH: τε MBP 15 εὐρύπης corr in εὐρώπης B 16 αὐτῶν] malim ἀνδρῶν cum H 17 ἡμῖν v M1: ὑμῖν M²BP om H | ὃ οἴονται B τὸ ἡμῖν οἷόν τε H 19 αἴτιοι H: ἀντίοι MBPv | ἕξουσι M 20 ἀναίτιοι H: ἀθη- ναῖοι MBPv | χαρίζοισθε H: χαρίζεσθε MP² χαρίζεσθαι BP1 21 σημένω BP ἡμῖν Sylburgius: ὑμῖν MBP om H 23 ἔλθοι MBPv δώσω αὐτῷ δωρεάν, ἣ δὴ τιμιωτάτη νομίζεται ἐν ἡμετέρου. ποιητέα μὲν δὴ ταῦτʼ ἐστὶν οὕτω. ἵνα δὲ μὴ ἰδιοβουλεύειν ὑμῖν δοκῶ, τίθημι τὸ πρᾶγμα ἐς μέσον, γνώμην κελεύων ὑμῶν τὸν βουλόμενον ἀποφαίνεσθαι.᾿ ἐβουλόμην ἔτι πλείω παρασχέσθαι παραδείγματα 42 τῆς τοῦ συγγραφέως ἀγωγῆς· ἰσχυροτέρα γὰρ ἡ πίστις οὕτως ἂν ἐγένετο. νῦν δʼ ἐξείργομαι, σπεύδων ἐπὶ τὰ προκείμενα καὶ ἅμα δόξαν ὑφορώμενος ἀκαιρίας. συγγνώσεται δή μοι καὶ Πλάτων ὁ θαυμάσιος, εἰ μὴ παραθήσομαι κἀκείνου λέξεις. ἡ γὰρ ὑπόμνησις ὡς ἐν εἰδόσιν ἱκανή. ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵν᾿, ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν ὁ Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ μοι ταῦτα | λέγων· ‘ἱ γὰρ ἄκραι τίνες εἰσὶν ἁρμονίαι; καὶ τίς αὐτῶν ἑκατέρας ⟨ἡ⟩ φύσις καὶ τίς ἡ μῖξις ἢ ἡ κρᾶσις αὕτη; οὐδὲν γὰρ δὴ τῶν ἄκρων.’ τούτου μὲν δὴ πρώτου χάριν, ὥσπερ ἔφην, ἐκεῖνα ἠναγκάσθην προειπεῖν, ἔπειτα, ἵνα μοι μὴ μονόκωλος ᾗ μηδὲ αὐστηρὸς ὁ λόγος, ἀλλʼ ἔχη τινὰς εὐπαιδεύτους διαγωγάς. οὔτε γὰρ πιστοῦν τὰς τοιαύτας 1 ἣ δὴ τιμιωτάτη Reiskius: ἥδη τιμιωτάτην ἢ MBP δῶρα τὰ τιμιώτατα H | τῇ ἡμετέρᾳ V 5 παρασκέσθαι BP 7 ἠγέ- νετο P ἐγένετο ῶ B | δὲ B πλάτων mg B 8 προκείμενα] ὑπο- κείμενα MBPv 9 δή] δέ Pv 11 εἰδόσιν ἱκανή. Sadaeus: εἰδόσι. καὶ | τὰς] τὰ Η P 14 ἀποφαίνομαι M | μέσυν P 15 ἐπετήδευσαν BP 17 τίς] τής B | ἡ add Sadaeus | φύ[σι]ς cum ras M | τίς ἡ] τίς κ B 18 αὕτη Sylburgius: αὐτὴ | δὴ] δεὶ fort B δεῖ Sylburgius | post τῶν lac VII—IX litt M, nulla lacuna BPv 20 ἐκεῖνα om Pv | ἐναγκάσθην P | μὴ μονό- κωλος] μηνόκωλος B 21 μηδὲ] μὲν δὴ B | ἀλλʼ ??χῃ P 22 πιστοῦν Sylburgius: πιστεύειν προσθήκας οὔτε ἀπαιτοῦντος τοῦ λόγου παραλιπεῖν καλῶς ἂν ἔχοι. 43 δεδειγμένης δή μοι τῆς αἱρέσεως τοῦ ῥήτορος ταύτης ἤδη τις παρʼ ἑαυτῷ σκοπείτω τὰ λεχθέντα, ὅτι τοιαῦτʼ ἐστίν, ἐνθυμούμενος μὲν ὅσα σεμνῶς κατεσκεύασται τῷ ἀνδρὶ καὶ αὐστηρῶς καὶ ἀξιωματικῶς, ἐνθυμούμενος δὲ ὅσα τερπνῶς καὶ ἡδέως. εἰ δὲ κἀνταῦθα δόξει τι δεῖν ἡ πίστις ἀποδείξεως, ὅντινα βούλεται τῶν λόγων αὐτοῦ προχειρισάμενος καὶ ἀφ οἧ βούλεται μέρους ἀρξάμενος καταβαινέτω τε καὶ σκοπείτω τῶν λεγομένων ἕκαστον, εἰ τὰ μὲν ἀναβεβλημένας ἔχει τὰς ἁρμονίας καὶ διεστώσας, τὰ δὲ προσκολλώσας καὶ συμπεπυκνωμένας, καὶ τὰ μὲν ἀποτραχύνει τε καὶ πικραίνει τὴν ἀκοήν, τὰ δὲ πραΰνει καὶ λεαίνει, καὶ τὰ μὲν εἰς πάθος ἐκτρέπει τοὺς ἀκούοντας, τὰ δʼ εἰς ἦθος ὑπάγεται, τὰ δʼ ἄλλας τινὰς ἐργάζεται καὶ πολλὰς διαφορὰς παρʼ αὐτὴν τὴν σύνθεσιν. οἷά ἐστι ταυτί (χρήσομαι δὲ παραδείγμασιν οὐκ ἐξ ἐπιτηδεύσεως, ἀλλʼ οἷς ἐνέτυχον, ἐξ ἑνὸς τῶν Φιλιππικῶν λαβών)· Ἑἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου προνοίᾳ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ ὅλον ἡ 20 Demosthenes Olynth. β 22 1 τοῦ om Pv 3 αἱρέσεως] διαιρέσεως MBv διεραίσεως P | ταύτης] τοιαύτης Krüger 4 ὅτι] εἰ Reiskius 5 κατεσκεύ- αστε P κατεσκεύαστο v 6 ταὐστηρῶς B 8 ἡ πίστις seclusi 10 καταβαινέτω—λεγομένων om B λεγόμενον P 13 συμπε- πυκνωμένας — τε καὶ om B συμπεπικνωμένας P 16 post ἀκούοντας totum illud καὶ συμπεπυκνωμένας usque ad ἐκτρέπει τοὺς ἀκούοντας repetit B 20 ω B ὡ?? P 22 προνοίᾳ] λογισμῷ D 23 ῥοπὴ M τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα. οὐ μὴν ἀλλʼ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμε|τέρας πόλεως τύχην ἂν ἑλοίμην ἐθελόντων, ἃ προσήκει, ποιεῖν ὑμῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου.ʼ ἐν ταῖς τρισὶ περιόδοις ταύταις τὰ μὲν ἄλλα ὀνόματα πάντα εὐφώνως τε σύγκειται καὶ ἡδέως τῷ συνεχεῖς σφόδρα καὶ μαλακὰς αὐτῶν εἶναι τὰς ἁρμονίας. ὀλίγα δʼ ἐστὶ παντάπασιν, ἃ διίστησι τὰς ἁρμονίας καὶ τραχείας φαίνεσθαι ποιεῖ αὐτάς, ἐν μὲν τῇ πρώτῃ περιόδῳ κατὰ δύο τόπους τὰ φωνήεντα συγκρουόμενα ἔν τε τῷ ὦ ἄνδρες Ἀθηναῖοιʼ καὶ ἐν τῷ ‘εὐτυχοῦντα ὁρῶνʼ, ἃ διἵστησι τὸ συναφές. καὶ κατʼ ἄλλους δύο τόπους ἢ τρεῖς τὰ ἡμίφωνα καὶ ἄφωνα παραπίπτοντα ἀλλήλοις τὰ φύσιν οὐκ ἔχοντα συναλείφεσθαι ἔν τε τῷ ‘τὸν Φίλιππον’ καὶ ἐν τῷ ‘ταύτῃ φοβερὸν προσπολεμῆσαι’ ταράττει τοὺς ἤχους μετρίως καὶ οὐκ ἐᾷ φαίνεσθαι μαλακούς. ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ τραχύνεται μὲν ἡ σύνθεσις ἐν τῷ ‘μεγάλη γὰρ ῥοπή’, διὰ τὸ μὴ συναλείφεσθαι τὰ δύο ρ ρ καὶ ἐν τῷ ‘ἀνθρώπων πράγματα’ διὰ τὸ μὴ συλλεαίνεσθαι ⟨τὸ ν⟩ τῷ ἑξῆς. διασπᾶται δʼ ἐν τῷ | ‘μᾶλλον δὲ ὅλον ἡ τύχη’, βραχέων φωνηέντων πολύν τὸν μεταξὺ χρόνον περιλαμβανόντων. ἐν δὲ τῇ τρίτῃ περιόδῳ τὰ φωνήεντα μέν, εἴ τις αὐτὰ βούλοιτο συναλείψας ἐκθλίβειν ὥσπερ τὸ οἴομαι καὶ 2 τὴν om B 6 συνεχεῖς] συγκεῖσθαι MBPv 9 φαινέ- νεσθαι B | ποιεῖ. αὐτίκα ἐν μὲν? 10 τόπους Kiessling: τρό- πους | τῷ] τῷ ἀνδρὶ P sed uitium lineola deletur 11 ἐν τῷ om P 12 διίστησι B: καὶ διίστησι MPv | τόπους Kiessling: τρόπους 13 καὶ ἄφωνα addidi 14 συναλείφθεσθαι B | τὸν] τῶν M 15 φίωςλιππον corr in φίλιππον P 16 οὐκεα B 18 συναλείφαισθε P 20 συνλλαίνεσθαι P | τὸ ν addidi, alia fingi possunt 22 πολὺν Sylburgius: πολὺ 23 τὰ] τῶ M δέον, οὐκ ἂν εὕροι συμπλεκόμενα ἀλλήλοις. τῶν δὲ συμφωνουμένων δυσὶν ἢ τρισὶν χωρίοις τὴν λειότητα μὴ φυλάττουσαι σὺν τοῖς παρακειμένοις εὑρεθήσονται ἐν τῷ ‘αἵρεσίν μοι δοίη’ καὶ ἐν τῷ ‘ τὴν τῆς ἡμετέρας πόλεως’. μέχρι μὲν δὴ τῶνδε ἡ δευτέρα τὰ πρωτεῖα ἁρμονία φέρει, ἐν δὲ τοῖς ἑξῆς γὰρἡ προτέρα (διέσπασται γὰρ μᾶλλον τῆς ἑτέρας)· Πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν | ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ἐκείνῳ. ἀλλʼ, οἴομαι, καθήμεθα οὐδὲν ποιοῦντες· οὐκ ἔνι δʼ αὐτὸν ἀργοῦντα οὐδὲ φίλοις ἐπιτάττειν, μή τί γε θεοῖς.ʼ ἐν τούτοις γὰρ δὴ τά τε φωνήεντα πολλαχῇ συγκρουόμενα δῆλά ἐστι καὶ τὰ ἡμίφωνα καὶ ἄφωνα, ἐξ ὧν στηριγμούς τε καὶ ἐγκαθισμοὺς αἱ ἁρμονίαι λαμβάνουσι καὶ τραχύτητας αἱ φωναὶ συχνάς. ἔπειθʼ αἱ ταύταις ἐπιβάλλουσαι περίοδοι διαστάσεις μὲν οὐ λαμβάνουσι φωνηέντων, καὶ παρὰ τοῦτο ἐπιτρόχαλος αὐτῶν ἐστιν ἡ σύνθεσις, ἀφώνων δὲ καὶ ἡμιφώνων συμβολαῖς διαχαραττόμεναι τραχύνουσι τὴν φωνὴν συμμέτρως. καὶ τἆλλα δὲ τὸν αὐτὸν ἅπαντα κατεσκεύασται τρόπον. τί γὰρ δεῖ τὰ πλείω λέγοντα μηκύνειν; οὐ μόνον δὲ αἱ τῶν ὀνομάτων συζυγίαι τὴν μικτὴν ἁρμονίαν λαμβάνουσι παρʼ 7 Demosthenes Olynth. β 22/23 1 τὸ δέον Usener | εὕροι Reiskius: εὕροις 3 συντϋ . π . . . . . μόνοις M συντυπαιμό μόνοις B συντυπαιμένοισ Pv: corr Sadaeus | εὑρεθηθήονται B 4 διδοίη M | τὴν add Usener 5 τῶνδε M: τῶν BPv 6 προτέρας P post προτέρα interpunxit γάρ in- seruit Reiskius 7 ὁφορμὰς P 8 ὁρῶν B 9 ἐνούσαις M 10 ἐπιτάττειν ὑπὲρ αὑτοῦ τι ποιεῖν μή τι γε δὴ τοῖς θεοῖς D 11 τε om Pv 12 πολλαχῦ P 14 ἁρμονίαι — αἱ om B 15 [ταύ]ταις cum ras M | ἐπιβάλουσι corr in ἐπιβάλνουσι P ἐπιβάλλουσι v | περίοδοι — λαμβάνουσι om Pv περιόδοις B 19 τʼ ἄλλα M 22 in mg ἁρμονία B αὐτῷ καὶ μέσην, ἀλλὰ καὶ αἱ τῶν κώλων κατασκευαί τε καὶ συνθέσεις καὶ τὰ τῶν περιόδων μήκη τε καὶ σχήματα καὶ οἱ περιλαμβάνοντες αὐτάς τε καὶ τὰ κῶλα ῥυθμοί. καὶ γὰρ καὶ κατὰ κόμματα πολλὰ εἴρηται τῷ ἀνδρὶ, καὶ τὰ πλεῖστά γε οὕτως κατεσκεύασται, καὶ ἐν περιόδοις | οὐκ ὀλίγα. τῶν δὲ περιόδων αἳ μέν εἰσιν εὐκόρυφοι καὶ στρογγύλαι ὥσπερ ἀπὸ τόρνου, αἳ δὲ ὕπτιαί τε καὶ κεχυμέναι καὶ οὐκ ἔχουσαι τὰς βάσεις περιττάς. μήκει τε αἳ μὲν ἐλάττους, ὥστε συμμετρηθῆναι πρὸς ἀνδρὸς πνεῦμα, αἳ δὲ πολλῷ μείζους, οἷαι καὶ μέχρι τῆς τετάρτης ἀναπαύσεως προελθοῦσαι τότε λήγειν εἰς πέρας. τῶν τε σχημάτων ἔνθα μὲν ἄν τις εὕροι τὰ σεμνὰ καὶ αὐστηρὰ καὶ ἀρχαῖα πλεονάζοντα, ἔνθα δὲ τὰ λιγυρὰ καὶ γλαφυρὰ καὶ θεατρικά. καὶ τῶν ῥυθμῶν πολλαχῇ μὲν τοὺς ἀνδρώδεις καὶ ἀξιωματικοὺς καὶ εὐγενεῖς, σπανίως δέ που τοὺς ὑπορχηματικούς τε καὶ Ἰωνικῶς καὶ διακλωμένους. ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐροῦμεν· ἕτερος γὰρ ἐπιτηδειότερος αὐτοῖς ἔσται τόπος. νυνὶ δέ, ὃ προσαπαιτεῖν ἔοικεν ὁ λόγος, ἔτι προσθείς, ἐπὶ τὰ λοιπὰ τῶν προκειμένων μεταβήσομαι.| τί δὲ τοῦτʼ ἔστιν; ἐπειδὴ κρατίστην μὲν ἔφην 44 1 αὐτῶν BP | περὶ κώλων in mg B 5 lacunam sensit Reiskius 6 περὶ περιόδων in mg B 7 αἳ μὲν] αἱ μὲν καὶ ἐν B | εὐκόριφοι P οὐ κόραιφοι B 8 ὑπτίαι B 9 ἐλάττους Sa- daeus: θάττους 10 συμμετριθῆναι B 13 περὶ σχιμάτων B in mg | ἔνθα μὲν] νῦν θαμὲν P | σεμνὰ καὶ αὐστηρὰ in lac add M 14 λιγυρὰ M, B in mg: λυγιρὰ B in textu, λυρᾶ P λυρὰ v | καὶ αὐστηρὰ post λιγυρὰ inserit B | καὶ ἀρχαῖα post γλαφυρὰ inserit Pv 15 περὶ ῥυθμῶν in mg B 16 καὶ εὐγ. — ὑπορχηματικοὺς om B 17 Ἰωνικῶς Cobet coll. Ar. Thesmoph. v. 163: ἰωνικοὺς καὶ 18 post διακλωμένους B inserit καὶ εὐ- γενεῖς καὶ σπανίους (corr in σπανίως) δέ που τοὺς 19 γὰρ om M εἶναι τὴν μικτὴν σύνθεσιν, ταύτῃ δὲ κεχρῆσθαί φημι τὸν Δημοσθένην ἀπάντων μετριώτατα τῶν ἄλλων, ἐπιτάσεις δὲ καὶ ἀνέσεις ἀξιολόγους ἐν αὐτῇ ποιεῖσθαι, τοτὲ μὲν ἀξιωματικωτέραν, τοτὲ δʼ εὐπρεπεστέραν ποι οῦντα τὴν ἀγωγήν, τί δή ποτε βουλόμενος οὐ πορεύεται μίαν αἰεὶ καὶ τὴν αὐτὴν ὁδόν; καὶ τὸ ἐν τῷδε ἢ τῷδε πλεονάζειν χαρακτῆρι ποίοις τισὶν ὁρίζει κανόσι; δοκεῖ δή μοι φύσει τε καὶ πείρᾳ διδαχθεὶς ὁ ἀνὴρ πρῶτον μὲν ἐκεῖνο καταμαθεῖν, ὅτι οὐχ ὁμοίας ἀπαιτοῦσι κατασκευὰς λέξεως οἱ πρὸς τὰς πανηγύρεις καὶ σχολὰς συρρέοντες ὄχλοι τοῖς εἰς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας ἀπαντῶσιν, ἀλλʼ οἳ μὲν ἀπάτης ὀρέγονται καὶ ψυχαγωγίας, οἳ δὲ διδαχῆς, ὧν ἐπιζητοῦσι, καὶ ὡφελείας. οὔτε δὴ τὸν ἐν δικαστηρίοις λόγον ᾤετο δεῖν κωτίλλειν καὶ λιγαίνειν, οὔτε τὸν ἐπιδεικτικὸν αὐχμοῦ μεστὸν εἶναι καὶ πίνου. πανηγυρικοὺς μὲν οὖν λόγους οὐκ ἔχομεν | αὐτοῦ παρασχέσθαι· πάντας γὰρ ἔγωγε τοὺς ἀναφερομένους εἰς αὐτὸν ἀλλοτρίους εἶναι πείθομαι καὶ οὐδὲ κατὰ μικρὸν ἔχοντας τὸν ἐκείνου χαρακτῆρα οὔτʼ ἐν τοῖς νοήμασιν ⟨οὔτʼ ἐν τοῖς ὀνόμασι⟩, τῆς δὲ συνθέσεως ὅλῳ καὶ τῷ παντὶ λειπομένους. ὧν ἐστιν ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαρ ιώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου μεστὸν ἐγκώμιον εἰς Παυσανίαν. τὰς δὲ περὶ τούτων ἀποδείξεις οὐχ οὗτος ὁ καιρὸς λέγειν. 22—24 cf Bekkeri or att IV p 7, 29 (Demosth. ed. Blass I p 53) Phot. bibl. p. 492a 25 1 ταύτῃ] τήντη P 4 τοτὲ] τοςτὲ B 6 αὐτὴν om P 7 ἢ τῶν δὲ B 11 σκολὰς BP | συραέοντες P 12 παντῶσιν B 13 alterum καὶ bis P 14 οὔτε] οὐδὲ v | ᾤετο] ὤς|τε B 17 παραδε παρα- σχέσθαι B 18 αὐτοῦ εἰς αὐτὸν B sed αὐτοῦ postea deletum est 20 νοήμασι libri | οὔτʼ ἐν τοῖς ὀνόμασι add Reiskius 22 σημείωσαι corr B in mg 23 καὶ τὸς οῦτο τὸ τοῦ P ἐκ δὲ τῶν ἐναγωνίων αὐτοῦ λόγων, ὁπόσοι πρὸς δικαστήρια γεγόνασιν ἢ πρὸς ἐκκλησίας, τεκμαίρομαι, ὅτι ταύτην τὴν γνώμην ὁ ἀνὴρ εἶχεν. ὁρῶ γὰρ αὐτόν, εἴ ποτε λάβοι πράγματα χαριεστέρας δεόμενα κατασκευῆς, πανηγυρικὴν αὐτοῖς ἀποδιδόντα τῆς λέξεως ἁρμονίαν, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους πεποίηκε λόγῳ πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δʼ ἐν οἷς τὸν περὶ τῶν νόμων ἀποδίδωσι λόγον καὶ τὸν περὶ τῶν φο|νικῶν δικαστηρίων, ἐφʼ ἧς χρείας ἕκαστον αὐτῶν τέτακται· κἀν τῷ κατὰ Λεπτίνου περὶ τῆς ἀτελείας κατὰ πολλὰ μέρη, μάλιστα δʼ ἐν τοῖς ἐγκωμίοις τῶν εὐεργετῶν τῆς πόλεως Χαβρίου τε καὶ Κόνωνος καί τινων ἑτέρων, κἀν τῷ περὶ τοῦ στεφάνου καὶ ἐν ἄλλοις συχνοῖς. τοῦτο δὲ δή μοι πρῶτον ἐνθυμηθεὶς δοκεῖ συμμεθαρμόζεσθαι ταῖς ὑποθέσεσι τὸν χαρακτῆρα τῆς συνθέσεως τοῖς ὑποκειμένοις πράγμασι καὶ ἔτι μετὰ τοῦτο τὰς ἰδέας τοῦ λόγου καταμαθών, ὅτι οὐχ ἅπασαι τὸν αὐτὸν ἀπαιτοῦσιν οὔτε ἐκλογῆς ὀνομάτων κόσμον οὔτε συνθέσεως, ἀλλʼ αἳ μὲν τὸν γλαφυρώτερον αἳ δὲ τὸν αὐστηρότερον, καὶ τῇ τούτων ἀκολουθήσας χρείᾳ τὰ μὲν προοίμια καὶ τὰς διηγήσεις ποιεῖν τὸ πλεῖον ἐχούσας τοῦ σεμνοῦ τὸ ἡδύ, τὰς δὲ πίστεις καὶ τοὺς ἐπιλόγους τῆς μὲν ἡδείας συνθέσεως ἐλάττω 1 ἀποδείξεις — ἐκ δὲ τῶν om B 6 αὐτοῖς M, B in mg: αὐτῆς P, B in textu 10 κἀν Sylburgius: καὶ 11 πολλά μὲν καὶ ἄλλα Sadaeus 12 εὐεργετῶν] ευεργ|γιτικῶν P 13 καὶ κόνος καὶ κόνωνος P 14 ἄλλοις. τοῦ συχνοῖς B 15 τοῦτό τε δὴ Usener, cf de Isocr. 559 | συμμαθαρμόζεσθαι P 17 glos- sema deleui 18 ἰδέας corr in mg B 20 συνθεθέσεως B | γλαφυρώτερον Sylburgius: γλαφυρώτατον 21 τούτω B 22 ποιεῖ Sylburgius v | τὸ deleuit Sadaeus 23 περὶ τῶν πο- λιτικῶν in mg corr B μοῖραν ἐχούσας, τῆς δὲ | αὐστηρᾶς καὶ πεπινωμένης πλείω. ἐν αἷς μὲν γὰρ δεῖ κολακευθῆναι τὸν ἀκροατὴν καὶ παρακολουθῆσαι τοῖς πράγμασι κακῶν ἀλλοτρίων διηγήσεις αὐχμηρὰς ἐνίοτε καὶ ἀηδεῖς ἀκούοντα, ἔνθα εἰ μὴ τὸ παρηδῦνον ἡ σύνθεσις ἐπενέγκοι ἢ παραμυθήσαιτο τὸν τῆς διανοίας κόπον, οὐχ ἕξουσιν αἱ πίστεις βάσιν ἀσφαλῆ· ἐν οἷς δὲ τὰ πρὸς τὴν ἀλήθειαν καὶ τὸ συμφέρον συντείνοντα λέγεσθαι· ταῦτα δὲ ἀπλοϊκῶς πως καὶ γενναίως καὶ μετὰ σεμνότητος αὐστηρᾶς ἀπαιτοῦσιν οἱ πολλοὶ μανθάνειν, τὸ δὲ κωτίλον ἐν τούτοις καὶ ἀπατηλὸν ὥραν οὐκ ἔχει ἐπὶ τῶν ἐναγωνίων λόγων. οὐ τὴν αὐτὴν οὖν ἐπιστάμενος ἀπάντων φύσιν οὐδὲ τοὺς αὐτοὺς ᾤετο δεῖν πᾶσι προσήκειν κόσμους, ἀλλὰ τοῖς μὲν δημηγορικοῖς τὸ ἀξίωμα καὶ τὴν μεγαληγορίαν μᾶλλον ἁρμόττειν, τοῖς | δὲ δικανικοῖς, ἔνθα τῶν ἀλλοτρίων ἀκουστὴς γίνεται κακῶν ὁ δικαστής, ψυχῆς τε καὶ τῶν ἄλλων, ὅσα τιμιώτατά ἐστιν ἀνθρώποις, ἀγών, τὴν χάριν καὶ τὴν ἡδονὴν καὶ τὴν ἀπάτην καὶ τὰ παραπλήσια τούτοις. διὰ τοῦτο ἐν μὲν ταῖς συμβουλαῖς καὶ μάλιστα ταῖς κατὰ Φιλίππου κατακορεστέραις κέχρηται ταῖς αὐστηραῖς ἁρμονίαις, ἐν δὲ τοῖς πρὸς τὰ δικαστήρια συνταχθεῖσι ταῖς γλαφυραῖς. καὶ αὐτῶν δὲ τῶν δικανικῶν πάλιν ἐν μὲν τοῖς δημοσίοις, ἔνθα 1 πεπιωμένης B 2 ἐν αἷς scil διηγήσεσιν 3 παρα- κολουθῆσαι (add ν super σ) τὸν ἀκροατὴν καὶ παρακολουθῆναι P 4 διηγήσεις et ἀκούοντα mg Bold: διηγήσεσιν et ἀκούοντας libri 6 διανίας B | κόπον Reiskius: σκοπὸν 7 πίσεις B 11 ὥραν] χάραν Kiessling | ἔχει in mg B 12 ἐπεὶ B | οὐ τὴν] αὐτὴν B 13 δεῖν uacat, δὴ ci Usener 14 κόσμους in mg B 16 ἀλοτρίων B 17 γίνεται — δικαστής om B 18 τιμιω- τάτην corr in τιμιώτατα P | ἀγῶν Reiskius: ἀχρειῶν 21 κατα- κορεστέραι M1 22 αὐστηραῖς Reiskius: τοιαύταις τὸ ἀξίωμα ἔδει τῆς πόλεως φυλάξαι, ταῖς μεγαλοπρεπεστέραις πλείοσιν, ἐν δὲ τοῖς ἰδιωτικοῖς ἐλάττοσι.